Oratio de translatione Chrysostomi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
316.1
καὶ κόσμος καὶ καυχήσεως στέφανος τῆς ὑποδεξαμένης μεγαλοπόλεως. Οὐ γὰρ ἔδει τὴν τοσούτοις εὐθυνουμένην καλοῖς καὶ τοσούτοις ἐναγλαϊζομένην ἀγάλμασιν ἀρετῆς οἷον ἠκρωτηριᾶσθαι περὶ τὸ καιριώτερον καὶ τὸν οἰκεῖον περιῃρεῖσθαι κόσμον, πιναρὰν δὲ καὶ πένθιμον στολὴν ἐνδιδύσκεσθαι τὸν τῷ κάλλει τῶν λόγων ὡς νύμφην ταύτην καταστολίσαντα κατὰ τὴν ὑπερόριον ὁρῶσαν παροραθέντα αὐλίζεσθαι. Τῆς δὲ θείας καὶ ἀναιμάκτου θυσίας κατὰ τὸ εἰωθὸς τελεσθείσης Πρόκλος ὁ παναοίδιμος μετὰ τοῦ ἱερατικοῦ καταλόγου καὶ τοῦ βασιλέως παρόντος Θεοδοσίου τοῖς τελουμένοις καὶ πάσης τῆς συγκλήτου βουλῆς εἰς ταὐτὸ συγκεκροτημένης πρὸς τὴν κηδείαν τρέπονται τοῦ θεοφόρου ἐκείνου καὶ ὄντως ἀκηράτου λειψάνου. Καὶ πάλιν θαῦμα ἐν θαύματι καὶ λογισμοὺς ἐκβαῖνον καὶ οἷον ἐξαίσιον· ἄνθρωπον γάρ τινα νόσῳ ἀθρίτιδι κατεσχημένον καὶ ἐπὶ πολλοῖς ἔτεσιν ἐξ αὐτῆς χεῖράς τε καὶ πόδας παρειμένον καὶ ὡς ἄλλον τινὰ παραλελυμένον ἐπὶ κλίνης βεβλημένον καὶ σωτηρίας ἁπάσης ἀπειρηκότα καὶ μικροῦ ἀποψύχοντα ἐνεγκόντες τῷ τιμίῳ τούτῳ λειψάνῳ κατέψων τοῦ μακαρίου. Αὐτοῦ δὲ τοῦ παρειμένου σὺν δάκρυσι τὸν ἅγιον ἱκετεύοντος τὰ εἰκότα ἐγένετο μὴ ἀποτυχεῖν τῆς ἰάσεως ὥστε πάντας τοὺς θεασαμένους δόξαν ἀναπέμψαι θεῷ τῷ τοιαύτην χάριν παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀναπαύσεως κατατίθησι μνήματι, ἐν τοῖς ἀδύτοις τοῦ ἱεροῦ καὶ ἀποστολικοῦ τεμενίσματος πάντως συνεῖναι τοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις τὸν τοῦ Χριστοῦ μαθητὴν καὶ ἀπόστολον. Διὰ τοῦτο τοῖς ποθοῦσιν ὁ ποθούμενος ἀποδίδοται, τοῖς πιστοτάτοις τέκνοις ὁ πατὴρ ὁ φιλότεκνος, τοῖς ὑπηκόοις ὁ πανεπιστήμων διδάσκαλος, τοῖς ὀρφανοῖς ὁ προστάτης, τοῖς ἀδικουμένοις ὁ προῖκα συνηγορῶν, τοῖς ἐπηρεαζομένοις ὁ μέγας ἐπίκουρος, τοῖς ἀνδραποδιζομένοις πολλάκις ταῖς ἡδοναῖς ὁ τὴν ἐπιθυμίαν πτερῶν πρὸς θεόν, τοῖς εἰς κακίας ὀλισθήσασι βάραθρον ὁ τῆς μετανοίας ὑφηγητής, τοῖς ἡττωμένοις κόρου τε καὶ τρυφῆς ὁ τῆς ἐγκρατείας ὑπογραμμός, ὁ πανταχοῦ τῶν πάντων κρατῶν, ὁ παρὰ παντὸς τὸ ἐν πᾶσιν ἀποφερόμενος συγκεχωρηκώς, ὁ μηδενὸς τῶν πρὸ αὐτοῦ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπολειπόμενος καὶ παιδεύσεως, ὁ μηδενὶ τῶν μετ' αὐτὸν ἐγγὺς αὑτοῦ συγχωρήσας ἐλθεῖν, εἰ μὴ καὶ πλεῖστον ἀπολειφθῆναι τῷ τῆς ἀρετῆς ὑπερβάλλοντι, ὁ μηδένα βυθὸν τῶν ἀποκρύφων μυστηρίων θεοῦ ἀδιερεύνητον καταλιπών, ὁ τῆς Γραφῆς τὸ βάθος ἅπαν θαυμασίως ἀναστομώσας καὶ ἀναπτύξας καὶ οἷον εἰς φῶς ἀγαγὼν καὶ τρισσῶς ὄντως ἀπογραψάμενος. Θάλλει μου ἡ καρδία καὶ πηγάζει ὁ νοῦς