Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de translatione Chrysostomi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
319.1
ἡμῶν τὸ στερρὸν ὑποφαίνουσα τῆς κακίας λειπομένη τῆς πιότητος τῆς σῆς ταπεινοφροσύνης καὶ ἄρριζον ἀποδειχθῇ τῶν σῶν σπερμάτων τὸ καλὸν καὶ πίον γεώργιον. Χρήζομεν τῆς ἀπὸ σοῦ ὠφελείας καὶ τῶν πολλῶν καὶ μεγάλων σου εὐεργεσιῶν τὴν ἄφθονον δαψίλειαν ἐπιζητοῦμεν. Πρέσβευσον ὑπὲρ τῆς σῆς ἁγίας ποίμνης πρὸς τὸν κοινὸν θεὸν καὶ βασιλέα ταῖς σαῖς εὐχαῖς τίμιε καὶ παντὸς τοῦ κόσμου ἰσοστάσιε ἄνθρωπε λυθῆναι τὰ ἡμῶν πλημμελήματα. Ἔχεις πολλοὺς τῇ σῇ μεγαλειότητι συμπρεσβεύοντας, τούτους συμπρεσβευτὰς συμπαράλαβε. Ἄθροισον τὸν χορὸν τῶν σοφῶν ἀποστόλων καὶ μετὰ τούτων δεήθητι ὡς τούτων ὑπάρχων ὁμότροπος. Ὑπόμνησον αὐτοὺς ἃ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκακοπάθησαν, ὑπὲρ ὧν τοὺς κινδύνους ὑπήνεγκαν καὶ τὰς ἁλύσεις ἐφόρεσαν, ὑπὲρ ὧν καὶ μελῶν ἠκρωτηριάσθησαν καὶ τοῦ ζῆν βιαίως ἀφῄρηνται, ὑπὲρ ὧν διὰ πυρὸς καὶ ὕδατος προφητικῶς εἰπεῖν διήλθωσαν. Ὑφορώμεθα τὰς ἀπὸ τοῦ πονηροῦ εἰσαγομένας ἡμῖν παγίδας. Προσδοκῶμέν τι τῶν ὀχληρῶν τοῦτο τῆς πονηρᾶς ἐννοίας ἀποτικτούσης, μήπως εἴδωλον ἁμαρτίας ἐν ἡμῖν μορφωθὲν πόρρω τῆς σῆς διδασκαλίας ἀπώσηται. Εἰ γὰρ καὶ ὑπερέβης τὸν βίον καὶ μετὰ ἀγγέλων τῷ θεῷ ὡς ἄϋλός τις καὶ οὐράνιος λειτουργεῖς καὶ δοξάζεις, ἀλλ' οἶδας, ὡς ὀλισθηρὰ καὶ εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ καί τι τῶν κρειττόνων καὶ θεοφιλῶν ἀρετῶν μετερχόμεθα, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν. Αἰτοῦμεν δὲ καὶ πρὸς τὸ μέλλον καλῶς εὐθύνειν ἡμᾶς καὶ διεξάγειν ἐπὶ νομὰς ζωηφόρους καὶ σωτηριώδεις τῶν θείων ἐντολῶν. Αἴτησαι δὲ παρὰ θεοῦ βασιλεῦσι κράτος γαλήνιον ἐν ὑποπτώσει τῶν δυσμενῶν, ἀρχιερεῦσιν εἰρηναίαν κατάστασιν τῇ τῶν σκανδάλων ἀνατροπῇ, τῷ ὑπηκόῳ τὴν εὐθηνίαν τῶν ἐντὸς ἀγαθῶν καὶ τῶν ἔξωθεν, ἵνα τῆς ἡμετέρας ψυχῆς λαμπάδες, ἃς ὁ τῆς σοφίας ἀνῆψεν ἔρως, τὰς ἐκκλησίας καταφαιδρύνωσιν, ἵν' οἱ περικαλλεῖς οὗτοι ναοὶ τοῦ προσήκοντος κόσμου μεταλαγχάνωσι τῷ τῶν συρρεόντων ἐσμῷ καὶ πάντες ἐν τοῖς τῆς ἀρετῆς λειμῶσι κατασκηνούμενοι καὶ περιηνθισμένοι τοῖς ἐντεῦθεν πλεκομένοις ἀμαραντίνοις στεφάνοις ὑπὲρ λίθον καὶ σάπφειρον ὡραϊσθέντες ὑπὲρ λυχνίτην καὶ σμάραγδον αὐγασθέντες καὶ τῇ λευκότητι τῶν ἀρετῶν ὡς μάργαροι γαλακτοειδῶς λευκαθέντες καὶ στίλψαντες λαμπροὶ λαμπρῶς ἐποφθείημεν τῷ καλῷ νυμφαγωγῷ τῶν καθαρῶν ψυχῶν Χριστῷ, τῷ θεῷ ἡμῶν, ὅτι δι' αὐτοῦ ἡ σωτηρία πᾶσιν ἡμῖν ἐξήνθησε νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

Intertext edge

Open linked passage

Note