Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
315.1
εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσιν ἀνενδότως ὡς ἐν συσσεισμῶ σαλευόμενον, ὃν ὡς συσσείουσα τὴν ἐκκλησίαν τοσούτοις ἤδη χρόνοις κατὰ τὴν τοῦ Κάϊν ἐκλονήθη καὶ μεταστᾶσα ὁμοίωσιν. Καὶ μέντοι καὶ τυγχάνει τῶν δεήσεων, ὡς ἐκ τοῦ φανεροῦ τὸ ἀφανές ἐστι συλλογίσασθαι. Ὅρα δ' ἐνταῦθα τὴν τοῦ φιλοχρίστου βασιλέως θερμοτάτην προαίρεσιν· καὶ γὰρ ὡς ζῶντι τῷ ἁγίῳ ἐκείνῳ καὶ τριποθήτῳ λειψάνῳ προσομιλεῖ. Ἦν γὰρ ἰδεῖν ὄντως θαῦμα πᾶσαν ὑπερεκπίπτον ἔννοιαν. Ὡς ἄρτι γὰρ τῶν αἰσθήσεων ἠρεμουσῶν ἡδέως καθεύδειν τὸν ἅγιον ἐλογίζετο. Καὶ δὴ καὶ τὴν βασίλειον χλαῖναν προσεφαπλοῖ ἄνωθεν τοῦ ἱεροῦ ἐκείνου σκήνους ὡς ὑπεξούσιον αὐτῷ δῆθεν ποιῶν τὴν αὐτοκρατορικὴν ὄντως τῶν ῥωμαίων ἀρχὴν ὁμοῦ τε δι' αὐτῆς ἁγιασθῆναι καὶ τὸ ῥωμαίων κράτος ἐπηλπικώς. Ἔπειτα μετ' ἐκεῖνον καὶ τὸ ἔκκριτον ἱεράτευμα. Πολὺς ἦν ὠθισμὸς καὶ τῶν ἐν τέλει καὶ τοῦ λαοῦ πρὸς τὸ πλησίον γενέσθαι καὶ ψαῦσαι μόνον τοῦ ἱεροφόρου σοροῦ. Εἶτα δαψιλεῖ τῷ φωτὶ καὶ ἀφθόνοις εὐωδίαις θυμιαμάτων καὶ ἀρωμάτων ἐπηρμέναις τε τῶν ὕμνων ᾠδαῖς καὶ διαπρυσίοις φωναῖς διὰ μέσης οἷον θριαμβεύων τῆς πόλεως ἐπὶ τὴν τῆς Εἰρήνης μεγάλην καὶ καθολικὴν ἀπάγεται. Ἐπὶ δὲ τὸν ἴδιον θρόνον παρὰ τοῦ ἱεροῦ Πρόκλου ἀνατεθείς, πάσης δὲ τῆς πόλεως μετὰ πολλῆς θυμηδίας καὶ χαρμονῆς ἐκβοησάσης ἀπόλαυέ σου καὶ θρόνον καὶ τὸν λαόν, ὃν ταῖς σαῖς διδαχαῖς ἐφώτισας, ἀρχιερεῦ θεοπρόβλητε, εἶθ' οὕτως τῇ βασιλικῇ κελεύσει τοῦ αὐτοκράτορος τὸ ἱερὸν ἐκεῖνο σκῆνος βασιλείῳ ἅρματι εὐλαβῶς ἅμα καὶ αἰσίως ἐπετέθη καθάπερ ἥλιος τῷ πυρίνῳ ἅρματι διφρευόμενος. Εἰ δὲ καὶ Πρόκλος συνέποχος ἦν τῷ σοφῷ Χρυσοστόμῳ περὶ τὸ ἅγιον αὐτοῦ σκῆνος πονῶν καὶ διακονῶν, χάρις τῷ καλῷ διδασκάλῳ τῷ καὶ προελομένῳ εἰς μαθητείαν καὶ ἀναδείξαντι καὶ θρόνου καὶ ἀρετῆς κύριον διάδοχον. Ὁ μὲν οὖν ἀοίδιμος Πρόκλος πρὸ ἑαυτοῦ θεὶς τὴν πολύολκον ἐκείνην τοῦ ἁγίου λειψάνου θήκην πρὸς τῷ τῶν θείων ἀποστόλων περιωνύμῳ καὶ περικαλλεῖ ναῷ ἀποικίζεται. Καὶ οὕτως ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνυψωθεὶς καὶ τῷ θείῳ κἀνταῦθα θρόνῳ ἐνιδρυθεὶς μυστικῶς τε τὰ μεμυκότα κινήσας χείλη καὶ εἰρηνεύσας τὸ ποίμνιον ὡς παρὰ τῶν διαυγέστερον ἠξιωμένων τὰ τοιαῦτα ὁρᾶν ἐλέγετό τε καὶ ἐπιστεύετο τῇ τῆς ἀναπαύσεως ἐναπετέθη σορῷ, κἀνταῦθα ἡμῖν τὸ ἄσυλον τοῦτο ἀποτεθησαύρισται ἀγαθὸν καὶ νῦν ἐστι βασιλεῦσι καὶ ἄρχουσιν, ἀρχιερεῦσι καὶ κλήρῳ καὶ τῷ λαῷ πολύτιμος ὄλβος, κειμήλιον ἄπαυστον, θησαυρὸς ἀναφαίρετος, ἰαμάτων πηγή, διδαγμάτων ἀέναος ποταμός, ὀρθοδοξίας κρηπίς, στύλος ἐκκλησιῶν, ὀχύρωμα

Intertext edge

Open linked passage

Note