Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
318.1
φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάντων τῶν τιμιωτάτων κεφάλαιον, τὰς τούτων τιμάς τε καὶ πανηγύρεις ἐμπνέοντες, ταύτας αἰσίως διατιθέντες, ἐν τούτοις στρεφόμενοι. Οἶδα γὰρ ὑμῶν τὰς παννύχους στάσεις καὶ ἀγρυπνίας, τὰς ψαλμῳδίας καὶ τοὺς ὕμνους τοὺς ἱερούς, τὴν ἀκρόασιν τῶν λογίων τοῦ πνεύματος καὶ πρός γε τούτοις καὶ τοῦ ἡμετέρου θείου καὶ σοφοῦ Χρυσοστόμου καὶ τὴν πρὸς θεὸν ἀνάβασιν ἢ ἐκδημίαν καὶ μεταχώρησιν, ἐκείνου τοῦ μεγάλου νοῦ τὰ θεῖα καὶ γεννήματα καὶ προβλήματα. Διὰ τοῦτο πειστέον ταῖς αὐτοῦ εἰσηγήσεσιν· οὗτος γὰρ ἀληθῶς ὁ τῆς οἰκουμένης φωστήρ, ζωῆς ἐν κόσμῳ λόγον ἐπέχων, ὁ τῶν ἐκκλησιῶν στύλος, τῶν πιστῶν τὸ προπύργιον, ὁ ἀπλανὴς ὁδηγὸς ὁ καλὸς γεωργὸς τῶν ἡμετέρων ψυχῶν, ὁ μόνον καὶ μνημονευόμενος ἡδονὴ καὶ γλυκύτης, ὃν οὕτως διαφερόντως ἀγάμεθα καὶ οὕτως αὐτοῦ ἐξηρτήμεθα καὶ οὕτως τῇ περὶ αὐτοῦ μνήμῃ συνεδήσαμεν τὰς ψυχάς, ὡς ἀπό τινος χρυσῆς σειρᾶς ἀδόλου καὶ πιστῆς διαθέσεως ἐκκρεμάμενοι. Ὑπέρευγε τοσούτου καλοῦ χαρισθέντος ἡμῖν εἰς ἀπόλαυσιν. Χρυσοστόμου ὁ μνησθεὶς πάντων τῶν φαύλων ἀπέσχετο· ἐκείνου γὰρ ὁ ἄμεμπτος καὶ θεάρεστος βίος ἡγίασε καὶ ἐτίμησε, διὸ καὶ παρ' ἡμῶν ἀεὶ φιλεῖται καὶ τιμᾶται καὶ μακαρίζεται. Εἴ τι καλὸν τῷ βίῳ τῶν ἀνθρώπων ἐμπολιτεύεται, εἴ τι σεμνότητος ἄξιον, εἴ τι πολιτείας θεοφιλεστάτης ἐχόμενον ἐκ τούτου εὕρηται καὶ κατόρθωται. Κενὸς ἂν ἦν ὁ κόσμος παντὸς ἀγαθοῦ τοῦ πρὸς θεὸν βλέποντος, εἰ μὴ τῆς ἀγαθῆς ῥίζης ἐτύχομεν τοῦ σοφοῦ κήρυκος, τοῦ ἀπλανοῦς ὁδηγοῦ, τοῦ ἀνεσπέρου φωτὸς καὶ λαμπροτάτου. Ὀργᾷ τὸ πνεῦμα καὶ γέγηθε καὶ ὥσπερ περιζέει τὸ φίλτρον καὶ διανίσταται καὶ οὐκ ἐθέλει τῆς περὶ τούτου μνήμης ὁ λόγος ἀφέλκεσθαι. Αἴθε πως ἦν καὶ διαβῆναι μόνον δι' ἀρετῆς πρὸς αὐτόν. Αἴθε συνεῖναι τῷ ποθουμένῳ καὶ τοῦτο μόνον ἡγεῖσθαι χαρὰν καὶ ἀπόλαυσιν· τὶ γὰρ καὶ τοῦ μόνον ἐκείνου μεμνῆσθαι γλυκύτερον; τὶ δὲ τοῦ διὰ γλώσσης τοῦτον ἔχειν ἐπιτερπέστερον; Οὕτω σοφῶς ἑαυτοὺς οἰκονομοῦντες καὶ σωτηρίας χαριέστερον ἐντευξόμεθα τῆς προσδοκωμένης. Ἀλλ' ὦ στόμα πάγχρυσον τοῦ Χριστοῦ, ὦ σάλπιγξ οὐρανία τοῦ πνεύματος, ὦ θεωρὲ καὶ κῆρυξ τοῦ ἀνάρχου πατρός, ὁ τῆς ἁγίας Τριάδος ὑποφήτης καὶ εὐαγγελιστὴς ἀληθής, ὁ ἀμέσως ὑπὲρ ἡμῶν ἐντυγχάνων καὶ πρεσβεύων τῇ ἁγίᾳ καὶ τρισηλίῳ θεότητι, αἴτησαι παρὰ θεοῦ εἰρήνην ταῖς ἐκκλησίαις, ἃς ταῖς σαῖς διδαχαῖς ἐφώτισας, ἵνα ἡμῖν αἱ πανηγύρεις αὗται φιλοτιμότερον ἄγωνται. Μὴ πλεονεξία, ἥτις ἐστὶ δευτέρα εἰδωλολατρεία, ἄρῃ καθ' ἡμῶν κεφαλήν. Μὴ ζιζάνιον χρυσομανίας ἐγερθὲν ἀποπνίξῃ τὸν σῖτον τῆς σῆς μεταδοτικῆς διδασκαλίας τῆς εἰς τοὺς δεομένους. Μή τις πέτρα γένηται καθ'

Intertext edge

Open linked passage

Note