Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Αὔγαρος τοπάρχης Ἐδέσης Ἰησοῦ σωτῆρι ἀναφανέντι ἀγαθῷ ἰατρῷ ἐν πόλει Ἱεροσολύμων χαίρειν. ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γινομένων. ὡς λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, λεπροὺς καθαρίζεις καὶ ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις καὶ νεκροὺς ἐγείρεις. καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι σὺ εἶ ὁ θεὸς καὶ καταβὰς ἐξ οὐρανοῦ ποιεῖς ταῦτα ἢ ὅτι υἱὸς εἶ τοῦ θεοῦ ποιῶν ταῦτα. διὰ τοῦτο τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με καὶ τὸ πάθος ὃ ἔχω θεραπεῦσαι. καὶ γὰρ ἤκουσα, ὅτι καὶ Ἰουδαῖοι κατα γογγύζουσί σου καὶ βούλονται κακῶσαί σε. πόλις δὲ σμικροτάτη μοί ἐστι καὶ σεμνή, ἥτις ἐξαρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ ἐν αὐτῇ.