Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
317.1
καὶ πανηγυρίζειν ἐφίεται καὶ τοῦ λέγειν μᾶλλον ὀρέγεται. Δεῦτε δὲ συμπληροῦτέ μοι τὴν ἐπιτάφιον τούτῳ τῶν ὕμνων ᾠδὴν ὅσοι τῶν ἐκείνου καλῶν μετειλήφατε καὶ καὶ τὰ ἐκείνου θαυμάζετε. Οἱ βασιλεῖς τὸν λαμπρύνοντα μᾶλλον ὑμῶν τὰς ψυχὰς τοῖς ὁλοχρύσοις ῥείθροις τῆς γλώσσης αὐτοῦ ἢ τὸ σῶμα τὸ τῆς πορφύρας ἄνθος καὶ τῶν μαργάρων τὸ κάλλος καὶ τὸ ἐκ λίθων τιμίων διάδημα. Οἱ ἱερεῖς τὸν εὐθὺν κανόνα τῆς ἀρχιερατικῆς καταστάσεως, οἱ περὶ λόγους τὸν ἐν πᾶσι λόγων ἡδέα πάντα ἀποκρυψάμενον. Οἱ πλούσιοι τὸν ἄριστον οἰκονόμον τῶν ἀποθέτων ὑμῖν χρημάτων καὶ περιττῶν. Οἱ πένητες τὸν ποριστὴν τῶν ἀναγκαίων καὶ τὴν ἔνδειαν λύοντα. Οἱ ἐν πένθει τὴν παραμυθίαν, τὴν παράκλησιν οἱ ἐν συμφοραῖς, τὴν ἀνάκλησιν οἱ τῇ ἀπογνώσει πρὸς ἀπωλείας κατερραγμένοι βυθόν. Τὸν πάντα γεγονότα τοῖς πᾶσι κατὰ Παῦλον εἰπεῖν, τὸν μέγαν ἀπόστολον, ἵνα κερδήσῃ τοὺς πάντας ἢ πλείονας. Τοίνυν ἀπὸ τοῦ καταρρύτου τούτου λειμῶνος τῶν τῆς ψυχῆς ἀγαθῶν τὰ ῥόδα τῆς ἀρετῆς καὶ ἀγάπης τρυγήσωμεν ὡς ἥδιστα ἐκ ψυχῆς καὶ φίλτρου περικαοῦς ἐπιχορηγοῦντες τὰς εὐφημίας καὶ λέγοντες ἅμα καὶ οὕτω κατονομάζοντες σκέπην κραταιὰν καὶ ὠχυρωμένων βασίλειον, φιλίας κειμήλιον ἔμψυχον, κῆπον κεκλεισμένον, πηγὴν ἐσφραγισμένην παράδεισόν τε τρυφῆς, εὐκαίρως ἀνοιγόμενον τε καὶ συγκλειόμενον, λιμένα γαλήνης τοῖς ὑπὸ καταιγίδων ταραττομένοις καὶ ἀναψύξεως, τῶν χρυσῶν δογμάτων καὶ ἀκηράτων τὸν ἀέναον χορηγόν. Ὁρᾶτε τοῦ Χρυσοστόμου τὰ χάριτας, ὁρᾶτε τῶν αὐτοῦ πόνων τὰ γέρα. Μέμνησθε πάντων τῶν γλυκυτάτων αὐτοῦ καὶ ἡδίστων διδαχῶν. Οἶδα τοῦτο καὶ σύνοιδα μεμνησομένους ἀεὶ καὶ οἷον ὑμῖν τὸ φίλτρον περὶ τὸν κοινὸν πατέρα καὶ εὐεργέτην καὶ ὡς ἐξήρτησθε τοῦ φίλτρου τούτου καὶ τῆς ἀγάπης καὶ τοῦτο μόνον πνεῖτε καὶ ἀναψύχεσθε. Ὁρᾶτε οἷος ἐγὼ κοινωνῶν καὶ τοῦ ζήλου καὶ τῆς ἀγάπης τοῦ θαυμασίου τούτου καὶ ἀξιεπαίνου πατρὸς καὶ διδασκάλου, εἴθε δὲ καὶ τῶν ἱερῶν πόνων ὧν ἡμῖν διὰ τῶν αὑτοῦ θεοπνεύστων λογίων ὑποτίθεται καὶ τῆς σωφρονεστέρας διαγωγῆς ὑπηκόους γενέσθαι. Καὶ γένοιτο, δέσποτα τοῦ ἐλέους καὶ πάσης παρακλήσεως Κύριε, καὶ πάντα τὸν κόσμον καὶ πρὸ πάντων ἡμᾶς τοῦτο μόνον κεκτῆσθαι χαράν, τὴν κοινὴν ἐλπίδα, τὸ ἀναφαίρετον ἀγαλλίαμα, τὴν ἀνεπίληστον μνήμην, τὴν ψυχοτρόφον, ὃν εἰ μὴ τιμῶμεν καὶ ἀγαπῶμεν καὶ τῆς σωζούσης διδασκαλίας τούτου ἐχώμεθα, τίνα ἄλλον στέρξομεν ἢ τίνι τῶν κρειττόνων καὶ εἰς ζῆλον ἀρετῆς ἀναγόντων ἑψόμεθα ἢ διὰ τίνος εὑρήσομεν τὰ ἐλπιζόμενα ἀγαθά; Ναὶ τέκνα πολιτείας εὐγενοῦς τε καὶ φιλοσέμνου τῆς εὐδαίμονος πόλεως εὐτυχέστατα καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι,

Intertext edge

Open linked passage

Note