Adversus eos qui negant offerendum esse pro defunctis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
543.1
ἑτοιμότερος εἰς τὸ ἐλεεῖν ὁ Πατὴρ, καταργεῖται δὲ καὶ αὐτὸς ὁ θάνατος. Καὶ πάλιν· Ὅταν γὰρ κἂν εἰ τῶν ἀπὸ γῆς σωμάτων ἔξω γεγόνασιν αἱ τῶν τεθνεώτων ψυχαὶ, ἀλλ' ἐν ζῶσιν ἔτι λογίζονται παρὰ τῷ Θεῷ, τίς ὁ φάναι παραιτούμενος Καὶ μετ' ὀλίγα. Ἐννοιῶν ἄρα σοφῶν τε καὶ ἀγαθῶν οὐ μετρίως ἡμαρτηκότας κατίδοι τις ἂν τοὺς ἀποστερεῖν ἐθέλοντας τοὺς κεκοιμημένους καὶ θυσίας τῆς μυστικῆς καὶ τῆς ἄνωθεν ἡμερότητος. ζῶσι γὰρ ὡς ἔφην, τό γε ἐν εἰκόνι Θεοῦ οἱ ὅσον οὐδέπω ζήσειν μέλλοντες, καὶ αὐτῷ δὲ συνόντες Χριστῷ. Καὶ μετ' ὀλίγα, τὴν τοῦ ἰὼβ ὑπὲρ τῶν τέκνων παραθέμενος θυσίαν, φησὶ γὰρ ὅτι"̓ Απέστελλεν ἰὼβ καὶ ἐκαθάριζεν" αὐτοὺς ἀνιστάμενος τῷ πρωῒ καὶ προσφέρων ὑπὲρ αὐτῶν" θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν," καὶ ἐπιφέρει λέγων Οὐκοῦν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θύειν ὑπὲρ ἑτέρων, οὐδὲ δρᾶν ἐφίησιν ἀνεγκλήτως· ἐπαινεῖ γοῦν, ὡς οὐχ ὑπάρχον ἀνωφελές. εἶτα πάλιν τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ περὶ τοῦ παραλύτου καὶ τῶν χαλασάντων αὐτὸν διὰ τῶν