Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incarnatione unigeniti
Cyril of AlexandriaUnig 710 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
710.1
αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; {Β} Ναί. Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς. {Α} Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; {Β} Φημί. {Α} Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; {Β} Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον. {Α} Ἐπαινῶ τὴν δόξαν· ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς. Φιλοπευστοῦντι δ' οὖν ὅμως φράσαις ἄν, ὠγαθέ. {Β} Τὸ τί; {Α} Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; {Β} Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. {Α} Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας. Πῶς δ' ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν ὑπομένουσα, καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; {Β} Διημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ Γράμμα τὸ ἱερόν, καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι; {Α} Φαίην ἂν οὐχὶ τοῦτο ἐγώ. Πολλοῦ γε καὶ δεῖ. Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς. Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ. Οἰήσομαι δὲ καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν. Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί. Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ἔφη δὲ καὶ Ἰωάννης· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ' αὐτόν; {Β} Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά 711 γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν. {Α} Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων. Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν. Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν. Ἔφη γὰρ ὅτι Ὀπίσω μου ἔρχεται ἀνήρ. {Β} Φεῦ τῆς ἀτοπίας. Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ; {Α} Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι. {Β} Ἄριστα ἔφης. {Α} Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν. Ἔφη μὲν γάρ που Θεὸς περὶ τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος· Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ' ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον. Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ' ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ' ἢ διὰ τοῦτο Χριστός· Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον. Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; {Β} Οὐδαμῶς. {Α} Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ 712 ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν. Θέα γὰρ ὅ φησιν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ἰδοὺ τὸν ὄντα ἀπ' ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν. Ἀνεκεκράγει γὰρ ὁ Θωμᾶς· Ὁ Κύριός μου καὶ ὁ Θεός μου, ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων. Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου. Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ' ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος. Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον· Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος. {Β} Ἄραρεν. {Α} Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ; {Β} Τὸν Υἱὸν δηλονότι. {Α} Ἀλλ' ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν. Ἐθέλοιμι δ' ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; {Β} Οὕτω φημί. {Α} Εἶτα πῶς γέγονεν ἐν νεκροῖς καὶ ἐλεύθερος κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ' ἑαυτὸν ὁ Λόγος. {Β} Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο λέγεται παθεῖν. {Α} Ὀρθότατά τε καὶ ἀπλανῶς. Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ' αὐτῆς, τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ' ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος. Ἀνθρώπινον μὲν τὸ τεθνάναι 713 πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι' ἀμφοῖν γνωρίζηται, καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων, καὶ μεθ' ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός. Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς δὲ καλεῖτέ με, φησίν, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ἦ οὐκ ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]· Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. {Β} Ἀληθές. {Α} Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς ἱεροῖς Γράμμασι δοκοῦν ἰχνηλατεῖν εὖ μάλα σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος Δαυείδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ' ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς Θεόν, τὸν δι' ἡμᾶς τε καὶ μεθ' ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι' ἑαυτὸν ζωοποιὸν καὶ ζωήν, Υἱὸν εἶναι τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον, οὔτε μὴν ἀνθρωπότητος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστον συμπλοκήν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες Υἱόν, ἐκ δυοῖν πραγμά τοιν, εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀπορρήτως ἐκπεφηνότα, καθ' ἕνωσιν δηλονότι τὴν ἀνωτάτω, καὶ οὐ φύσεως παρατροπήν. Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ὅτι δὲ Ἰησοῦς Χριστός, ὁ ἐκ Δαυεὶδ κατὰ σάρκα, κατὰ φύσιν καὶ ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ, καθὸ γέγονε σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατασφραγιεῖ λέγων ὁ σοφὸς Ἰωάννης· Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ 714 Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note