Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
313.1
πρεπῶς ὡς εὐγνώμονες, οὐ προστάσσομεν βασιλικῶς ὡς καὶ σοῦ κυριεύοντες, ὡς δεσπότην μετακαλούμεθα, οὐχ ὡς ὑποχείριον βιαζόμεθα. Γνησίων τέκνων φίλτρῳ κινούμεθα πατρικὴν ἐπίδειξαι τὴν συμπάθειαν. Ἀπόδος σου τὸν νεκρόν, οἷς καὶ πρότερον ἐπέδωκας σεαυτόν. Ἀδικήσεις ἐπὶ πλέον ἀναβαλλόμενος. Εἴπερ τοῖς ἀγνωμονήσειν πρός σε μέλλουσιν ἐπεδίδους σαυτόν, οὐ γὰρ ἠγνόεις ὁ διορατικώτατος νοῦς τὰ καταληψόμενα, τοῖς ἀξιοχρέους σοι τὰς τιμὰς ἀποδιδόναι προθυμουμένοις ζημιώσεις τὴν προστασίαν σου; Ὡς δὲ μετὰ τῆς τοῦ βασιλέως δεήσεως καὶ τῶν παννύχων ὕμνων καὶ προσευχῶν τὴν προτέραν ἀπόπειραν προσήγαγον τῇ σορῷ, ἦν ἰδεῖν, ὢ τοῦ θαύματος, πάλιν τὴν φυσικὴν ἀπολαβὸν τὸ ἅγιον ἐκεῖνο σῶμα σύνταξιν καὶ κουφότητα, τὴν μετάθεσιν εὐχερῆ καὶ ῥᾴστην τὴν μετακίνησιν, ὥσπερ τινὸς ἐν προαιρετικῇ κινήσει τὸν οἶκον ἀμείβοντος. Καὶ τοῦτο γὰρ λέγεται τὸ θαυμάσιον, ἑαυτὸν ἐπικουφίσαι τὸν ἅγιον τοῖς μετακομίζουσι τοῦτον πρὸς τὴν σορὸν τὴν βασίλειον. Ὥσπερ οὖν οἱ μυρίανδρον ἑλόντες πόλιν καὶ μέγαν κατάγοντες θρίαμβον πολλοὺς τοὺς πρὸς τὴν θέαν συρρέοντας ἔχουσιν, οὕτω δὴ καὶ οἱ τὸ θεῖον ἐκεῖνο σκῆνος κατάγοντες μυρίον εἶχον ὄχλον τὸν παραπέμποντα. Εἴκασεν ἄν τις πόρρωθεν ὢν τὸ τῶν λαμπάδων πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζουσιν εὐτάκτως κινουμένου χοροῦ οἷόν τινα κορυφαῖον μέσον τὸν δίκαιον ἔχοντες. Ὡς δ' ἐγγυτέρω προσελθόντος ταῖς ἀκοαῖς ἡ ψαλμῳδία προσέπεσεν, εἰκόνα ἂν ἔδοξε θεωρεῖν τῆς ἐπὶ γῆς τοῦ θεοῦ λόγου ἐνσωματώσεως, καθ' ἣν ὁ τῶν ἀγγέλων χορὸς τὸ δόξα ἐν ὑψίστοις ἐκραύγαζε. Τοσαύτη τις ἦν ἡ περὶ τὸν μέγαν Ἰωάννην δορυφορία τε καὶ πομπή, τοσοῦτος ὄχλος πανταχόθεν συνέρρεε. Τίνος οὖν βασιλέως ἐπάνοδος ἔθνη χειρωσαμένου μυρία καὶ πόλεις τειχήρεις κατὰ κράτος ἑλόντος τοιαύτη προεπέμφθη τιμή; Ἢ τὶς τοσούτους ἔσχε τοὺς πρὸς τὴν θέαν συντρέχοντας; Ὡς δ' οὖν πρὸς τὴν ἀντιπέρας τῆς βασιλείου ταύτης τῶν πόλεων ἀκρόπολιν ἔφθασαν, ἦν ἰδεῖν τὸν ἐν μέσῳ τούτων πορθμὸν ὥσπερ τινὶ στόλῳ ταῖς μικραῖς ὁλκάσι καὶ λέμβοις καὶ ἀκατίοις πρὸς τὴν ὑπάντησιν ἐπειγομένοις καταπυκνούμενον. Οὐδὲ πορθμεῦσιν ἄλλη τις ἦν ἐμπορία οὐδὲ ἑωρᾶτο τὸ πλοῖον, ἄλλοσέ ποι φερόμενον. Ἐπεραιοῦτο γὰρ σὺν τῷ βασιλεῖ καὶ γερουσία βουλὴ καὶ τῇ ἀρχιερατικῇ πολιτείᾳ τὸ ἀποκληρωθὲν τὸ πᾶν συνεξήρχετο. Οὐδὲ γυναῖκας ἐπεῖχεν ἡ διηνεκὴς οἰκουρία τὸ τηνικαῦτα, ἀλλὰ πολλαὶ καὶ ὄψεως ἄρρενος τότε πρῶτον κατατολμήσασαι ἐξῄεσαν εἰς ὑπάντησιν ἁγιασμοῦ πιστεύουσαι μετασχεῖν καὶ ἀπὸ μόνης τῆς ὄψεως.

Intertext edge

Open linked passage

Note