Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
309.1
ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσχατιᾶς τέρματα ἀκαλλῆ καὶ ὀλέθρια ἀπιστίᾳ τῇ πρὸς Θεὸν κρατούμενα καὶ ματαίαις τισι δόξαις περιπλανώμενα, ἡλίῳ τε καὶ πυρὶ τὸ σέβας ἀμαθίᾳ ἀπονέμοντα καὶ ἄλλοις τισὶ κιβδήλοις σεβάσμασιν ὡς θεοῖς λατρεύοντα. Οὗτος ὁ μέγας καὶ τίμιος ὄντως τοῦ Θεοῦ ἄνθρωπος πλήρης θεογνωσίας καὶ πίστεως ἐκ τῶν οἰκείων διδαχῶν πάντας τοὺς ἐκεῖσε υἱοὺς φωτὸς διὰ τῆς ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννήσεως συντόμως ἀπέδειξε καὶ τῇ τροφίμῳ καὶ ποτιμωτάτῃ τῶν λόγων αὑτοῦ διδασκαλίᾳ χρηστοὺς καὶ θεοσεβεῖς τοὺς πρὶν ἀχρήστους καὶ ἀσεβεῖς ἀπειργάσατο. Ταῦτα τοῦ μεγάλου ὄντως καὶ θαυμασίου τῆς ἀποικίας καὶ ἀδίκου ὑπερορίας τὰ κατορθώματα, ταῦτα τοῦ δευτέρου Ἰὼβ τὰ παλαίσματα καὶ τῆς περὶ αὐτὸν πραγματείας ἡ ἔκβασις. Ἀγὼν γὰρ ἦν ἀρετῆς τοῦ μὲν ὅπως τὴν ὑπέρφρονα ταύτην καὶ μαινομένην τῆς δευτέρας εἰδωλολατρείας ἐκσπάσῃ, εἴτουν φιλαργυρίας, τῆς δὲ ὅπως τὸν ἅγιον πονηρᾷ ἀνταποδόσει ἀμείψηται. Καὶ γὰρ οὐδὲ τοῦτο συνιδεῖν ἠδυνήθη τῷ καιρῷ τῆς μανίας οἱονεὶ κύφωνί τινι παρὰ τοῦ πονηροῦ βαρυνθεῖσα καὶ δυσανάκλητον ἔχουσα τὴν διόρθωσιν. Ἐκράτει τοίνυν τὸ ἀσεβές, τὸ εὐσεβὲς ἀπηλαύνετο, καὶ ἐν νυκτομαχίᾳ δεινῇ τὰ τῶν ἐκκλησιῶν ἦν, ὁ φθόνος ἱστᾶν ἐδόκει τῆς οἰκείας μοχθηρίας τὰ τρόπαια καὶ ἀλαλάζειν τὰ ἐπινίκια. Ἐπεὶ δὲ τὸν δρόμον ἀποστολικῶς εἰπεῖν τελέσας καὶ τὴν πίστιν τηρήσας μετὰ τοὺς πολλοὺς ἐκείνους ἱδρῶτας καὶ κόπους καὶ τὴν πολλὴν ταλαιπωρίαν τῶν ἀλλεπαλλήλων ἐξοριῶν ἐκάλει τοῦτον πρὸς ἑαυτὸν ὁ βασιλεὺς καὶ στεφοδότης Ἰησοῦς, ὁ ἐμὸς Χριστὸς καὶ θεός, τὸν οἰκεῖον ἀθλητὴν καὶ νικηφόρον τὰ βραβεῖα τῶν πολλῶν καμάτων ἀποληψόμενον, ἐνταῦθα τὶ γίνεται καὶ τὶ θαυματουργεῖται δίκαιον ταῖς φιλοθέοις ἀκοαῖς εἰσηγήσασθαι. Πέτρον καὶ Ἰωάννην τοὺς προκρίτους καὶ τιμίους τῶν ἀποστόλων αὐτῷ πάλιν ἐξαποστέλλει εὐαγγελιζομένους τῶν πολλῶν καὶ μακρῶν πόνων καὶ ἄθλων τὴν ἀνάπαυλαν, ἐπιρρωνύντας τὸν ἀριστέα, ἐπισφραγίζοντας τὴν ἀνάρρησιν, κροτοῦντας τὰ νικητήρια, τὰ γέρα τῆς νίκης, τὰ βραβεῖα, τοὺς ἀμαράντους στεφάνους, τὴν δόξαν, ἣν κληρονομήσειε σὺν αὐτοῖς, τὸν πικρὸν θάνατον τοῦ καταράτου γυναίου διὰ τῆς τῶν σκωλήκων βρώσεως προσημαίνοντας ὡς ἐχθίστου, ὡς ἀποπτύστου, ὡς κυνῶν ἀξίου καὶ τῆς τούτων περιπλοκῆς, ἀνθ' ὧν εἰς αὐτὸν ἐπλημμέλησεν, ἀμβροσίαν σιτίζοντας. Συντηροῦσι τοῦτον μέχρι τοῦ καιροῦ τῆς πρὸς θεὸν ἐκδημίας καὶ ἀναλύσεως ἄσιτον. Καὶ πάλιν μετὰ ταῦτα ἕτερον θαῦμα καὶ ἄξιον ἱστορίας· τριῶν γάρ που παρεληλυθότων μηνῶν οἱ καλλίνικοι μάρτυρες Βασιλίσκος τε καὶ Λουκιανὸς τὸ βασίλειον κλέος τῆς νίκης εὐαγγελίζονται

Intertext edge

Open linked passage

Note