Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
310.1
καὶ τὴν πρὸς τὸν στεφοδότην Χριστὸν καὶ θεὸν ἐκδημίαν καὶ τὴν ἐκείνου μεθ' ἑαυτῶν ἐν τῷ οἰκείῳ μνήματι συγκατάταξιν. Ἀπαίρει τοίνυν ὁ ἀθλητὴς τῶν κάτω χειρὶ θεοῦ τὸ πνεῦμα παραθεὶς καὶ τὸ καρτερικὸν αὑτοῦ καὶ πολλοῖς ἱδρῶσι συντακὲν ἅγιον σῶμα τῷ τάφῳ τῶν μαρτύρων συνθάπτεται καὶ τὸ ἑαυτοῦ τὸ μακάριον διὰ τῆς τῶν ἐπελθόντων πόνων ὑπομονῆς οὐ πόρρω μαρτυρικῆς τιμῆς ἀποφήνας. Ὅτι δὲ καὶ τῆς ἄνω χορείας ὁ ἐπαινούμενος ἄξιος καὶ ἀνθάμιλλον τῶν ἑαυτοῦ πόνων τε καὶ ἀγώνων ἡ μακαρία ἐκείνη καὶ ἁγία ψυχή, τὸ παγκόσμιον ἐκεῖνο καὶ τιλμαφέστατον ἀγαθόν, ἡ τοῦ παντὸς κόσμου ὁδηγία πρὸς τὸ καλὸν καὶ οἷόν τις φωταγωγία καὶ ἔλλαμψις, τὴν διαγωγὴν ἐκληρώσατο καὶ τῆς ἐγγυτάτω στάσεώς τε καὶ τάξεως ἔτυχε, τῆς μετ' ἀγγέλων φημι καὶ ὅπου τῶν ἐξ ἀρετῆς κεκαθαρμένων ἡ κατοικία, ἔξεστιν οὐκ ἀπεικότως ἀπό τινων ἐν σαρκὶ περιόντων ἔτι καὶ τὴν ἀλήθειαν φαντασθέντων τοῦ μὴ τὸν τῆς ἀρετῆς λύχνον ὑπὸ τὸ μόδιον τῆς τινων κιβδήλου καὶ ὡσάν τις εἴποι οὐκ ἀληθοῦς ὑπολήψεως κρύπτεσθαι λαθεῖν καὶ τοῖς ὑποσκάζουσι καὶ εἴπερ ἀμφισβητησίμοις λαμπρότερον ἡλίου ἀποφῆναι τὴν ὄντως περὶ τοῦ ἀμαθῶς ὑπειλημμένου ἀλήθειαν. Ἤσχαλλέ τις τῶν φιλίων καὶ μάλιστα τοῦτον ἠγαπηκότων, Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦτον λογισμός τις καὶ ἐδαπάνα οὐκ ἔξω τοῦ πρέποντος ὑπονύττων τοῦτο ὑποτιθεμένου τοῦ δάκνοντος λογισμοῦ καὶ σαλεύοντος καὶ μαθεῖν ἀναζητοῦντος πάσῃ σπουδῇ ποίας ἄρα δόξης τε καὶ τιμῆς ὁ φίλτατός μοι καὶ τίμιος Ἰωάννης, καὶ τίνος τάξεως ἔλαχεν, ᾧ πολλοί τινες διὰ τῶν λόγων πόνοι καὶ συγγραφαὶ καὶ κόσμος ὅλος πεφωτισμένος καὶ πρὸς ἀρετὴν καὶ θεῖον ζῆλον ἐπεστραμμένος. Οὕτως αὐτὸν τὸν εἰρημένον Ἀδέλφιον τοῦ λογισμοῦ ἐκθλίβοντός τε καὶ κατατρύχοντος, ἵνα καί τινος θειοτέρας ἀντιλήψεως αἴσθηται, συντονώτερόν τε καὶ προσκειμένου τῇ ἱκεσίᾳ καὶ ταῖς εὐχαῖς ἐγκαρτεροῦντος καὶ δεομένου ἔδοξέ πως ἐξεστηκέναι καὶ προβῆναι τοῖς οὐρανίοις τῆς τε χειρὸς λαβομένου τινὸς αὐτὸν νεανίου λευχείμονος πρὸς χῶρον ἀγαγεῖν τοῦτον φωτὸς λαμπροτάτου ὑπόπλεων, οὗ πᾶς ὁ τῶν θεῷ ᾠκειωμένων καὶ ἀληθῶν ἀρχιερέων ἐνεσκήνου χορός. Καὶ πάλιν ἡ αὐτὴ ἀπορία καὶ σύγχυσις μὴ συνορωμένου τοῦ ποθουμένου. Ὡς δὲ καὶ ἐξ ὀνόματος ἐμέμνητο καὶ οὐκ ἦν καὶ λοιπὸν στυγνάζων ἐπέμπετο πλήρης ἀνίας καὶ κατηφείας τὸ τριπόθητον χρῆμα μὴ συνορῶν, οἷς ἐπήλπιζε, τὸν χρυσοῦν ὄντως καὶ λόγοις καὶ πράξεσιν, ἕτερός τις τῆς αὐτῆς ὄψεως νεανίας τῆς προοφθείσης τῇ εἰρημένῃ ταύτῃ πολυφώτῳ οἰκίᾳ ὑπηρετῶν

Intertext edge

Open linked passage

Note