Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
ὡς οὖν τὴν ἐπ' Αἴγυπτον πορείαν διήνυσε καὶ περὶ ὧν ἐπετέτραπτο διαλαβὼν ἀνθυπέστρεφεν, ἐπεὶ τὸν κύριον αὐτοῦ καὶ ἀρθρίτιδι χρονίῳ τυραννούμενον ᾔδει καὶ μελαίνῃ λέπρᾳ ἐκδαπανώμενον καὶ διπλῆν συμφοράν, μᾶλλον δὲ πολλαπλῆν τὴν νόσον ποιούμενον· ὃς καὶ ταῖς ἀπὸ τῶν ἄρθρων ὀδύναις συνείχετο καὶ τοῖς τῆς λέπρας ἐταλαιπώρει κακοῖς, προσῆν δὲ καὶ ἡ τῆς ἀμορφίας αἰσχύνη, δι' ἣν οὐδὲ θεατὸς τοῖς ἀνθρώποις σχεδὸν ἦν, ἀλλ' οὐδὲ μόνον κλινήρης τὰ πολλὰ διετέλει, ἀλλὰ καὶ τοὺς κατ' ἐπίσκεψιν ἐρχομένους τῶν φίλων ὑπ' αἰσχύνης ἐναπεκρύπτετο· διὰ τοῦτο πάλιν ἐν τῷ ὑποστρέφειν ἀκριβέστερον περὶ τῶν αὐτῶν διαγνῶναι ἐσπούδασεν, ἵν' ἔχοι βεβαίως ἀπαγγεῖλαι τῷ κυρίῳ αὐτοῦ, ὡς ἂν ἴσως κἀκεῖνος τῆς δι' αὐτοῦ ἰατρείας ἀξιωθῇ. εὗρεν οὖν πάλιν τὸν κύριον ἐπὶ τῶν αὐτῶν νεκροὺς ἀνιστῶντα, τυφλοῖς τὸ βλέπειν δωρούμενον, χωλοὺς ἀρτίους δεικνῦντα καὶ πάντας τοὺς ὁτιοῦν ἀσθενοῦντας ῥωννύοντα.