Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
ὡς οὖν ἐπιστώθη καὶ ἔγνω ταῦτα φανερῶς ὑπὸ τοῦ κυρίου τελούμενα, τῷ Αὐγάρῳ ὑποστρέψας ἐγνώρισε καὶ διὰ πλειόνων ἅτε εἶδεν ἅτε ἤκουσεν ἀνεδίδαξεν. ὅθεν ὡς" μεῖζον τοῦ ἔργου τὸ πάρεργον παρεμπορευσάμενος" καὶ ὡς εὐαγγελίων αὐτῷ καταγγελεὺς δεξιῶν τῆς προσηκούσης ἀποδοχῆς κατηξίωτο καὶ τῶν εὐνουστάτων εἷς ἐγνωρίζετο. καὶ ἐπεὶ τὸ κάμνον ἀεὶ ὡς ἅρπαγμα ποιεῖται τὴν ἐπαγγελίαν τῆς ἰατρείας καὶ τῆς ἐλπίδος περισαινούσης τὸν ἄνθρωπον σπουδαίως περὶ τὴν θήραν τοῦ μηνυθέντος πείθει ὁρμᾶν, καὶ ὁ Αὔγαρος πρὸς τὸ διὰ γραφῆς μετακαλέσασθαι διανέστη τὸν ἰᾶσθαι τὰ τοιαῦτα λεγόμενον δύνασθαι καὶ παραχρῆμα τὴν πανταχοῦ περιφερομένην ταύτην ἐπιστολὴν πρὸς τὸν κύριον ἔγραψεν οὑτωσὶ περιέχουσαν·