Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus eos qui negant offerendum esse pro defunctis
Cyril of AlexandriaDefu 542 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
542.1
θρασεῖαν καὶ ψευδηγόρον ἀντεξάγοντες γλῶτταν· παύσασθε τοῖς τῆς Ἐκκλησίας ἔθεσιν ἐπιτιμῶντες ἀβούλως. μὴ γὰρ δὴ χρῆναί φασιν, ἐπ' αὐτῶν ἡμᾶς ἱέντας τῶν μνημάτων, τὰς ὑπέρ γε τῶν κεκοιμημένων ποιεῖσθαι λιτὰς, προσκομίζειν τε καὶ μεγάλα ἐμφρόνως οἱονεὶ παρόντι Χριστῷ διὰ τῆς ἁγίας καὶ μυστικῆς θυσίας. Καὶ μετ' ὀλίγα. Τί γοῦν ἐστι τὸ ἄτοπον καὶ σωματικῶς παρόντα Χριστὸν τὰς ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων δέχεσθαι λιτάς; εἰ μὲν γάρ ἐστιν ἀνωφελὲς καὶ εἰκαῖον ὄντως, ἢ καὶ ἀκαλλὲς ἑτέρως τὸ προσφορᾶς αὐτοὺς ἀξιοῦσθαι τῆς παρ' ἡμῶν, μηδὲ ἐν ἁπλαῖς τοῦτο γινέσθω προσευχαῖς· τότε δὴ τότε καθαριζέτω τις, εἰ βούλοιτο, τῆς ἐπ' αὐτοῖς τελουμένης θυσίας τὸ περιττόν· εἰ δὲ τὸν τῆς ἀγάπης καταθρασύνεται νόμον τὸ δι' οὐδενὸς τοὺς ἐκείνων λόγους, καὶ τό γε ποιεῖσθαι εἰς ἅπαν ἐᾶν καταπνίγεσθαι, λίθους σκληροὺς καὶ ἀφιλοικτίρμονας, ἀναμφιλόγως ἀποδεικνύουσιν τί τὸ κωλύον ἐστὶ ταῖς ὑπὲρ αὐτῶν προσευχαῖς συνανακομίζεσθαι τὴν θυσίαν, καὶ τοὺς τοῦτο δρᾶν ᾑρημένους ταῖς προσφερομέναις ἐπικουρίαις τὰς ἐκείνων ψυχὰς ὠφελεῖν ἐπείγεσθαι· Καὶ πάλιν· Ὅταν τοίνυν προσφέρομεν τῷ Θεῷ τὰς ὑπὲρ τῶν κατοιχομένων θυσίας καὶ προσευχὰς, αἰτιάσθω μηδείς· εἰς τρόπον εὐχῆς τὸ πανάριστον ἐπ' αὐτοῖς ποιεῖσθαι σπουδάζομεν, δι' οὗ γένοιτ' ἂν

Intertext edge

Open linked passage

Note