Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione unigeniti
Cyril of AlexandriaUnig 709 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
709.1
σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι' αὐτοῦ φησι καὶ εἰς αὐτὸν ἐκτίσθαι τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστί, καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῷ, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Εἶτα τίς ὁ ἐκ νεκρῶν πρωτότοκος, εἰ μὴ Χριστὸς Ἰησοῦς, τουτέστιν ἐν σαρκὶ καὶ μετὰ σαρκὸς ὁ Λόγος; Τεθναίη γὰρ ἂν οὔτι που Θεὸς ὢν ὁ Λόγος, οὐδ' ἂν νοοῖτο τῶν ὅλων Δημιουργὸς καθ' ἡμᾶς ὢν ἄνθρωπος, εἰ μὴ δεδημιούργηκε μὲν ὡς Θεός, καὶ εἰ μὴ δίχα σαρκὸς νοοῖτο μετὰ τὴν ἕνωσιν, πρωτότοκος δὲ καὶ ἐκ νεκρῶν, καθὸ πέφηνεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς διὰ τὴν ἐνανθρώπησιν. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν; {Β} Οὐδ' ὁπωστιοῦν. {Α} Ἴδοις δ' ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους. Ἰωάννης μὲν γάρ· Ἐν ἀρχῇ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Παῦλος δὲ αὖ· Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Ἀλλ' εἴπερ ἦν τὸ μεσολαβοῦν μετὰ τὸ ἡνῶσθαι σαρκὶ τὸν Λόγον, καὶ εἰς ἑτερότητα καταδιαιροῦν, τὴν ὡς ἐν υἱῶν δυάδι φημί, κατὰ τὸ σοὶ δοκοῦν, πῶς ἂν ἐκτίσθη τὰ πάντα διὰ Ἰησοῦ Χριστοῦ; Ἀλλὰ μὴν ἐκτίσθη δι' αὐτοῦ τὰ πάντα. Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ. Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι' αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ Πατήρ. {Β} Ἀληθές. {Α} Ἔστι τοιγαροῦν καὶ Δημιουργὸς θεϊκῶς, καὶ ζωοποιὸς ὡς ζωή, ἀνθρωπίνοις τε αὖ καὶ τοῖς ὑπὲρ ἄνθρωπον ἰδιώμασιν εἰς ἕν τι τὸ μεταξὺ συγκείμενος. Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ' ἡμᾶς, ἀλλ' ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ. Γέγραπται γὰρ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ

Intertext edge

Open linked passage

Note