Oratio de translatione Chrysostomi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
314.1
Τριήρης τῶν βασιλέων ἦν εὐτρεπής, ἡ δεξομένη τὸν ἤδη παρὰ θεῷ βασιλεύοντα. Καὶ πάλιν κἀνταῦθα τὴν εἴσοδον τοῖς θαύμασι θεοῦ ἐμεγάλυνεν· ἐξαίφνης γὰρ βιαίας ζάλης διεγερθείσης καὶ τοῦ τῆς θαλάσσης κύτους ἐν ἀνέμῳ νότῳ βιαίῳ διαστάντος καὶ κλύδωνος διεγηγερμένου μεγάλου καὶ τῶν κυμάτων συγκρουομένων ἀτάκτως καὶ πολὺν ἐχόντων σάλον καὶ τάραχον, τὰ μὲν ἄλλα τῶν πλοίων τῇδε κἀκεῖσε διερρίπτοντο ὡς ἕκαστον ἔτυχεν ἔν τισι κοιλώμασι προσοκεῖλαν ἢ καὶ πρὸς λιμένας διασωθέν. Τὸ δὲ φέρον τὸν δίκαιον τῶν κάλων ἀπορραγέντων οἱονεὶ χειρὶ τῇ δυνάμει τοῦ φερομένου κάλου διακυβερνώμενον προσωρμίσθη τῷ τῆς χήρας ἀγρῷ, ὃν κακῶς ἡ τύραννος βασιλὶς τοῦ πενομένου γυναίου ἀφήρπασεν ὥσπερ οἶμαι καὶ τοῖς ἧττον μετέχουσι ἀγχινοίας τε καὶ φρενῶν δεικνύοντος τοῦ θεοῦ τῆς ἐξορίας τούτου τὸ αἴτιον. Μᾶλλον δὲ οὐδὲ θανὼν ὁ δίκαιος τῆς συνηγορίας καὶ τοῦ ἐκδικεῖν τὸ ἐπηρεασθὲν ἐπαύετο γύναιον, ἀλλ' ὥσπερ τις μάρτυς ἀψευδὴς πόρρωθεν εἰς ὁρίων ὑπόδειξιν μετακληθεὶς τὴν οἰκείαν ἔθετο ψῆφον καὶ κρείττονι γλώσσης ἐμαρτύρει φωνῇ, ἧς τὸ χωρίον ἐτύγχανεν. Ἐπεὶ δὲ τὸ περὶ τούτου αὐτοῦ διήνυστο βούλημα, τὸ παραυτίκα ἀποδοθῆναι τῇ χήρᾳ τὸν ταύτης ἀγρόν, κατηυνάσθη μὲν εὐθέως τὸ πέλαγος, ἐστορέσθη δὲ τῷ κλύδωνι καὶ οἷον φιλεῖ γίνεσθαι ἐν τούτοις, ὅταν γαλήνη πορφύρηται καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Καὶ ὡς ἔκ τινος ναυαγίου διασωθέντα πανταχόθεν τὰ πλοιάρια συνηθροίζετο καὶ ὡς στρατηγίδα ναῦν τὴν φέρουσαν τὴν τιμίαν ἐκείνην σορὸν δορυφοροῦντα προέπεμπον. Καὶ οὕτως ἀπεδόθῃ τῇ βασιλίδι πόλει ὁ εὐπρεπὴς αὐτῆς κόσμος καὶ τὸ βασίλειον ὄντως διάδημα. Καὶ ταῦτα μὲν ἐν τούτοις. Τὰ δὲ νῦν ἄλληλα λαμπρότης καὶ φῶς ἀπρόσιτον καὶ χαρὰ διαχέουσα τῶν πιστῶν τὰς καρδίας. Ἡμέρας γὰρ ἄρτι διαγελώσης καὶ τοῦ χρυσοστομικοῦ καὶ ἡλιολαμποῦς σκήνους τῇ ἡμετέρᾳ πόλει λαμπρὰς ἀκτίνας ἐπαφιέντος ὁ τοῦ ἀοιδίμου ἀποστόλου Θωμᾶ ναός, ὁ πρὸς θάλασσαν κείμενος, ὃν Ἀμαντίου οἶδεν ὀνομάζειν ἡ πόλις, τοσοῦτον ἀγαθὸν δεξιοῦται. Καὶ ταῖς παννύχοις ὑμνῳδίαις καὶ εὐφημίαις δι' ὅλης νυκτὸς γεραιρόμενος καὶ πολλοὺς δεξάμενος σὺν δάκρυσιν ἀσπασμοὺς ὥσπερ τις ἀγνωμονηθεὶς τῳόντι καὶ παρὰ τὸ εἰκὸς ἐπηρεασθεὶς τοὺς ἠδικῆσαι δοκοῦντας καὶ διαλλαττομένους προσίεται μετ' εὐλαβείας καί τινος προσιόντας αἰδοῦς, οὕτω δὴ καὶ ὁ ἀρχιερεὺς τοῦ θεοῦ πρῶτα μὲν αὐτὸν τὸν τὸ κράτος ἰθύνοντα προσεδέχετο, τοῦτο μὲν ὡς πατέρα καὶ ἀνάδοχον ἐκ τοῦ θείου γεγονότα λουτροῦ τιμῶντα καὶ μεγαλύνοντα, τοῦτο δὲ τῆς κατὰ σάρκα μητρὸς παραιτούμενον τὴν δικαίαν ὀργὴν καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν