Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus eos qui negant offerendum esse pro defunctis
Cyril of AlexandriaDefu 544 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
544.1
κεράμων ἐξηγησάμενος ἱστορίαν τε καὶ θαυματουργίαν ἐπιφέρει καί φησιν Οὐκ ἀθαύμαστον ἠφίει ὁ Χριστὸς τῶν προσκομισάντων τὴν πίστιν. ὁ δὲ τῶν πόνων ἐπλούτει τὴν λύσιν, καὶ τὸ ἑτερογνήσιον εἰς φιλοθεΐαν εὐμενῆ καὶ φίλον αὐτῷ κατεστήσατο τὸν ἐλευθεροῦντα Χριστὸν πλημμελημάτων τε ὁμοῦ καὶ ἀῤῥωστημάτων. Καὶ αὖθις περὶ τοῦ ἑκατοντάρχου μνημονεύσας τοῦ ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ λέγοντος" Κύριε ὁ παῖς μου βέβληται παραλυτικὸς ἐν" τῇ οἰκίᾳ δεινῶς βασανιζόμενος· καὶ λέγει αὐτῷ Ἐγὼ ἐλθὼν" θεραπεύσω αὐτὸν, καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη Κύριε" οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσελθῇς· ἀλλ'" εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. ἀκούσας δὲ, φησὶν,"̓ Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω" ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραήλ." εἶτα πρὸς αὐτόν" Υπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι." καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ." Καὶ ἐπιφέρει καί φησιν Ἄθρει δή μοι κἀν τούτῳ τῷ (σιξ) διὰ τῆς ἑτέρου πίστεως τὸν οὐ παρόντα σωζόμενον. τί τοίνυν ἡμῖν ἀνοσίως τὴν φιλοκερδείαν ἐπιφημίζουσιν οἱ τῶν [ἀγαθῶν] εἰδότες οὐδὲν, εἰ τὴν ἄνωθεν ἡμερότητα τοῖς ἐν πίστει κεκοιμημένοις [ut invitemus σπουδάζομεν, τὴν ἁγίαν τε καὶ μυστικὴν ἐπ' αὐτοὺς τελοῦντες θυσίαν [δι' ἧς πάντες ἡμεῖς] ἠλεήμεθα, καὶ αὐτὸ δὲ τὸ τοῦ θανάτου πέπτωκε κράτος, καὶ ἡ τῆς ἀτελευτήτου ζωῆς ἀνέλαμψεν ἐλπὶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν;

Intertext edge

Open linked passage

Note