Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
311.1
τὸ κατηφὲς τῆς ὄψεως θεασάμενος ἠρώτα τὸν τρόπον ἀναμαθεῖν. Ὁ δὲ οὐκ ἀποκρίσεως ἠξίου τῇ λύπῃ κατεσχημένος. Τοῦ δὲ σφοδρότερον ἐγκειμένου καὶ μαθεῖν ζητοῦντος τὶ τὸ τὴν τοσαύτην ποιοῦν ἀνίαν καὶ ἅμα οὐδὲ δίκαιον ἀπιέναι λυπούμενον τοῦτο μόνον εἰπεῖν ἔτι ἀλύοντα καὶ ποσῶς ἐπιστένοντα ὅτι φησὶ τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον Ἰωάννην οὐχ ἑώρακα συνδιαιτώμενον τοῖς παροῦσι. Καὶ τὸν εὐθέως ὑπολαβόντα εἰπεῖν· καὶ οἴει τοῦτόν τινα τῶν ἐν σώματι ὅπου ποτ' ἔστιν ἐκεῖνος ἰδεῖν καὶ ἧς μετέσχηκε τάξεως; Καὶ οὐ παρέστηκεν ἡ μακαριωτάτη φύσις ἐκείνη, καὶ τολμηρὸν εἰπεῖν ὑπὲρ ἄνθρωπον. Ταύτην λαβὼν τοῦ τέως ἐνδοιαζομένου καὶ τυραννοῦντος τὸν λογισμὸν ὁ ἱερὸς οὗτος Ἀδέλφιος ἀληθεστάτην ἀπόκρισιν δοξάζων ἦν τὸν Θεόν, τὸν πολλαπλασίως ἀποδιδόντα τῶν πιστῶς ἐλπιζομένων τὰς ἀμοιβὰς καὶ χάρισι τιμῶντα ταῖς ἀνωτάτω καὶ νοῦ καταλήψεως. Ἐπεὶ δὲ ἡ θεία δίκη τὴν μαινάδα ἐκείνην καὶ διώκτριαν δικαίως ἐδίκασε καὶ σκωλήκων βρώσει τὸν βίον οἰκτρῶς ἐδικαίωσε καταστρέψαι ὥστε μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν οἰκείων αὐτῆς κακῶν, ἀλλὰ καὶ τὸ σῶμα τελευταῖον παρὰ θεοῦ πλήττεται πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον αὐτῆς ἀποτινούσης ἃ ἥρπασε καὶ θριαμβευούσης ἃ εἰς τὸν ἅγιον ἔδρασε Θεοφίλου τε λιθώδει καὶ οἷα τὰ ἐκ νεφρῶν πάθη περιπεσόντος καὶ βιαίως τὸ ζῆν ἀπορρήξαντος τῶν τε λοιπῶν κατηγόρων, τῶν τὴν ἐξορίαν ἐξηρτυκότων τοῦ ἁγίου, αὖθις διαφόροις πληγαῖς καὶ νόσοις θεηλάτοις τῆς ζωῆς τὸν θάνατον ἀνταλλαττομένων, αὐτοῦ δὲ τοῦ βασιλέως Ἀρκαδίου τὸ κοινὸν καὶ πᾶσιν ὀφειλόμενον πιόντος τοῦ θανάτου ποτήριον καὶ Θεοδοσίου, τοῦ ἐκείνου παιδός, τὰ πατρῷα σκῆπτρα κληρωσαμένου, ὁ μεταξὺ χρόνος εἰς ἀρχιερέα θεοῦ θείᾳ ψήφῳ προὐβάλλετο ἄνδρα ἱερόν τε καὶ ἅγιον τῷ διδασκαλικῷ τοῦ μεγάλου Ἰωάννου γάλακτι ἐκτραφέντα. Πρόκλος δὲ ἦν ὁ πάλαι περιόντι τὰ μυστικώτατα τούτῳ διακονησάμενος. Τῷ τοίνυν τετάρτῳ ἔτει τῆς αὐτοῦ ἀρχιερατείας τὸ καταλειφθὲν τῆς ἐκκλησίας ἐγκάρδιον, οἷόν τι μνήμης ἐμπύρευμα, θείῳ πνεύματι κινηθέν τε καὶ ἀναζέσαν ὡς εἶδεν ὥσπερ αἰθρίαν τὸν κόσμον ἐπιλαβοῦσαν καὶ ἀναλάμψασαν καὶ τὰ τοῦ φθόνου διασκεδασθέντα νέφη, ὃς πρὸς μὲν τὸ ἀντιβαῖνον εἴωθε διεγείρεσθαι, πρὸς δὲ τὸ ἐκποδὼν ὃν ὑπολωφᾶν καὶ μαραίνεσθαι, ἡνίκα ἡ ἐπαινετὴ πρᾶξις ἐφ' ἑαυτῆς θεωρουμένη θαυμάζεσθαι τὸν ἐργάτην ποιεῖ. Τοῦτον οὖν τὸν καιρὸν παρρησίας ἑαυτοῖς καὶ δυσχερῶν ἀπολύσεως νομίσαντες ἐπιτήδειον, πάνδημον ἐποιοῦντο πρεσβείαν πρὸς τὸν τῶν ἱερῶν προεστῶτα πραγμάτων πεῖσαι δεόμενοι τὴν βασιλέως γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ

Intertext edge

Open linked passage

Note