Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Εὐλόγησον πάτερ. Τὶ τερπνότερον τοῦ νῦν ὁρωμένου θεάματος ἢ τί λαμπρότερον τῆς παρούσης ἡμέρας; Ἰδοὺ λαὸς ἔκκριτος, θεῷ μόνῳ καὶ ἀρετῇ ἀνακείμενος καὶ τοσαύτην τῆς οἰκείας εὐταξίας καὶ κοσμιότητος τὴν περιουσίαν ἐπιδεικνύμενος, ὡς μή τινα χωρὶς ἀποδοχῆς καὶ θαύματος καὶ ἐπαίνου τοῦτον παραδραμεῖν. Ποῖος γὰρ λειμὼν εὐανθὴς παντοίοις κομῶν φυτοῖς καὶ ἄνθεσί τε ποικίλοις πάντοθεν καταγλαϊζόμενος οὕτω δύναται τὸν ὀφθαλμὸν ἑστιᾶσαι καὶ μὴ ἀλλαχοῦ πλανᾶσθαι παραχωρῆσαι, ἀλλ' ἐφ' ἑαυτὸν ὅλην τὴν ὅρασιν οἱονεὶ δέσμιον κρατῆσαι διὰ τὸ ἐν αὐτῷ κάλλος, ὡς τοῦτο τὸ ἱερὸν σύνταγμα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα; Καὶ τίς ὁ τρόπος τῆς συνελεύσεως καὶ τίς ἡμᾶς ἐπὶ τὸ αὐτὸ οὕτως συνήγαγεν ἢ πρόδηλον, ὡς ἐπανιόντι τῷ Χρυσοστόμῳ πατρὶ ὁ λαὸς Κυρίου θρίαμβον συγκροτεῖ καὶ προευτρεπίζεται τὴν πομπὴν καὶ διὰ τοῦτο πολὺ τὸ χαῖρον ἐν τῇ ἑκάστου ψυχῇ καὶ διαπρύσιαι τῶν λόγων αἱ σάλπιγγες ὡς ἄξιον τῆς παρούσης ἡμέρας τὸ σύνταγμα, ὡς πρέπον τῇ λαμπρᾷ ταύτῃ καὶ ἐρασμίῳ πανηγύρει τὸ τοιοῦτον συνάθροισμα; Διὸ δεῦτε χαρμονικῶς μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι κράζωμεν· εὐλογητὸς ὁ θεός, ὁ καταξιώσας ἡμᾶς εἰς τήνδε τὴν ἱερὰν καὶ σεβάσμιον καταντῆσαι πανήγυριν, ἐν ᾗ ὁ λαὸς θεοῦ ἱερός τε καὶ ἅγιος, ὃν ἑαυτῷ Κύριος ἐξελέξατο, ὁ ἐπὶ τῶν ἀΰλων Κυρίου χειρῶν καλῶς ἐζωγραφημένος. Ἄξιον γὰρ ἀπὸ τῶν προφητικῶν προρρήσεων πρὸς τοὺς παρόντας οὑτωσί πως καὶ προσφυῶς ἐλλαμπρύνεσθαι. Τίς ὑμᾶς ὡς ἐξ ἱερᾶς προθεσμίας καὶ ὡς ἄν τις εἴποι ἐξ ἐπιτάγματος ἤθροισε; Πόθεν λαβόντες τὰς ἀφορμὰς τῆς συνελεύσεως τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶ πρόθυμον τὴν ἄφιξιν ἀπειργάσασθε; Τίς ὁ τὴν πάνδημον ταύτην συναθροίσας πανήγυριν καὶ ὥσπερ ἔκ τινος σίμβλου τοῦ ἱεροῦ τούτου οἴκου ἐκχυθῆναι τὸν τοσοῦτον ἐσμὸν τῶν ἱερῶν μελισσῶν κατηνάγκασε καὶ ταῦτα ἐν οὕτω σφοδρᾷ τοῦ χειμῶνος δριμύτητι; Τίς ὥσπερ ἐν στρατοπέδου κινήματι στενοχωρουμένας ἔδειξεν ἐκ τῆς τῶν συρρεόντων πληθύος τὰς ἐνταῦθα φερούσας ὁδοὺς καὶ ταῦτα ἐν κατηφείᾳ χειμερινῇ, ἡνίκα καὶ Σκύθης καὶ βάρβαρος καὶ ὅσα ἄλλα πολεμικώτατα καὶ μάχιμα τῶν ἐθνῶν ἠρεμεῖν οἶδε διὰ τὴν ἀπὸ τοῦ χειμῶνος δριμύτητα τῆς ἀκαίρου πορείας ἀνακοπτό 307 μενα, ὅτε καὶ θάλασσα πλωτήρων ἔρημος καὶ ναυτιλίας καθίσταται καὶ γεωργὸς ἄροτρον καὶ τὰ πρὸς γεωργίαν ἀφεὶς ἐπιτήδεια τοὺς ἀροτῆρας βοῦς δαψιλῶς ἐπὶ φάτνης ἐκτρέφει καὶ θεραπεύει, ἢ πρόδηλον ὅτι λαμπρῷ καὶ περιχαρεῖ τῷ κηρύγματι πάντας τοὺς φιλοθέους καὶ φιλοχρυσοστόμους ὡς φιλοπάτορας ἡ θεία αὕτη καὶ σεβάσμιος συγκαλεῖται πανήγυρις καὶ δαψιλεῖ τῷ φωτὶ τὸ τῆς νυκτὸς ζοφῶδες πρὸς τὴν ἡμερινὴν λαμπρότητα προσφόρως πάνυ μεταλλαττόμενον καὶ ἐν τούτῳ ποιητικῶς εἰπεῖν τῷ ἀστερόεντι οὐρανῷ ἐξομοιοῦται καὶ ἀπεικάζεται; Διὸ δεῦτε λαὸς ἱερός, μερὶς ἐκλεκτή, τίμιον ἔθνος καὶ ἅγιον, σχοίνισμα Κυρίου τὸ κράτιστον, τὰ καλὰ καὶ τριπόθητα πρόβατα, ἃ τῆς τοῦ διδασκάλου φωνῆς καλῶς καὶ σωτηρίως ἀκούοντα ἐπὶ νομὰς ζωηφόρους καὶ σωτηριώδεις συνήθως ἐκτρέφεσθε, τὴν εὐφημίαν μοι ἐνυφαίνοντες τῶν ἀγοραίων ταραχῶν καὶ ἀκοὴν ἀνακαθάρατε καὶ διάνοιαν, ἵνα τῇ τῶν ἐκείνου καλῶν διδαχῶν ἀναμνήσει κατατρυφήσωμεν καὶ τὴν ὥσπερ ἐκ μαστῶν διαύλων πρὸς τὴν τῆς νίκης νύσσαν ἐπάνοδον τοῦ ἀθλητοῦ κατοπτεύσωμεν· εἰ γὰρ καὶ μὴ πρὸς τὸ πᾶν τῆς ὑποθέσεως ἀποδύσασθαι διὰ τὸ ἀνέφικτον τεθαρρήκαμεν, ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων τὸν λέοντα τεκμαιρομένοι καὶ ἀπὸ τῆς κρόκης τὸ ὕφασμα ἢ καὶ τὸ πᾶσι δῆλον τὸ δένδρον ἐκ τοῦ καρποῦ. Τὰ μὲν οὖν ἄλλα λεγόντων τε καὶ γραφόντων ἐστὶν ἀκούειν πολλῶν καὶ ὅσοι τῆς λογικῆς παιδείας καὶ τῶν ταύτης ὀργίων οὐ πάντῃ ἀμύητοι καὶ τοῦ μουσικοῦ κρατῆρος ἀπώναντο. Τοσοῦτοι γὰρ τὰ ἐκείνου θαυμάζουσιν, ὅσοι σχεδὸν καὶ λόγου μετέχουσι. Τὰ δ' ὅσα πρὸς τὴν παροῦσαν ἡμέραν τείνει καὶ ἃ διεξιὼν οὐ περιττὸς ἴσως δόξω καὶ ὀχληρός, ταῦτα δὴ διεξέρχομαι. Ἦν ὅτε καλῶς εἶχε τῷ λαῷ Κυρίου τὰ πράγματα καὶ ταῖς ἐκκλησίαις Θεοῦ τὸ ἀστασίαστον ἐνεπολιτεύετο καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη ὥσπερ τις κλῆρος πατρῷος ἐτηρεῖτο καὶ ἐφυλάττετο καὶ τὸ Χριστοῦ γεώργιον ἐπληθύνετο καὶ πάντες ἔσπευδον ἐκζητεῖν τὸν θεὸν καὶ ταῖς τρίβοις τῶν θείων αὐτοῦ πορεύεσθαι ἐντολῶν, ὅταν ὁ μέγας οὗτος τῆς ὀρθοδοξίας κανὼν, ἡ ποτιμωτάτη τῶν λόγων καὶ ἀέναος θάλασσα, ἡ τῆς σοφίας ἀκρόπολις, ἡ ὡς ἀληθῶς οὐρανία φωνή, τὸ τοῦ θείου Πνεύματος καταγώγιον, ἡ σάλπιγξ τοῦ σωτηρίου κηρύγματος, ὁ τῆς οἰκουμένης ἄδυτος ἥλιος, τὸ τῆς ἐκκλησίας ἐμπρέπον ἱερῷ στερεώματι τὴν περίγειον πᾶσαν οἰκουμένης διηύγαζε καὶ ταῖς ἀστραπηφόροις ἀκτίσιν αὐτοῦ τῶν λόγων ὁ κόσμος κατεφαιδρύνετο καὶ πάντες ἐκ τοῦ καταρρύτου καὶ εὐώδους αὐτοῦ λειμῶνος τὰ παντοδαπὰ καὶ ποικίλα ἄνθη

Intertext edge

Open linked passage

Note