Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ἐπεὶ οὖν ὁ Ἀνανίας τῆς τε πρὸς τὸν κύριον αὐτοῦ εὐνοίας σαφῆ παρεῖχε τεκμήρια καὶ τῆς ὁδοῦ ἐτύγχανεν ἔμπειρος καὶ τὴν γραφικὴν τέχνην ἠπίστατο, δι' αὐτοῦ τὴν τοιαύτην ἐπιστολὴν πρὸς τὸν Ἰησοῦν ἐξαπέστειλεν ἐπισκήψας αὐτῷ, ὡς εἰ μὴ δυνηθείη πεῖσαι διὰ τοῦ γράμματος πρὸς αὐτὸν ἐλθεῖν τὸν Χριστόν, κἂν τὸ ὁμοίωμα τῆς μορφῆς αὐτοῦ μεταγραψάμενος ἀκριβῶς ἀγαγεῖν πρὸς αὐτόν, ἵν' ὡς ἐν σκιᾷ γοῦν διδαχθείη μὴ δι' ἀκοῆς μόνον ἀλλὰ καὶ διὰ τῆς ὄψεως, οἷός ἐστιν ὁ τῶν μεγάλων τούτων τεραστίων δημιουργός.