De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
383.1.1
Δυσέφικτα μὲν κομιδῇ τὰ περὶ Θεοῦ καὶ τοῖς ἄγαν ἐξησκημένως καὶ ἀρτίως ἔχουσιν εἰς τὸ δύνασθαι καταθρεῖν μυστήρια, καὶ τὰ παντὸς ἐπέκεινα νοῦ καὶ γοῦν" ἐν ἐσόπτρῳ καὶ αἰνίγματι" βλέπειν, κατὰ τὸν σοφώτατον Παῦλον. Παχὺς δὲ δὴ λίαν ὁ ἀνθρώπινος λόγος καὶ τῇ τῶν ἐννοιῶν ἰσχνότητι συμπαρομαρτεῖν οὐχ οἷός τε. Τοιγάρτοι πολὺ τὸ δέος φάναι τὰ περὶ Θεοῦ, καὶ σοφὸν μὲν λίαν τὸ ἔν γε τούτοις ἑλέσθαι σιγᾶν· πλὴν οὔ τί που τοῖς διδάσκειν ἐπιτεταγμένοις ἀζήμιον. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ἔφη Παῦλος·" Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι." Ἀφῖγμαι δὴ οὖν ἐπὶ τὴν τοῦδε τοῦ προκειμένου βιβλίου συγγραφήν, καί σοι πάλιν, ὦ φιλομαθέστατε ἀδελφὲ Νεμεσῖνε, τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐκπεπόνηκα λόγον. Κατὰ γένος δὲ ὥσπερ ἤτοι κατ' εἶδος τὰς ἐφ' ἑκάστῳ τῶν ζητουμένων συνενεγκόντες ἐννοίας, ἐν ἑπτὰ λογιδίοις 384 τὸ σύμπαν τοῦ βιβλίου συντεθείκαμεν σῶμα· φιλολογωτάτῳ δὲ ὄντι λίαν καὶ φιλοπευστοῦντι τὰ τοιάδε συχνῶς τῷ ἐπιεικεστάτῳ Ἑρμείᾳ προσπεφωνήκαμεν. Καὶ ἔστι μὲν ἀνειμένος ὁ λόγος, ὡς πρὸς πεῦσιν δὲ καὶ ἀπόκρισιν διὰ δυοῖν προσώποιν ἔρχεται· καὶ τοῦ μὲν πρώτου τὸ α προτέτακται στοιχεῖον, τοῦ δὲ δευτέρου τὸ β. Ἐπειδὴ γὰρ πολλή τις ἄγαν ἐν τοῖς ζητουμένοις ἐστὶν ἡ λεπτότης, ἵνα ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀποκρίσεσιν ἀεὶ τὸ βασανι ζόμενον κατασκευάζηταί τε καὶ ἀνασκευάζηται πικρῶς, ἀναγκαία γέγονεν ἡ τῶν προσώπων εἰσκομιδή. Παραφυ λακτέον οὖν ἀκριβῶς τὰ προτεταγμένα αὐτῶν στοιχεῖα. Ἀσύγχυτον γὰρ οὕτω καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένην τηρήσομεν τὴν τῶν ἐννοιῶν εὕρεσιν, καὶ τὴν τοῦ παντὸς βιβλίου σύνταξίν τε καὶ δύναμιν. Ἐρρῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητέ. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΗιΔΕ ΤΗ ΒΙΒΛΩ αʹ. Ὅτι συναΐδιός τε καὶ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. βʹ. Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. γʹ. Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. δʹ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. εʹ. Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. ϛʹ. Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθ' ὃ νοεῖται καὶ ἔστι Θεός. ζʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου πρὸς Ἑρμείαν πρεσβύτερον, κατὰ πεῦσιν καὶ ἀπόκρισιν ΛΟΓΟΣ ΠΡΩΤΟΣ Ὅτι ὁμοούσιος καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. {Α.} Τὸν ἱερὸν ἡμῖν Ἑρμείαν χθές τε καὶ τρίτην ἰδεῖν μὲν οὐκ ἦν, μήτε ἀγοράζειν, οἶμαί που, μήτε μὴν ἐξοίχεσθαι 385 δοκοῦν, ἀλλ' οἴκοι μὲν δὴ κατεσόβει τὸ χεῖμα· πεπρᾶχθαι γὰρ ὧδε καὶ μάλα εἰκός. Λαμπρὰ δὲ νῦν μόλις ἔδειξεν εὐδία. {Β.} Λέγεις ἀληθῆ. Γῆράς τε γὰρ ἀεὶ δυσπέμφελον, καὶ ἐς τὸ ἔξω ἰέναι δυσοκνότατα ἔχον, ἢν μάλιστα ὕοι. {Α.} Εὔχαρι δὴ οὖν καὶ εὐθυεπὲς τό, εἴπερ τις ἕλοιτο, τοῖς ἐν τῇ ἁλί σε παρεικάζειν ἰχθῦσιν, οἳ πνεύματος μὲν ἀπηνοῦς καὶ δυσηχεστάτου διακυκῶντος τὸ ῥόθιον καὶ ῥοιζηδὸν καταθρώσκοντος, χηραμούς τε τοὺς ἐν βυθῷ καθ' ἕνα τε καὶ ἀγεληδὸν εἰσχέονται, καὶ ὥσπερ τινὰ δρυμὸν ἢ λόχμην τὴν εὐανθῆ πόαν εἰσδύνοντες, ἐκμηχανῶνται τὸ ὠφελοῦν· ἐπειδὰν δὲ τοῖς ὕδασι τὸ τῆς ἡλίου βολῆς ἐπι νήχηται σέλας, ὅλην τε αὖ ἤδη καταθρήσειαν οἱονεὶ γελῶσαν τὴν θάλασσαν, ἀναθαρροῦσί τε καὶ ἀνανήχονται, καὶ ἐπ' ἄκρων σκαίρουσι κυμάτων, δεῖμά τε ὁμοῦ καὶ ὄκνον ἀποπεμψάμενοι. {Β.} Ὡς εὖ ἴσθι τοι μὴ ἑτέρως τό γε ἐμόν, ὦ τᾶν, ἢ οὕτως ἔχειν. {Α.} Ὄχλου δὲ δὴ καὶ πραγμάτων εἶ τέως ἀπωτάτω, καὶ ἐνηρεμεῖ σοι κατὰ τὴν ἑστίαν ὁ νοῦς, καθάπερ ἐγᾦμαι. {Β.} Καὶ τί τὸ ἐντεῦθεν; {Α.} Πλείστη τις ὅση καὶ ἁγιοπρεπὴς ἡ ὄνησις. Ἢ οὐχὶ δή τι τῶν ἀγαθῶν καὶ ταῖς ἠρεμίαις δώσομεν; {Β.} Μάλιστά γε. {Α.} Τὸ γάρ τοι παρὰ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος ᾀδόμενον λύρας ἀληθῆ που πάντως τὸν ἐπὶ τούτῳ λόγον ἀποφανεῖ. {Β.} Τὸ ποῖον δὴ φῄς; 386 {Α.}" Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός." Ὄψις μὲν γὰρ ἡ σωματική, κόνεώς τε καὶ καπνοῦ καὶ ἑτέρου παντὸς τοῦ καταθολοῦν ἰσχύοντος ἐλευθέρα, λεπτὴν καὶ ἀπαρεμπόδιστον ἐνίησι τὴν ἐνέργειαν τοῖς ὑποπίπτειν εἰωθόσιν αὐτῇ. Εἰ δὲ δή πού τι κατασίνοιτο τῶν παθῶν, μεῖον μὲν ἢ χρὴ τοῖς ὁρωμένοις προσβαλεῖ, ἀφαμαρτήσει δὲ ὅτι καὶ αὐτῆς τῆς ἀκριβείας ἔσθ' ὅτε τὸ ἀπεικὸς οὐδέν. Νοῦς γε μὴν ὁ ἀνθρώπινος, εἰ μὲν ἠρεμαῖός τις εἴη καὶ καθεστηκώς, καὶ φαντασίας ἑώλου καὶ βδελυρᾶς ἀποφοιτᾷν εἰθισμένος, ὀξύ τε καὶ διειδὲς ἐμβλέψεται, καὶ ἀπλανῆ τῶν ὄντων εἰσδέξεται γνῶσιν. Εἴ γε μὴν ὑπό του καταπαχύνοιτο τῶν παθῶν, οὔτ' ἂν αὐτό ποτε τὸ θεῖον διόψεται κάλλος, ἐνιζήσει δὲ ὥσπερ τοῖς γεωδεστέροις, καθάπερ τὰ τῶν στρουθίων διάβροχα τὴν εἰς τὸ ἄνω πτῆσιν τῷ δεδέσθαι παρῃρημένα. {Β.} Εὖ λέγεις. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, σχολαῖος οἴκοι διατελῶν, ταυτησὶ τῆς θείας ἀπομεμνῆσθαι φωνῆς ὅτι προσῆκεν ἡγῇ; Καί σοι καθὰ χθὲς καὶ πρώην βίβλοι μὲν μετὰ χεῖράς εἰσιν ἱεραί, φιλομαθεστάτη δέ τις ἐντρέφεται προθυμία τῷ νῷ, καθάπερ τινὰ τῶν εὐρινοτάτων παραθήγουσα κυνῶν, εἰς φιλοθηρίαν ὧν ἂν δέῃ σε μαθεῖν; Ἢ τάχα που καὶ τῆς ἐπὶ τούτοις ἀφιλεργίας ἀνάψομεν τὰς αἰτίας, ἀφηβηκότι τῷ χρόνῳ τῆς τοῦ σώματος ἡλικίας, ἢ γοῦν ἕτερόν τι καὶ οὐκ ἀληθὲς ἐρεῖς; Κατακερτομοίην δ' ἂν ὡς ἥδιστά σε, τοιόνδε τι λέγων ὡς φιλοψευδές τι χρῆμα καὶ τὰ ἐφ' οἷς ἂν βούλοιτό ποτε καὶ λέγοι πιστὸς ἑτοιμότατα δέχεσθαι ζητοῦν ἄνθρωπος γέρων. {Β.} Πολλὰ μὲν ἂν ἔχοιμι τῆς τοῦ σώματος ἀρρωστίας κατηγορεῖν· ἐπ' αὐτὰς γὰρ ἥκομεν τὰς τοῦ βίου δυσμάς· τὸ δ' οὖν ἀναγκαῖον ἐρῶ, παρεὶς τὰ τοιαῦτα νυνί. Χρηστομαθὴς γὰρ ἀεί πως ὁ νοῦς μὲν ἐμοί, γλίχεται δὲ οὐδενός πω τάχα πλὴν τοῦδέ τε καὶ μόνου· ἀλλ' ὥσπερ τινὰ πῶλον εὐγενῆ τε καὶ δρομικώτατον, καίτοι ποδῶν ἀρετὴν ἀναφαίνειν ἐθέλοντα, τὰ μὴ σφόδρα τῶν πεδίων ἐψιλωμένα καὶ οὐχ ἑκόντα παραβιάζεται διακεκομμένην ὥσπερ καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένην τῆς ἐνούσης εὐσθενείας αὐτῷ ποιεῖσθαι τὴν ἔνδειξιν· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, καὶ αὐτὸν ἐμὲ θερμῇ τινι καὶ ἀσχέτῳ προθυμίᾳ κατισχημένον εἰς τὸ δεῖν ἑλέσθαι πολυπραγμονεῖν τὰ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, δυσέμβατά τε καὶ ἀστιβῆ κατάγχει χωρία, οὐχ 387 ἁπλῆν, ὡς ἄν τις εἰκάσαι, καὶ εὐκατάδρομον ἔχοντα τὴν προσβολήν, οὔτε μὴν τοῖς ἐθέλουσιν ἐκκειμένην ἑλεῖν. Ταύτῃ τοι κατασοβεῖ μὲν εἰς ὄκνον ἔσθ' ὅτε τὸν νοῦν οἱονεί πως ἡ δυσχωρία· καταπέφρικα δὲ τῶν ἄλλων ἁπάντων, ὅτι μάλιστά γε τὸν περὶ πίστεως λόγον, καίτοι κεφάλαιον ὄντα τῆς ἐν ἡμῖν ἐλπίδος. {Α.} Ναὶ δὴ οὖν, φαίην γὰρ ἂν ἀληθῆ λέγοντί σοι. Πλὴν ὅτι τὸ κατακτήσασθαί τι τῶν ἄνωθέν τε καὶ θεοσδότων ἀγαθῶν, οὐκ ἄν, οἶμαι, τὶς ἀνιδρωτὶ πορίσαιτο, παντί που σαφές. Τὰ γάρ τοι λίαν ὑπερφυᾶ καὶ ἀνῳκισμένην ἔχοντα τὴν δόξαν οὐχὶ τοῖς ἐθέλουσιν εὐστιβῆ, ἀλλ' ἑλεῖν μὲν οὐ ῥᾴδια, δυσεισποίητα δὲ καὶ ἀνάντη· καὶ τί γὰρ οὐχὶ λαχόντα τῶν εἰς δυσχέρειάν τε καὶ πόνον; {Β.} Εἶτα τί δρῷεν ἂν οἷς ἔνεστι μὲν ἔφεσίς τε καὶ προθυμία τῶν ἀρίστων τουτωνὶ καὶ παγκάλων εὑρημάτων, τό γε μὴν ἐφικέσθαι δυσαλωτότατον; {Α.} Τί δὲ ἕτερον οἴει χρῆναι δρᾶν αὐτοὺς ἢ τοῖς τῶν ἁγίων καταπείθεσθαι λόγοις, ἐπικεκραγότων εὖ μάλα τὸ" Εἴ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ;" Φωτὶ γάρ που πάντως τῷ θείῳ καὶ νοητῷ καταφω τίζεται τὰ φωτὸς ἐπιδεᾶ, καὶ μὴν καὶ Σοφία τελεῖται σοφὰ τὰ συνέσεώς τε καὶ σοφίας τητώμενα. Φῶς δ' ἂν νοοῖτο καὶ σοφία Χριστός," ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως αὐτοῦ." Ἐξείλετο γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ, ὡς γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος," ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί." Καὶ μὴν καὶ ἡμέρας Διαυγασμὸν ἀπεκάλεσέ τις τῶν ἁγίων αὐτόν, καὶ Φωσφόρον ἐπὶ τούτῳ. Φησὶ γὰρ ὅτι" Ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ Φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·" ἡμέρας, οἶμαι, διαυγασμὸν καὶ φωσφόρον ἀνίσχοντα, τὸν ἐν Πνεύματι διὰ Χριστοῦ φωτισμὸν ὀνομάζων. {Β.} Ἄλλ' ὅτι μὲν φῶς ὁ Χριστός, καὶ μὴν καὶ ἡμέρα καὶ αὐγὴ καὶ φωσφόρος τῶν ἅπαξ τελούντων εἰς τοὺς διὰ πίστεως κεκλημένους οὐκ ἐνδοιάσαι τις ἄν. Εἰ δὲ δή σου δεηθείημεν, παραδείξαις ἂν ἡμῖν εὐσυνοπτότατα τὸν ἀπροσκλινῆ τε καὶ ἀμώμως ἔχοντα τῆς πίστεως λόγον, ἢ καταρνήσῃ τὸ φάναι, καὶ τὸν ἐμοὶ συνήθη καὶ πρέποντα καὶ ἀεί πως τῷ γέρᾳ προσπεφυκότα τιμήσεις ὄκνον; Μυρία γὰρ ὅσα τὰ παρὰ πολλῶν θρυλλούμενα, οἳ τὸν ὀρθὸν τῆς 388 ἀληθείας ἐκκολακεύοντες, λόγον παρατρέπουσι ποικίλως ἐπὶ τὸ σφίσι δοκοῦν, καὶ σφηκῶν ἀγρίων διιπτάμενοι δίκην, πόλεις τε ὁμοῦ καὶ χώρας καταβομβοῦσι δεινῶς," τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. {Α.} Ὡς ἄγαμαί σε τῆς ἀσυγκρίτου φιλοθεΐας, ὦ τᾶν, καί σου δέομαι μὴ καταλῆξαι πώποτε τῆς οὕτως ὀρθῆς καὶ ἀξιεπαινετωτάτου γνώμης. Πλήν, ὦ ἑταῖρε, παρά σοι μετέχειν καὶ λίαν ἀμογητὶ καὶ ἀμφιλαφῶς ὧν ἐρᾷς, καὶ οὔ τί πού φημι τὸν νοητὸν ἐκβασανίσαι λόγον, ὡς δή τι τῶν πρὸ ἡμῶν ἄμεινον ἐρεῖν καὶ ἐκδιδάσκειν ὑπισχνούμενος. Ἅλις γάρ, ἅλις αἱ τῶν ἁγίων Πατέρων εἰς τοῦτο συγγραφαί, αἷς εἴπερ τις ἕλοιτο νουνεχῶς ὁμιλεῖν καὶ ἐγρηγορότως προσφέρεσθαι, φωτὸς ἂν τοῦ θείου τὸν οἰκεῖον εὐθὺς ἀναμε στώσειε νοῦν. Ἦσαν γὰρ οὐκ αὐτοὶ" λαλοῦντες," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν," ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς."" Πᾶσα δὲ Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος." Ἦ γάρ; {Β.} Ναί, καὶ τοῦτο ἀληθές· ἀλλ' εἰ κατοκνήσεις αὐτὸς καὶ συνεργάσῃ μὲν τὸ παράπαν οὐδέν, κατεγκλείσας δὲ ὥσπερ ὀδόντων εἴσω τὴν γλῶτταν, ἀπρακτεῖν ἀναπείσεις, τὸ διαρκῶς τε καὶ ἀποχρώντως περὶ τῶν τοιούτων ἡμῖν τοὺς Πατέρας εἰπεῖν, ὡς δυσανάτρεπτόν τε καὶ δυσκα ταγώνιστον σκῆψιν, τοῖς τῶν τοιούτων φιλακροάμοσιν ἐπιτειχίζειν ἐπιχειρῶν, οὔτ' ἂν ἐπαινέσαιμι τοῦτο δρᾶν ᾑρημένον, ἐρομένῳ τε εἰπεῖν ἐκεῖνο ἀξιῶ. {Α.} Τί γὰρ ἄν μου διαπύθοιο; Μὴ γὰρ δὴ κατάθει τοῦ μετρίου φρονήματος, ὦ γενναῖε. {Β.} Καταθεῖν μὲν οὐ σκοπὸς ἐμοί, πολλοῦ γε καὶ δεῖ· ἀπόκριναι δ' οὖν, καὶ μή με ποικίλως ἀποκόμιζε τῆς θήρας ὧν ἂν χρῄζοιμί σου διαπυνθάνεσθαι. {Α.} Ἀλλ' ἔρου λοιπόν, εἴ σοι δοκεῖ. {Β.} Ἆρ' εἴ τῳ τῶν καθ' ἡμᾶς φέρβειν ἐδόκει τὰς κατ' ἀγροὺς οἶς τυχὸν ἢ αἶγας, οὐκ ἂν ᾤου δεῖν καλαύροπός τε καὶ σκυλάκων αὐτῷ, ἵν' ἐξαμύνοιτο μὲν αὐτὸς εἰ δήπου τι τῶν ἀτιθάσσων ἐπιθρώσκοι θηρίων· οἱ δὲ προεκδειματοῦντες ταῖς παρὰ σφῶν ὑλακαῖς, κατακολούοιεν μὲν τῆς ἐφόδου τὸ θράσος, ἀλώβητον δὲ τὴν ἀγέλην τῷ κεκτημένῳ διατη ρήσειαν; {Α.} Ὀρθῶς ἔφης. {Β.} Εἰ δὲ δὴ καιροῦ διιππεύσαντος ἐκτεθνάναι τινὰς τῶν σκυλάκων συνέβη, εἶθ' ἑτέρους εἰσέφρησεν ὁ ποιμήν, ἆρ' εἰκαῖον ἐν τοῖς δευτέροις ἡ ὑλακὴ καὶ ἐγρήγορσις, ἐπεί τοι τοῖς πρὸ αὐτῶν τὸ εὐδοκιμεῖν ἐν τούτοις ἐδόκει; 389 {Α.} Καὶ πῶς εἰκαῖον τὸ ὠφελοῦν νοοῖτ' ἂν ἢ λέγοιτο; {Β.} Εἶτα σιωπήσεις ἀνεγκλήτως αὐτός, μόνοις ἡμᾶς τοῖς τῶν Πατέρων συγγράμμασιν ἐφιστάς, τό γε μὴν ἐν ἴσοις ἰέναι θέλειν φιλοθεωτάτοις σπουδάσμασι χρῆμα περιττὸν εἶναι λέγων, καίτοι τῶν ἀγρίων αἱρετικῶν ἀθυρώτῳ τε καὶ ἀπυλώτῳ στόματι τὰς τῶν ἁπλουστέρων δαπανώντων ψυχάς; {Α.} Οὐκοῦν, ἐπεί με δριμὺς εἰσέδυ πόθος· παρατέθηγμαι γὰρ οὐ μετρίως καὶ παρωρμήθην ἱκανῶς εἰς τὸ ἐθελῆσαι πονεῖν τοῖς σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισ θέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμένῃ κατὰ καιροὺς ἐν πόλει τῇ Νικαέων, καταθρήσωμεν, εἰ δοκεῖ, τί τοῖς ἑλομένοις ἑτεροδοξεῖν οὐκ ἀδιαβλήτως ἔχειν δοκεῖ. Τὴν γὰρ ἄριστά τε καὶ μετὰ Θεοῦ διωρισμένην τε καὶ ἐκτεθεῖσαν πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου κρηπῖδα καὶ ὑποβάθραν ἀκατάσειστόν τε καὶ ἐρηρεισμένην τῶν ἡμετέρων ψυχῶν εἴ γέ τῳ φάναι σκοπός, δοκιμώτατα μὲν ἐρεῖ, καὶ ἐπαίνων τεύξεται τῶν παρὰ Χριστῷ, πιστότατος δὲ καὶ ἀληθινὸς ἀναλάμψει προσ κυνητής. Ἐπ' αὐτῆς δὲ ἡμῖν ἀναγεγράφθω λέξεως τὸ θεῖον καὶ ἱερώτατον τῆς ἁγίας ἐκείνης συνόδου χρησμῴδημα, τουτέστι τὸ ἀπεξεσμένον καὶ τετορευμένον ταῖς εἰς πᾶν ὁτιοῦν ἀληθὲς ἐννοίαις τῆς πίστεως Σύμβολον, ὡς ἂν τοῖς ἐθέλουσι φιλοψογεῖν τῆς καθ' ἡμῶν γλωσσαλγίας μηδεὶς τὸ παράπαν εἰσδεχθείη λόγος, ὡς ὀθνείοις τισὶν ἐπιπηδώντων δόγμασι καὶ παρέντων μὲν ἰέναι τὴν βασιλικὴν, ἐπὶ θάτερα δὲ παρεκτετραμμένων, κατὰ τὸ μόνῳ καὶ ἰδίᾳ δοκοῦν. Τουτὶ γὰρ δὴ καὶ αὐτὸς ἐγὼ λογισαίμην ἂν οὐκ εὐμεταχείριστον ἀληθῶς ἀρρώστημα νοῦ." Σοφία γὰρ ἀνεξέλεγκτος πλανᾶται," κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ οὕτως ἡμῖν ἡ τῆς πίστεως ἔκθεσις· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς 390 ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν, ἤ· Οὐκ ἦν πρὶν γεννηθῇ, ἤ· Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστόν, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. {Β.} Βαβαὶ τῆς ἀκράτου νήψεως καὶ εἰς λῆξιν ἡκούσης τὴν ἀνωτάτω. Βοανεργές, τουτέστιν υἱὸς βροντῆς, ἕκαστος, οἶμαί που, διακεκλήσεται τῶν ταῦτα τεθεσπικότων. Ἐξαίσιον γάρ τι καὶ ὑπερφυὲς ἐφθέγξαντο. {Α.} Ἄριστα δὴ οὖν μοι διεσκέφθαι τε οὕτω καὶ δράσαι δοκῶ. Τὸ γάρ τοι μὴ δεῖν ἕτερα ἄττα παρὰ ταῦτα φρονεῖν, ἤγουν ἐπὶ γλώττης ἔχειν, ἕπεσθαι δὲ μᾶλλον κρίσει τε καὶ λόγοις τοῖς διὰ τοῦ Πνεύματος εὑρημένοις τιμησαίμην ἄν, εὖ ἴσθι τοι, τοῦ παντὸς λόγου. {Β.} Ὀρθῶς ἔφης· ἀλλ' οὐκ ἂν ἀναπείσαις ταῦτά σοι φρονεῖν ἑλέσθαι τοὺς διεναντίας. Μόσχοι γὰρ ὥσπερ ἀτιμα γέλαι καὶ ἀγέρωχοί τινες, ἵενται μὲν εὐτόνως ἐπὶ τὸ σφίσιν αὐτοῖς δοκοῦν, τὴν ἀρίστην δὲ ὥσπερ καὶ παγκάλην ἀληθῶς παρεκθέοντες νομὴν ἐπ' ἀκάνθας σπεύδουσι καὶ τριβόλους, ἀσυνέτων τινῶν ψευδοδιδασκάλων καταφερβόμενοι λόγοις, οἷς τάχα που καὶ ὁ τῆς Σοφίας αὐτῆς ἐπεδάκρυσε λόγος. Ἔφη γάρ·" Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν." {Α.} Εὖ λέγεις. Πρέποι δ' ἂν καὶ μάλα κατοιμώζειν αὐτοὺς ὁμοῦ τῷ προφήτῃ λέγοντας Ἱερεμίᾳ·" Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ὁ γάρ, παρὸν ἑλέσθαι τῆς ἀληθείας τὴν γνῶσιν, ἀσυνέτως ἐκνενευκὼς εἰς ἀπάτην καὶ παραφθορὰν καὶ εἰς βεβήλους ψευδοδοξίας, πῶς οὐκ ἂν εἴη λοιπὸν καταθρηνεῖσθαι πρέπων;" Καὶ ἐξ ἡμῶν μὲν ἐξῆλθον," ὥς γέ τις τῶν ἁγίων τοῦ Σωτῆρος ἐπέστειλε μαθητῶν," πλὴν οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν." Κατὰ τί δὲ ἄρα καὶ ἐπιτιμᾶν ἐγνώκασι τῇ οὕτως ὀρθῇ καὶ ἀκριβεστάτῃ καὶ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι πίστει, 391 ἤγουν τῇ τῆς πίστεως ὁμολογίᾳ; {Β.} Ναί, φασίν. Ἐπιτιμήσομεν γὰρ εἰκότως τῇ τοῦ ὁμοουσίου λέξει, καινοφωνουμένην τε καὶ ἄγραφον εἶναι διαβεβαιούμενοι, τουτέστι ταῖς θεοπνεύστοις οὐκ ἐγκειμένην Γραφαῖς. {Α.} Ἀνοητότατά γε ταυτὶ φαῖεν ἄν, ὦ ἑταῖρε. Λυπεῖ γὰρ ἡ λέξις τὸ σύμπαν οὐδὲν ἔνθαπερ ἂν ὅλως ἀληθὲς ὑπάρχῃ τὸ ἐξ αὐτῆς δηλούμενον. Ἦ γὰρ οὐχὶ δοίης ἂν εἶναι καὶ αὐτὸς ἀληθὲς ὅ φημι; {Β.} Καὶ μάλα. {Α.} Σκόπει δὴ οὖν, εἰ μὴ καὶ ἑτέρας τῇ τοῦ Θεοῦ φύσει τοιαυτασί πως φωνὰς ἐφαρμόττειν ἔσθ' ὅτε κατειθίσμεθα, καίτοι τοῖς ἱεροῖς τε καὶ θείοις οὐκ ἐγνωσμένας Γράμμασι. {Β.} Τὰς ποίας δῂ φής; {Α.} Ἆρα γάρ, εἴ τις ἀσώματόν τε καὶ ἀσχημάτιστον, ἄποσόν τε καὶ ἀμέγεθες ὀνομάσαι τὸ Θεῖον, ἐξοίχοιτο ἂν τοῦ πρέποντος ὁ λόγος αὐτῷ; Εἰ δὲ δὴ καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον λέγοι, οἰηθείη τις ἂν εἰπεῖν τῶν ἀναγκαίων οὐδέν, καίτοι δοξάζοντα τἀληθῆ; {Β.} Καὶ μὴν λῆρος ἂν εἴη τοῦτό γε. {Α.} Τί οὖν ἔδει μᾶλλον αὐτοὺς προχειρότατα κινδυνεύοντας μειρακιωδῶς ἐπιτιμᾶν τῷ ὁμοουσίῳ τὸ ξένον καὶ ἄηθες τῆς οὕτως εὐσημοτάτης καὶ ἐμφιλοσόφου λέξεως καταγράφοντας, καίτοι πράγματος ἀληθοῦς ὄντος τε καὶ ὁμολογουμένου, παρά γε τοῖς τὰ θεῖα σοφῶς ἐξηκριβωκόσι καὶ πεπαιδευ μένοις μυστήρια, ὡς ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας ἡμῖν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς οὐκ ἔκφυλος ἔσται κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, οὔτε μὴν ὀθνεῖος τοῦ γεγεννηκότος, ἀλλ' ὁμοούσιός τε αὐτῷ, σύμμορφός τε καὶ ὁμοφυής; Ἀπερυθριάσω γὰρ οὐδαμῶς τὸ ἁπάσῃ κεχρῆσθαι λέξει πρὸς τὴν τοῦ καλῶς τε καὶ ἀληθῶς ἔχοντος τελούσῃ δήλωσιν. Γένους μὲν γὰρ καὶ διαφορᾶς εἰδοποιοῦ παντελῶς τὸ Θεῖον ἀνῴκισται· ἀλλ' εἰ παραιτεῖσθαι μέλλοιμεν τὰ δι' ὧνπερ ἄν τις κἂν γοῦν εἰς βραχεῖαν καλοῖτο γνῶσιν τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, ἄπιστοί τε καὶ ἀμαθεῖς τοὐντεῦθεν ἐσόμεθα, τίς μὲν ὁ φύσει καὶ ἀληθῶς ὑπάρχει Θεὸς οὐδαμόθεν ἐκπαιδευόμενοι," κλυδωνιζόμενοι δὲ ὥσπερ καὶ περιφε ρόμενοι παντὶ ἀνέμῳ," κατὰ τὸ γεγραμμένον. Καταδείσαντες δὲ καὶ διωσάμενοι, καὶ τοῦτο εἰσάπαν, τὸ κἂν γοῦν" ἐν ἐσόπτρῳ καὶ αἰνίγματι" βλέπειν καὶ γινώσκειν" ἐκ μέρους," κωφοῖς τε καὶ ἀναισθήτοις ἐν ἴσῳ που πάντες ἐσόμεθα λίθοις,..... ἐτώσιον ἄχθος ἀρούρης, 392 καθάπερ τις ἔφη τῶν παρ' Ἕλλησι ποιητῶν. {Β.} Ἀλλὰ γὰρ ποῦ, φασίν, ἡ Γραφὴ τὸ ὁμοούσιον λέγει; {Α.} Ἐπὶ τὸν αὐτὸν ἡμᾶς ὑπονοστῆσαι λόγον ἀναπείθεις, ὦ τᾶν. Ποῦ γὰρ ὠνόμασε τὸν τῶν ὅλων Θεὸν ἀσώματόν τε καὶ ἀσχημάτιστον, καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον; Ἀλλ' ἔστι ταῦτα τῇ φύσει, καὶ οὐχ ἑκόντων ἐκείνων. Εἴπερ οὖν ἑλοίμεθα φρονεῖν ὀρθῶς, παραιτητέον οὔτι που τὰ εἰς ἐπίγνωσιν τῆς ἀληθείας τελοῦντα τῶν ὀνομάτων. Ἆρα γὰρ οὐκ οἰηθεῖεν ἂν οὐ ψευδοεπῆσαι τὸν Θεὸν τὸ" Ἐγώ εἰμι ὁ ὤν," πρὸς τὸν ἱερὸν εἰ λέγοι Μωσέα;" Τοῦτο γάρ μού ἐστι τὸ ὄνομα, φησί, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς." Ἀλλ' οἶμαί γε δεῖν μὴ ἂν εἰς τοῦτο κατολισθεῖν ἀποπληξίας αὐτοὺς ὡς μηδὲ ὅτι ὤν ἐστιν ὁ Θεὸς κατα τολμῆσαι φρονεῖν. Ὢν γάρ ἐστιν ἀληθῶς, ὧδέ τε καλεῖσθαι πρέποι ἂν αὐτῷ τε καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς, εἰ καὶ καθ' ἑτέρων διᾴττοι τυχὸν ὡς ἐν καταχρήσει τοὔνομα. Ἐκ δὲ τουτουῒ καὶ τὸ τῆς οὐσίας ὄνομα τοῖς ἀρχαιοτέροις ἐκπεποιῆσθαί φαμεν, καὶ μάλα εἰκότως, ὥστε εἰ καί τις ὁμοφυᾶ τε καὶ ὁμοούσιον εἶναι λέγοι τῷ Πατρὶ τὸν Υἱόν, οὐκ ἀσύνηθές τι κεκαινουργηκὼς ὡς ἐν ὀνομάτων θέσει νοοῖτ' ἂν ἡμῖν, ἀλλ' ἵν' οὕτως εἴπωμεν, τὰς πρώτας ἕδρας ἐχούσῃ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τῇ τοιᾷδε λέξει χρήσεται. Τὰ γάρ τοι τῶν ὀνομάτων εἰς παραγωγὴν ἠγμένα, οὐκ αὐτά που πάντως ἐφ' ἑαυτοῖς διερήρεισται κατὰ θέσιν ἰδίαν, ῥίζης δὲ ὥσπερ ἐξέφυ τῆς πρώτης καὶ ἐν ἀρχαῖς. Εἰ τοίνυν ἔξω τριβῆς τε καὶ συνηθείας τῆς ἱερᾶς τὸ ὁμοούσιον εἶναι διισχυρίσαιντο, μάλιστα μὲν ἀδικοῦσι τῆς τῶν ὀνομάτων παραγωγῆς τὸν εὐφυᾶ τρόπον. Ἐκ γάρ τοι τοῦ ὄντος οὐσία καὶ ὁμοούσιον. Ἀμαθαίνοντες δὲ οὕτω λίαν, συναναιροῦσιν αὐτῷ καὶ τὰς ἑτέρας φωνὰς δι' ὧνπερ ἂν ἡμῖν ὑπάρξαι τό, κἂν γοῦν" δι' ἐσόπτρου καὶ αἰνίγματος," καθορᾶν καὶ ἰσχνὰς τῆς θεότητος φαντασίας εἰσδέχεσθαι κατὰ νοῦν. {Β.} Τί γὰρ εἰ μὴ ὁμοούσιον μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος; {Α.} Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσονται, κακουργότατα παραιτούμενοι τὴν λέξιν ὡς ἄγραφον. Εἴτε γὰρ ὁμοούσιον τὸν Υἱόν, κἂν εἰ τοῦτο μὲν οὐδαμῶς, ὁμοιοούσιον δὲ χρῆναι λέγειν, κατὰ τὸ ἐκείνοις δοκοῦν, οἴοιτό τις, οὐδὲν ἧττον ἡμῖν δι' ἀμφοῖν τὸ τῆς οὐσίας ὄνομα παρειστρέχει. Κατα 393 κιβδηλεύοντες δὲ τὴν φωνήν, φημὶ δὴ τὸ ὁμοούσιον, νόθην, καὶ ἡμαρτημένην, καὶ τοῖς θείοις Γράμμασιν ἀπῳδόν, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κατακεκραγότες, προσίενται πάλιν αὐτήν, καὶ ταῖς ὅτι μάλιστα δοκιμωτάταις ἐγγρά φουσιν. Ἢν ἄρα τις ἐφίῃ λέγειν αὐτοῖς ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱόν, εἶτα τί σοι δρᾶν οἵ γε δὴ τοιοῦτοι δοκοῖεν ἄν; {Β.} Οὐ μετρίως ἀδικεῖν, καὶ τὴν ἐκ τῆς λέξεως κατα πεφρικέναι δύναμιν, ἅτε δὴ γεννικῶς τε καὶ μάλα σαφῶς ὑποφαινούσης τὸ ἀληθές. {Α.} Μὴ ἑτέρως ἔχειν ὑπολάβῃς ἢ οὕτως, ὦ τᾶν· νεανιευό μενοι δὲ ὥσπερ ἐπὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις καὶ τοῖς τῶν ἰδίων καθηγητῶν ἀνοσιωτάτοις δόγμασι, τῆς μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα σχέσεώς τε καὶ οἰκειότητος φυσικῆς ἐκκόπτουσι τὸν Υἱόν, ἐξεικονισμὸν δὲ μόλις καὶ ὁμοίωσιν αὐτῷ τάχα που καὶ ἐποικτείροντες ἐφιᾶσιν ἔχειν, ἵν' ὁρῷτο λοιπὸν τῶν κατ' εἰκόνα διεκτισμένων, ἢ γοῦν κατὰ τρόπων ποιότητα διαπεπλασμένων, ὡς πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος ὀλίγα διενεγκών. {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, διακελευομένου τε καὶ μάλα ἐναργῶς φάσκοντος τοῦ Χριστοῦ·" Γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί;" {Β.} Ναί. {Α.} Ἆρ' οὖν οὐ συνίης ὅτι καὶ τρόπων ἡμᾶς ποιότης διαμορφοῖ καὶ οἱονεί πως ὁ θεῖος ἡμῖν ἐνθλίβεται χαρακτήρ, διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς; Χρῆμα μὲν γὰρ ἀγαθὸν ἀπαραποιήτως τε καὶ οὐσιωδῶς τὸ Θεῖον· τοῦτο δὲ καὶ ἡμᾶς αὐτοὺς κατὰ μίμησιν εἴη ἂν τῶν ἐνδεχομένων, ἐξ ἠθῶν ὁρᾶσθαι καὶ τρόπων, προαιρετικὴν εἰ ποιοίμεθα τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις ἔφεσίν τε καὶ προθυμίαν. Οὐ γὰρ δή που νομιοῦμεν, εἰ νοῦ καὶ φρενῶν ἐσμεν ἐν καλῷ, τοὺς τὸν θεῖον ἔχοντας ἐξεικονισμὸν ἐν ἰδίαις ψυχαῖς, τῇ τῶν ἠθῶν ποιότητι διαστίλβοντα, τὴν πρὸς αὐτὸν ἐμφέρειαν ἔχειν οὐσιώδη τε καὶ ἀμετάστατον, καὶ εἰς πᾶν ὁτιοῦν ἰσομέτρως τῶν ἐκείνῳ προσόντων προήκουσάν τε καὶ ἐκτεινομένην· ἐπεὶ καθ' ἡμᾶς αὐτοὺς τὸ Θεῖον εἶναι δώσομεν, οὐδενὸς τὸ παράπαν διατειχίζοντος εἰς διαφοράν. Ἐκτίσμεθα γὰρ" κατ' εἰκόνα καὶ ὁμοίωσιν" αὐτοῦ. Ἀλλ' οὐκ ἂν ὧδε ἔχοι ταῦτα, πολλοῦ γε καὶ δεῖ· μυρία γὰρ ὅσα τὰ μεταξύ. Ἡμεῖς μὲν γάρ, οὐχ ἁπλοῖ τὴν φύσιν, τὸ δέ γε Θεῖον, ἁπλοῦν καὶ ἀσύνθετον κομιδῇ, πλουτεῖ δὲ αὐτὸ τὸ παντέλειον ἐφ' ἑαυτῷ, δεηθὲν οὐδενός. Σωματικὴ δέ γε πᾶσα σύγκειται φύσις ἐκ μορίων τινῶν, εἰς ἑνός τινος 394 τοῦ τελείως ἔχοντος συνθεόντων πλήρωσιν. Καὶ ἡμεῖς μὲν ἐκ γῆς, κατά γε τὴν σάρκα, φθαρτοὶ καὶ εὐμάραντοι, χλόαις ἐν ἴσῳ καὶ κρίνοις ἐξεικασμένοι τοῖς ἐν ἀγρῷ. Θεὸς δὲ τούτων ἀνῴκισται. Καὶ εὐπαράφορος μὲν ἡ ἀνθρώπου ψυχή, καὶ ποικίλας ἔχουσα τὰς μεταβολὰς ἔκ τε τῶν ἀρίστων ἐπὶ τὸ φαῦλον καὶ ἐκ φαυλότητος αὖ πρὸς τὸ ἀγαθόν. Πέπηγε δὲ ὥσπερ καὶ ἐρήρεισται Θεὸς ἐν ἰδίοις ἀγαθοῖς, τὴν ἐφ' ἕτερα μεταχώρησιν ὑπομένειν οὐκ ἀνεχόμενος· καὶ οὐσιώδης ἡ ἑδραιότης, οὐ προαιρετικῆς ἀσφαλείας εὕρημα. Πρόδηλον οὖν ὅτι τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις οὐ φυσική τίς ἐστιν ἡ πρὸς Θεὸν ἐμφέρεια, ἀλλ' οἱονεί πως ἐν τῷ πράγματι καὶ ἐν τῇ τῶν τρόπων ποιότητι διαφαίνεται. {Β.} Οὐκ ἂν ὁ λόγος ἡμῖν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τοι διώλισθον μὲν τῆς πρὸς Θεὸν οἰκειότητος," ἀγγέλων τε οἱ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν," καὶ μὴν καὶ ἡμεῖς αὐτοὶ ἠδικήμεθα δὲ εἰς τὴν φύσιν οὐδέν. Ὠχόμεθα γὰρ οὐδαμῶς εἰς τὸ μὴ ὑπάρχειν ὅλως, ἀλλ' ἔσμεν καὶ δίχα τοῦ κεκτῆσθαι τὴν ἀρετήν. Ἐπιστήμης δὲ οἱονεί πώς τινος καὶ τέχνης εἴδησιν ἐκ τῆς ἄγαν ῥᾳστώνης καὶ τῆς εἰς φαυλότητα ῥοπῆς ἀπημποληκότες, κεκλήμεθα πάλιν εἰς ἀνάληψιν τῶν πάλαι διὰ Χριστοῦ πρὸς ἐκεῖνο μεταπαι δεύοντος ἀναμορφοῦσθαι τὸ κάλλος, τὸ πρῶτόν τε καὶ ἀρχέτυπον. Καὶ οὔ τί πού φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης δίδωσιν εὐκλείας, ἀλλ' ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶν καὶ φρονεῖν τὰ ἀμείνω μεθορμιζομένους. {Α.} Οὐκοῦν, οὐκ ἀσυμφανές, ὦ Ἑρμεία, ὅτι τῆς θείας ἡμῖν εἰκόνος οἱ χαρακτῆρες ἐλλάμψουσι νενευκόσι προθύμως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθόν, καθὰ καὶ αὐτὸς διωμολόγηκας ἀρτίως, καὶ οὐκ ἀπαράλλακτοι πρὸς Θεὸν ἡμεῖς διὰ τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἀπεῖρξε γὰρ ἂν οὐδέν, εἴπερ οὕτως γε ἔχει κατὰ τὸ ἀληθές, τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως τῷ Δημιουργῷ. Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ' ἑαυτόν; {Β.} Ὧδε ἔχει. {Α.} Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν 395 ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικο νισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούρ γως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν, μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες οὐδέν, τὸν τῶν ὅλων Δημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ' ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ' ὑμᾶς ὁμοιοούσιον λέγειν; Ἀλλ' οἶμαι πρὸς τοῦτο διαπορήσειν αὐτούς. Συνιέναι γε μὴν χαλεπὸν οὐδέν, κἂν αὐτοὶ μὴ λέγοιεν, ὅτι τοῦ ὁμοουσίου τὴν δήλωσιν ἐκδεδίασί τε καὶ κιβδηλεύουσιν, οὐκ ἐπείπερ ἡμῖν, καθάπερ οἴονται καί φασιν, ἐξ ἀγράφου πεποίηται λέξεως, ἀλλ' ὅτι τῆς ἀληθείας ἐστὶ παραστατική, οὐχ ἑτέρας εἶναι φύσεως τὸν Υἱὸν ἀποφαίνουσα πλὴν ἐξ αὐτῆς ἀληθῶς τῆς τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Ἄριστα ἔφης. {Α.} Ἐπιλελῆσθαι γὰρ οἶμαι, κατά γε τὸ εἰκός, τοὺς θεομαχεῖν ᾑρημένους τῆς τοῦ Σωτῆρος φωνῆς, διαρρήδην ἀνακεκραγότος ὡς τῆς ἀρρήτου φύσεως εἴη καρπός, καὶ οὐχὶ τῆς εἰς τὸ εἶναι παρενηνεγμένης καὶ τὴν ἐν χρόνῳ λαχούσης ὕπαρξιν." Ἐγὼ γάρ, ἔφασκεν, οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ." Καὶ αὖ·" Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Καὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης γράφει περὶ αὐτοῦ·" Ὁἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί." Τί γὰρ ἂν εἴη τὸ ἄνωθεν ἢ ὅτι που πάντως ἐκ τῆς ἀνωτάτω καὶ ὑπερα νισχούσης τὰ πάντα φύσεως; Τί δὲ τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου ἢ ὅτι τῆς πρὸς πᾶν ὁτιοῦν τῶν γενητῶν ὁμοφυΐας ἀπήλλακται, πηγὴν ἔχων μόνος τὸν ἑαυτοῦ Πατέρα Θεόν; {Β.} Εἰ δὲ δὴ βούλοιντο τὸ ἄνωθεν οὐχ οὕτω νοεῖσθαι δεῖν καθὰ νῦν ἔφης αὐτός, ἀλλ' ὅτι οὐκ ἐκ τῆς κάτω καὶ περὶ τὴν γῆν ἀνθρωπότητος, ἀλλ' ἢ ἐξ οὐρανοῦ τυχόν, ἢ ἐκ φύσεως ἑτέρας πολὺ τὸ μεῖζον ἢ καθ' ἡμᾶς ἐχούσης, τί φαῖμεν ἂν καὶ πρὸς τοῦτο αὐτοῖς; {Α.} Τί δὲ ἕτερον ἢ τοῦτο; Καὶ τί τὸ ἐξαίρετον ἐν τῇ τοῦ Υἱοῦ καταθρήσαι τις ἂν φύσει τε καὶ δόξῃ, εἰ τῇδε 396 ἔχειν ἐροῦσι, καθὰ καὶ νοεῖν ἐγνώκασιν; Ἦ γὰρ οὐχὶ καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἄνωθέν τέ ἐστι καὶ ὡς ἡμᾶς ἔρχεται, τουτέστιν ἐξ οὐρανοῦ; Ἐν ἀμείνοσι δὲ πολὺ λίαν ἢ καθ' ἡμᾶς, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, Θρόνος τε καὶ Ἐξουσία, καὶ Κυριότης, καὶ αὐτὰ τὰ Σεραφίμ; Εἰ μηδὲν οὖν ἄρα τὸ ὑπερκείμενον ἐν Υἱῷ, ἀλλ' ἐν τουτοισὶ καὶ αὐτὸς τοῖς φυσικοῖς ὁρῷτο μέτροις, διοίσει μὲν δή, καθάπερ ἐγᾦμαι, κατ' οὐδὲν ἔτι τῶν λογικῶν κτισμάτων, ἅπερ ἄνωθεν ὡς ἡμᾶς ἥκει κατὰ καιρούς," εἰς διακονίαν ἀποστελλόμενα πνεύματα λειτουργικά, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ἐπακτὸν δὲ ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα περικείσεται, καὶ ψευδομυ θήσει λέγων·" Ἐγώ εἰμι ἡ ἀλήθεια." Ποῦ γὰρ ἢ πῶς ἀλήθεια τὸ μὴ οὕτως ἔχον ὡς ὀνομάζεται παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς; Τί δὲ δὴ ὅλως καὶ τὸ μὴ εἶναί φασιν ἀπὸ τοῦδε τοῦ κόσμου τὸν Υἱόν; {Β.} Ἐγὼ φράσω. Ὁμοούσιον μὲν γὰρ οὐκ εἶναί φασι τῷ Θεῷ καὶ Πατρί, τῆς γε μὴν ἀρρήτου φύσεως οὐκ οἶδ' ὅπως ὑποβιβάζοντες, τετηρήκασί τι τὸ ἐξαίρετον αὐτῷ παρὰ τὴν κτίσιν. Οὐ γὰρ εἶναι λέγουσιν ὁμοφυᾶ τοῖς πεποιημένοις, μέσην δὲ ὥσπερ τινὰ χώραν ἐπέχειν, ἤτοι φύσεως ἐκβεβηκέναι λόγον, οὔτε προσεχῶς εἰσάπαν καὶ οὐσιωδῶς συνείροντα τῷ γεγεννηκότι, οὔτε μὴν ὁλοτρό πως ἱέντα πρὸς τὸ κάτω, τουτέστιν ἐν κτίσμασιν. {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο σαφῶς καὶ ἀναφανδὸν εἰπεῖν τὴν τοῦ Υἱοῦ φύσιν, ἀπερυθριάσαντες, οἶμαί που, φαῖεν ἂν ὡς οὔτε Θεός ἐστι κατὰ φύσιν, οὔτε μὴν γενητός. Εἰ γὰρ ἐξοίχοιτο μὲν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἀμείνων δὲ αὖ ἢ κατὰ τὴν τῶν γενητῶν ἐστι φύσιν, ἀπώλισθε μὲν ἀραρότως τοῦ κατ' ἀλήθειαν εἶναι Θεόν, διαφεύξεται δὲ οὐκ οἶδ' ὅπως τὸ ἐναριθμεῖσθαι κτίσμασιν. {Β.} Συνίης εὖ μάλα. Καὶ δὴ καί φασιν ἐπαγωνιζόμενοι τῷ λόγῳ," μεσίτην" αὐτὸν ὠνομάσθαι" Θεοῦ καὶ ἀνθρώ πων" οὐχ ἑτέρου του χάριν ἢ ὥσπερ ἐγᾦμαι τουτουΐ. {Α.} Εἶτα τί τῶν τοιούτων ἀποπληκτότερον;" Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχ ἁπάσης εἶεν ἂν ὡς ἀπωτάτω σοφῆς καὶ ἀδιαβλήτου φρενός, ψυχροῖς ἐννοιῶν εὑρήμασι καταθλεῖν δύνασθαι τῶν τῆς ἀληθείας δογμάτων ὑποτοπήσαντες; Ὁ μὲν γὰρ ἱερός τε ἡμῖν ἀληθῶς καὶ σοφώτατος Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν ἁγίων χορός, διττὸν οἱονεί πως ἡμῖν τὸν ἐφ' Υἱῷ λόγον ἐγνώκασί τε καὶ εἰσκομίζουσι, μετὰ τὸ ἑνωθῆναι σαρκί, 397 τουτέστι καθ' ἡμᾶς γενέσθαι καθ' ὁλόκληρον ὁμοίωσιν, δίχα μόνης ἁμαρτίας. Τοιγάρτοι, ποικίλην ἡμῖν ἐξυφαί νοντες τὴν μυσταγωγίαν, ποτὲ μὲν ἔτι γυμνὸν καὶ τῶν τῆς κτίσεως μέτρων ἀφεστηκότα καὶ ἀσύμπλοκον παντελῶς τῇ καθ' ἡμᾶς φύσει παραδεικνύουσι τὸν Μονογενῆ, ποτὲ δὲ αὖ τῇ τοῦ δούλου μορφῇ μονονουχὶ κατεσκιασμένον, πλὴν ἐχόμενόν τε καὶ ἐξημμένον ἀπρὶξ τῶν τῇ ἰδίᾳ φύσει πρεπόντων ἀγαθῶν, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἀπαραποιήτως κατεστεμμένον. Ἀεὶ γὰρ ὡσαύτως ἔχοντα καὶ τροπῆς ἀποσκίασμα καὶ παραλλαγὴν οὐκ εἰδότα παθεῖν ἀποφαίνει λέγων ὁ πνευματοφόρος·" Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {Β.} Τί οὖν τοῦτο πρὸς τὰ παρ' ἐκείνων; {Α.} Ὅτι τοῖς ἱεροῖς Γράμμασιν οὐ ῥᾴθυμόν τε καὶ ἀναπεπτωκότα τὸν νοῦν ἐγκαθιέναι δέον, οἱονεί πως ἀθύρουσιν ἔν γε τοῖς οὕτω σεπτοῖς, ἐκτρεπόμενοι μὲν οὐκ οἶδ' ὅπως τὴν εἰς τὸ εὐθύ, διεκπίπτοντες δὲ καὶ κατασειόμενοι πρὸς τὴν ἐφ' ἑκάτερα τρίβον. Τὸ γάρ, οἶμαι, δεῖν ὁδὸν ἰέναι βασιλικήν, οὐχ ἕτερον εἶναί τι φαῖμεν ἂν ἢ τὸ μήτε ἄγαν εἰς δεξιὸν μήτε μὴν εἰς εὐώνυμον ἀποκλίνειν. Θέα γὰρ ὅπως ἀπερινοήτως ἴενται πρὸς τὸ δοκοῦν, οὐκ ἀναμετροῦντες ἢ δοκιμάζοντες τίνα μὲν ἂν ἁρμόσαι τῶν γεγραμμένων γυμνῷ τῷ Λόγῳ, τουτέστι πρὸ τῆς ἐνανθρωπήσεως ὄντι τε καὶ νοουμένῳ· τίνα δὲ αὖ ἤδη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι. Εἰ γὰρ οἴονται μηδένα μὲν δεῖν τουτωνὶ ποιεῖσθαι λόγον, ἀτέχνως δὲ οὕτω καὶ ἀπερισκέπτως πᾶν ὁτιοῦν ἐκδέχεσθαι τῶν γεγραμμένων, τί τὸ ἐμποδών, εἰπέ μοι, διδασκόντων αὐτοί, κἂν ἐσθίειν λέγηται, καὶ ὕπνον εἰσδέχεσθαι, καὶ διαστείχειν ἀμογητὶ μὴ δύνασθαι (κεκο πίακε γὰρ ἐκ τῆς ὁδοιπορίας), καὶ τὸ ἔτι τούτων ἐπέκεινα, τὸ ἐκτεθνάναι φημί, καὶ τροφῆς ἐπιδεᾶ, πόνου τε καὶ ἀσθενείας δεκτικόν, καὶ μὴν καὶ θανάτῳ κάτοχον ὁμολογεῖν εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἆρ' οὖν οὐχὶ τῶν τοιούτων ἡμῖν ἀναγκαιοτάτην εἶναι φῂς τὴν διαστολήν, τὸ ἑκάστῳ πρέπον καιρῷ καθηκόντως διανέμουσάν τε καὶ ἀποκρίνουσαν; {Β.} Ἀναγκαιοτάτην· πῶς γὰρ οὔ; {Α.} Ἀναγκαίου τοιγαροῦν καὶ ἀρίστου παντάπασιν ἀπο δεδειγμένου τοῦ διακρίνειν ἕκαστα τῶν περὶ αὐτοῦ κεχρη σμῳδημένων, ἀκούοις ἂν ἤδη τὸ τίς κατὰ φύσιν ἐστίν, ἀναγράφοντος τοῦ Παύλου·" Ὃς ὢν γάρ, φησίν, ἀπαύ γασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως 398 αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ," ἑτέρωθι δὲ αὖ·" Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος." Καὶ ταυτὶ μὲν δὴ περὶ τοῦ Μονογενοῦς οὔπω νοουμένου μετὰ σαρκός. Περὶ δὲ τοῦ αὐτοῦ καθ' ἡμᾶς ἤδη γεγεννημένου καὶ ἐν σαρκί·" Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν." Ἆρ' οὐκ ἀραρότως κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον ἑαυτῇ διαμαχεῖται τῶν πραγμάτων ἡ φύσις; Τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρός, ὁ τῆς θείας ἡμῖν ὑποστάσεως χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτατος Λόγος, δεήσεις λέγεται καὶ ἱκετηρίας ἀνασχεῖν, καὶ τοῦτο δεδακρυμένος, ὡς ἂν διακρούσαιτο τοῦ θανάτου τὴν ἔφοδον· ἀλλ'" ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ," τουτέστιν ὅτε Θεὸς ὢν ὁ Λόγος, γέγονε σάρξ, κατὰ τὰς Γραφάς, καὶ οὐκ ἐν ἀνθρώπῳ γέγονε, καθὰ καὶ ἐν τοῖς ἁγίοις, οἷς κατὰ μέθεξιν ἐναυλίζεται, τὴν διά γέ φημι τοῦ ἁγίου Πνεύματος. Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ' Υἱῷ λόγος. Ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ τοῦ Θεοῦ καὶ ὡς καθ' ἡμᾶς γεγονότι τὰ καθ' ἡμᾶς, τουτέστι τὰ ἀνθρώπινα. Τὴν δὲ ἄρρυθμόν τε καὶ οὐκ εὐκρινῆ τῶν πραγμάτων ἀνάχυσιν εὖ μάλα παραιτητέον, τὴν ἀκριβῆ καὶ ἐξητασμένην τῶν νοημάτων κατάληψιν ὑποκλέπτουσαν καὶ τῆς ἀληθείας τὸ κάλλος οὐ μετρίως παραπημαίνουσαν. {Β.} Εὖ λέγεις. {Α.} Ὅταν οὖν λέγηται μεσίτης, οὐχ ὁριστικὸν τῆς οὐσίας τοῦ Μονογενοῦς οἰηθείη τις ἂν εἶναι τοὔνομα· πολλοῦ γε καὶ δεῖ· περιτρέψειε δ' ἂν μᾶλλον αὐτὸ εἰς ὑπακοὴν τοῦ Χριστοῦ. Καθαιρήσει γὰρ οὕτω λογισμοὺς ἀσυνέτους," καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίσει πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Θεοῦ," καθὰ γέγραπται. {Β.} Ἀληθὴς ὁ λόγος. Ἀλλ', ὦ γενναῖε, τούτων μὲν ἅλις, ἐπείτοι γε μηδὲ ἀμφίλογα. Ἥδιστα δ' ἄν σου διαπυθοίμην 399 τῆς τοῦ Υἱοῦ μεσιτείας τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος. Τουτὶ γὰρ ἕωλον ἀποφανεῖ τῶν ἑτεροδόξων τὸν ἀπατεῶνα λόγον. {Α.} Ἴτω δὴ οὖν εἰ δοκεῖ, καὶ τετράφθω νυνὶ πρὸς τοῦτο ἡμῖν ὁ λόγος. Ἐκβασανιστέον δὲ καὶ πρό γε τῶν ἄλλων πότε τὸν Υἱὸν ἐν μεσίτου τάξει τέθεικεν ἡ Γραφή. Ἔφη τοίνυν ὁ Παῦλος ὅτι" Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν," καιρὸν οὐχ ἕτερον, οἶμαι, πρέπειν τῇ τοῦ Υἱοῦ μεσιτείᾳ διοριζόμενος πλὴν ὅτι τὸν ἐν ἐσχάτοις, ὅτε, καθά φησιν αὐτός," ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών," καίτοι Θεὸς ὢν καὶ Κύριος, ἵν' ἡμᾶς δι' ἑαυτοῦ κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀποκα ταλλάξῃ τὰ πάντα, κατὰ τὸ γεγραμμένον," εἰρηνοποιήσας διὰ τοῦ σταυροῦ τά τε ἐν οὐρανῷ τά τε ἐπὶ τῆς γῆς," μεσιτεύων ὡς ἄνθρωπος." Δεόμεθα γοῦν ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ," τὸ Χριστοῦ πρόσωπον ἀναλαβὼν ἔφη πάλιν ὁ Παῦλος. Ἐπειδὴ γὰρ οἱονεί πως γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν οὐχ οἵα τε ἦν ἡ ἀνθρώπου φύσις, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν, ὑπέδυ χρησίμως τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὁ Μονογενής, ὡς ἂν τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς διεκκαλύπτων θέλησιν, πνευματικοὺς ἀποδείξῃ προσκυνητάς, οὐ τύπων ἀποσκιάσμασι προσκειμένους ἔτι, καὶ τὸν οὐδὲν τελειοῦν ἰσχύοντα προσιε μένους νόμον, ἀλλ' ἵν', ἐπείπερ ἐστὶ πνεῦμα ὁ Θεός, ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ ἡμεῖς αὐτοὶ προσκυνεῖν τε ἅμα καὶ λατρεύειν ἐπειγώμεθα. Ἦ γὰρ οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ πανάριστος Ἠσαΐας παιδίον γεγεννῆσθαί φησιν Υἱόν, καὶ καλεῖσθαι τὸ ὄνομα αὐτοῦ" μεγάλης βουλῆς Ἄγγελον;" {Β.} Ἄριστα ἔφης. Εἰ δὲ δὴ πρὸς τούτοις ἕλοιο πληρο φορεῖν εὖ μάλα, καί τι τῶν ἀρχαιοτέρων παρατιθεὶς εἰς παράδειγμα τῆς Χριστοῦ μεσιτείας, ὡς πλείστην ὅσην εἰδείην ἂν εὖ ἴσθι τοι χάριν. {Α.} Οὐκοῦν, ἐπ' αὐτὸν ἰόντες τὸν ἱεροφάντην Μωσέα, καὶ τῶν δι' αὐτοῦ πεπραγμένων τε καὶ εἰρημένων τὴν δύναμιν φανοτάτην ὥσπερ εἰκόνα τῆς ἐν Χριστῷ μεσιτείας ἀνορθοῦν σπουδάζοντες, ἐκπεποιημένον ὀρθῶς τὸν ἑαυτῶν ἤδη πως ἀποφήνωμεν λόγον. Τὸ γάρ, οἶμαι, τοῖς δι' ἐναντίας ἐπιτιμᾶν καὶ κατονειδίζειν ἀεὶ τὸ φρονεῖν ἑλέσθαι τὸ σφίσιν αὐτοῖς ἡδύ, κἂν εἰ τοῖς ἱεροῖς ἀπᾴδοι Γράμμασιν, εἶτα 400 τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, οἰηθείην ἂν ἔγωγε τῆς ἀνωτάτω μωρίας οὐκ ἀμοιρεῖν. {Β.} Εὖ λέγεις. {Α.} Ὅτε τοίνυν τῆς τῶν Αἰγυπτίων ἀπέδραμον γῆς οἱ ἐξ Ἰσραήλ, τὸ τῆς ἀναγκαίας θητείας ἄχθος ἀποσεισάμενοι καὶ τὰ τῆς δουλείας ἀπορρήξαντες ζυγά, κατηυλίζοντό τε περὶ τὸ Σινᾶ καλούμενον ὄρος, νόμους τε ἤδη διατυποῦν τῶν πρακτέων τοὺς ὁριστὰς ἐδόκει Θεῷ, συναγείρεσθαι μὲν ὑπὸ τὸ ὄρος, ἀποπλύνεσθαι δὲ δεῖν τὰ ἐσθήματα, οὕτω τε κεκαθαρμένους ἐπὶ θεοπτίαν ἰέναι τότε τὴν ἀσυνήθη διεκελεύετο. Ἐπειδὴ δὲ τοῦτο διεπεραίνετο, προηγορευκότος αὐτοῖς τοῦ Μωσέως," κατέβη μὲν Κύριος ἐν εἴδει πυρός· καπνοὶ δὲ ἦσαν ἐξελιττόμενοί τε καὶ ἀναθρώσκοντες, καὶ νεφέλη γνοφώδης, καὶ πυρὸς διαδρομαί, καὶ σκότος, καὶ θύελλα, καὶ τὰ τῆς εἰς ἄκρον πτοίας ἐμποιητικά, διαπρύσιός τε σαλπίγγων ἠχή. Καὶ ἐξεκόμιζε μὲν ὁ Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ὑπὸ τὸ ὄρος." Γέγραπται γὰρ ὡδί. Μεσιτείας δὲ τῆς Χριστοῦ τύπος ἦν, οἶμαι, τὸ χρῆμα. Φάσκει γὰρ ἐναργῶς·" Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." Πρόσιμεν γὰρ οὐχ ἑτέρως ἢ διὰ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, πάντα μὲν ἀρχαῖον ἀφανίζοντες μώλωπα, καὶ ἅπαν μὲν εἶδος προεκθλίβοντες μολυσμοῦ, μεταμφιεννύντες δὲ ὥσπερ τὸν νοῦν τῇ ἐν Χριστῷ καθα ρότητι." Ἐνδύσασθε δὲ τὸν Κύριον Ἰησοῦν Χριστόν," θεῖος ἡμῖν ἔφη λόγος. Ταύτῃ τοι καὶ ἡ τῶν ἱματίων ἔκπλυσις τῆς ἐν πνεύματι καθαρότητος τὴν δύναμιν ὑπεπλάττετο. Ἦ οὐκ εἶναι φῂς καὶ τοῦτο ἀληθές, ἐκ γε τοῦ εἰκότος ἀναπεπεισμένος; {Β.} Φαίην ἄν. {Α.} Ἐν εἴδει τοίνυν πυρὸς καταβεβηκότος τοῦ Θεοῦ, καίτοι δόξαν αἰσθητὴν καὶ οὐ σφόδρα τοῖς τεθεαμένοις ἀσυνήθη δεικνύοντος, δυσφόρητον κομιδῇ τὴν αὐτοπρόσωπον ἐποιεῖτο θέαν ὁ Ἰσραήλ, περίφοβοι δὲ καὶ τρέμοντες ἐλιπάρουν τὸν δημαγωγόν, φημὶ δὴ Μωσέα, καὶ δὴ καὶ ἔφασαν·" Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μήποτε ἀποθάνωμεν." Ἰδοὺ δὴ σαφῶς, μεσιτεύεσθαι παρεκάλουν, ὡς ἀκράτῳ δηλονότι τῇ τοῦ Θεοῦ δόξῃ προσ βαλεῖν οὐχ οἷοί τε. Ἴθι δὴ οὖν καθάπερ ἐξ ἐμφανοῦς εἰκόνος τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐπὶ τὸν Μονογενῆ, ὃς ἐπείπερ οὐκ ἦν γυμνῇ πρὸς ἡμᾶς ἀφικέσθαι τῇ θείᾳ δόξῃ, ὡς ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπαιδεῦσαι βούλησιν, γέγονε καθ' ἡμᾶς, μεσίτης Θεοῦ καὶ ἀνθρώπων." Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς Γραφάς. Οἴου δέ με μὴ 401 ψευδομυθεῖν, τῇ Χριστοῦ διακονίᾳ τὴν διὰ Μωσέως εἰκά ζοντα. Ἐντεῦθεν δέ, οἶμαι, ῥᾷον ἂν μάθοις. Ἀνακεφαλαιούμενος γὰρ ἐν τῷ καλουμένῳ Δευτερονομίῳ τὰ περὶ τῆς συνόδου τῶν υἱῶν Ἰσραήλ, ὧδε πῇ φησι·" Τέλειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμέ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρήβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με· Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἐὰν λαλήσει ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." Ἆρ' οὐκ ἐμφανῶς, ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς, ἔν γε τοῖς κατὰ Μωσέα, τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἀπέδειξε τὸ τῆς ἀνθρωπότητος ἀσθενές; Πλὴν ἐκεῖνο διασκεπτέον. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Μωσῇ μὲν γὰρ προσιόντες·" Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν," ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. Ἀλλ' ὡς ἄριστα τουτὶ λέγοντάς τε καὶ διεσκεμμένους ἀπεδέχετο μὲν ὁ Δημιουργός, προαναπλάττων δὲ ὥσπερ καὶ αὐτὴν ἡμῖν ἐν τύποις τὴν ἀλήθειαν, τὴν διὰ Χριστοῦ μεσιτείαν ὑπισχνεῖτο λέγων·" Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ·" μεσίτην δηλονότι, καὶ τοὺς ἄνωθέν τε καὶ θείους διαπορθμεύοντα λόγους, καὶ κατασημαίνοντα τῷ λαῷ τὸ τῇ ἀφράστῳ τε καὶ ἀρρήτῳ φύσει δοκοῦν, ὃ καὶ ἀταλαίπωρον κομιδῇ καὶ δι' αὐτοῦ τοῦ Χριστοῦ τετελεσμένον ἰδεῖν. Ἀνεκεκράγει γὰρ ἐναργῶς ὅτι" Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν·" Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με." Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ·" Ὁ λαβὼν402 αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Ἆρ' οὖν, ὦ φιλότης, ἐπιψηφιεῖ τῷ λόγῳ τὸ ἀληθές, ἢ καταρνήσῃ τὸ συναινεῖν; {Β.} Οὐδαμῶς. {Α.} Οὐκοῦν ταυτὶ μὲν ἡμῖν Μωσέως εἰρήσθω πέρι. Βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, τῆς τοῦ Υἱοῦ μεσιτείας ἀπορρήτως ἡμῖν ἀνατυποῦν τὸν τρόπον; ἢ τοῦτο μηθέντας, ἑτέραν ἡμᾶς οἴει χρῆναι διᾴττειν ὁδόν; {Β.} Ἀλλ', ὦ γενναῖε, τί δὴ παρέντες τὸ ἐν χερσί, καίτοι λίαν ἡμᾶς ὀνήσειν προσδοκώμενον, ἐφ' ἑτέραν ἴμεν τε καὶ διασπεύδομεν νοημάτων θήραν, ὅτε καὶ σχολαίως τοῦτο δρᾶν ἄμεινον ἔσται που, παραποδίζοντος οὐδενός; {Α.} Τετράψομαι τοίνυν ἐπὶ τὸ αὐτῷ σοὶ φίλον, καὶ δὴ καὶ ἐρῶ. Κορὲ γὰρ δή, Δαθάν τε καὶ Ἀβειρὼν φυλῆς μὲν καὶ γένους ἐξέφυσαν τοῦ Λευί, ἐτετάχαντο δὲ οὐκ ἐν τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἀλλ' ἐν τοῖς τὴν ὑπουργικὴν διαπε ραίνουσιν λειτουργίαν ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ· Λευῖται δὲ οὗτοι, καὶ μέτριον ἦν τοῦτο αὐτοῖς. Εἶτα τῆς ἱερωσύνης τὴν δόξαν οὐκ ἐν καιρῷ διψήσαντες, καὶ μέτρον τιμῆς ἀσυνέτως οὐ προσιέμενοι τὸ παρὰ τοῦ Θεοῦ, αὐτόμολοι καὶ θρασεῖς ἐπὶ τὸ μέσον ᾔεσαν καὶ δὴ κατεξανιστᾶσι Μωσέως τε καὶ Ἀαρὼν τὴν συναγωγήν, πικροῖς δὲ τὸν προσηνῆ καταπαίοντες λόγοις, κατηρέθιζον ἤδη πως εἰς δυσθυμίας. Δίκας δὲ οὗτοι πραττόμενοι τοῦ τολμήματος παρὰ τοῦ τὰ δίκαια κρίνοντος, πανοικὶ διολώλασι. Διοίξασα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα ὅσα ἦν αὐτοῖς. Ἐπειδὴ δὲ τοῖς ὁσίως κεκολασμένοις ἐκτόπως ἐπιστυγνά ζοντες, ἐχίων, οἶμαι, δίκην ἐπέθρωσκόν τε καὶ ἐπεφύοντο τοῖς ἀμφὶ Μωσέα τῶν ἰσοφρόνων τινές, ἡ θεία λοιπὸν εἰς ὀργὰς ἐκαλεῖτο φύσις. Γέγραπται δὲ οὕτως·" Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. Καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λαβὲ τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ αὐτῶν. Ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, καὶ ἦρκται θραύειν τὸν λαόν. Καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν. Καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα, καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ, καὶ 403 ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρά σοι λοιπὸν τῆς τοῦ Υἱοῦ μεσιτείας τὸ χρῆμα καὶ μετὰ τοῦτο ἀσυμφανές, ὦ Ἑρμεία; {Β.} Ναί. Δεῖν γὰρ ἔγωγέ φημι κατιδεῖν ἀστείως τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον. Οὐκοῦν διασάφει· σὺ γὰρ ἔσῃ δρᾶν καὶ τοῦτο πρέπων. {Α.} Οὐ γὰρ οἴει τὸν Ἀαρὼν εἰς εἰκόνα καὶ τύπον τῆς τοῦ Σωτῆρος ἡμῶν ἱερωσύνης τεθεῖσθαι τὸ ἐν ἀρχαῖς, τόν τε ποδήρη διεζωσμένον, καὶ τὴν καλουμένην ἐπωμίδα, καὶ τὸ πέταλον τὸ χρυσοῦν ἐπὶ μετώποις ἄκροις, καὶ τοὺς λίθους τῆς γλυφῆς, καὶ τὸ ἔτι τούτων εὐσυνοπτότερον, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθεῖν ἐπιτετραμμένον, αἵματός τε οὐ δίχα τὴν ὑπὲρ παντὸς τοῦ λαοῦ πληροῦντα θυσίαν; {Β.} Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος·" Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος." Καὶ ὅτι τύποι μὲν τὰ ἀρχαῖα καὶ σκιαί, ταυτὶ δὲ δή, τουτέστι τὰ διὰ Χριστοῦ, λαμπρά τε ἤδη καὶ ἐμφανεστάτη λίαν ἀλήθεια, τίς ἂν ἐνδοιάσαι τῶν εὐμαθεστέρων; {Α.} Παραδεξάμενοι τοίνυν εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, καὶ ταῖς τῶν τύπων ἀκαλλεστέραις ἔτι σκιαῖς οἱονεί πως ἤδη τὰ παμποίκιλα τῆς ἀληθείας ἐπιπάττοντες χρώματα, φέρε λέγωμεν ὅτι τοῖς θείοις δόγμασι καὶ δεσποτικοῖς θεσπίσμασι ἀντεξά γοντες ἀπηνῶς τὸ ἴδιον θέλημα πάντες ὅσοι τὴν πλατεῖαν ταυτηνὶ καὶ ἀμέτρητον οἰκοῦμεν γῆν, προσκεκρούκαμεν οὐ μετρίως τῷ Δημιουργῷ, καίτοι τιμῆς τε καὶ δόξης ἐφέντι λαχεῖν ἃς ἦν ἀνθρώπους ἔχειν εἰκός. Ἐντεῦθεν ἡμῶν ἡ δαπανῶσά τε καὶ τῷ θανάτῳ συνθραύουσα κατεξανέστη φθορά·" Καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ,"" Καὶ ἐπλάτυνε μὲν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ," καθά φησιν ὁ προφήτης Ἠσαΐας," διήνοιξε δὲ τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν." Κἂν εἰσάπαν ὠλόθρευσε τὴν γῆν, ἀδιάφυκτόν τι καὶ ἀνεξίτητον ἁπλώσας τὸ λίνον, εἰ μὴ καθάπερ ἀπό τινος σκηνῆς τῆς ἄνω καὶ ἐν οὐρανοῖς, κατ' εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρός, 404 ἐκπεφοίτηκέ τε καὶ καθίκετο πρὸς ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος." Κεκένωκε γὰρ ἑαυτόν, μορφὴν δούλου λαβών," ἵνα καὶ χρηματίσας ἀρχιερεὺς καὶ ὡς ἐν τάξει θυμιάματος ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργήσας τῷ Θεῷ καὶ Πατρὶ ἐκδυσωπήσῃ τὴν θραῦσιν." Ἔστη γάρ, φησίν, ἀναμέσον τῶν ζώντων καὶ τῶν τεθνηκότων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρ' οὖν οὐχὶ καὶ διὰ τούτων εὖ μάλα κατα θρήσαι τις ἂν ὅτι μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονεν Ἰησοῦς; Λελυμένης γὰρ ὥσπερ τῆς διαμάχης, καὶ παντὸς ἀρχαίου διατειχίσματος κατασεσεισμένου, ἀλλήλοις συνέβη τὰ πάλαι διῳκισμένα, τουτέστι Θεός τε καὶ ἀνθρωπότης, μεσολαβοῦντος Χριστοῦ, καὶ δι' ἑαυτοῦ τοῖς ἄνω τὰ κάτω συνδέοντος. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος ὅτι" Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Καὶ αὖθις αὖ·" Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." {Β.} Ἆρ' οὖν, ὅτι τὸ μεσολαβοῦν καὶ ἐξεῖργον ἡμᾶς τῆς πρὸς Θεὸν ἀγάπης τε καὶ οἰκειότητος, φημὶ δὴ τὴν ἁμαρτίαν, ἐκποδὼν ἐλάσας, ὁ Μονογενὴς ἀνεκόμισέ τε πρὸς τὸ ἀρχαῖον ἡμᾶς καὶ κατήργηκε τὴν ἔχθραν, κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον νοοῖτ' ἂν μεσίτης, ἢ καὶ καθ' ἕτερόν τινα τρόπον; Φράσαις ἂν ὡς ἥδιστα ἐρομένῳ τε καὶ δεδι ψηκότι μαθεῖν. {Α.} Καὶ μάλα, κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε. Ἐρῶ δὲ ὅτι κατήργηκε μὲν τὴν ἔχθραν ὁμολογουμένως ἐν τῇ σαρκὶ αὐτοῦ, καθὰ γέγραπται, καὶ οἱονεί τις διαλλάκτης εἰς ἡμᾶς καὶ μεσίτης γεγονὼς τῆς πρὸς Θεὸν ἀγάπης ὠλισθηκότας ὡς ἀπωτάτω, διά γε φιληδονίας τῆς κοσμικῆς καὶ ἐπείπερ τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρεύκαμεν, προσκεκόμικε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί, καὶ δικαιώσας, τῇ πίστει κατεκτήσατο· πλὴν οὔ τί πού φαμεν μεσίτην αὐτὸν δι' οἰκονομίαν κεκλῆσθαι τὴν ἐπὶ τῷδε μόνην, ἀλλά τις αὐτῷ καὶ ἕτερος ἐπὶ τῷδε λόγος ἀπόρρητός τε καὶ μυστικὸς πρὸς τὸ τῆς μεσιτείας ὄνομά τε καὶ χρῆμα προσπορίζεται. {Β.} Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; {Α.} Καὶ πῶς ἂν ἑτέρως ἢ κατ' ἐκεῖνό που πάντως τὸ γεγραμμένον·" Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος;" Αὐτὸς γὰρ ὑπάρχων 405 τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀκήρατον κάλλος καὶ ἡ μορφὴ καὶ τὸ εἶδος, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, οὐχ ὑπό του πρὸς τοῦτο βεβιασμένος, ἀλλ' εὐδοκίᾳ Πατρὸς κατ' ἰδίαν βούλησιν, καὶ γέγονεν ἄνθρωπος, ἀλώβητον μὲν παντελῶς καὶ ἀπαραποίητον ἐν ἑαυτῷ τὸ τῆς ἰδίας φύσεως ἀνασῴζων ἀξίωμα, προσλαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, καὶ εἷς ἐξ ἀμφοῖν νοούμενος Υἱός, συνδεδραμηκότων καὶ συνενεχθέντων εἰς ἓν φύσεως τε θείας καὶ ἀνθρωπίνης ἀφράστως τε καὶ ἀπορρήτως, καὶ ὡς οὐκ ἔστι νοεῖν εἰς ἑνότητα συντεθειμένων. Καὶ οὐ δήπου φαμὲν τὸν τοῦ Θεοῦ Λόγον εἰς τὴν τῆς ἐπιγείου σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν εἰς αὐτοῦ τοῦ Λόγου τὴν σάρκα· φρενοβλαβείας γὰρ δοίην ἂν ἔγωγε τῆς ἐσχάτης νόσημα τουτί· ἑκατέρου δὲ ὥσπερ ἐν ἰδίῳ μένοντος ὅρῳ τε καὶ λόγῳ, τὴν εἰς ἄκρον τε καὶ ἀδιασπάστως ἔχουσαν εἰς ἑνότητα συνδρομήν, τὸ τῆς λεγομένης ἐνθάδε συμβάσεως ὄνομα δηλοῖ. Θεὸς γάρ ἐστιν ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· οὔτε δὲ Θεὸν εἰπὼν ἀνθρωπότητος ἀπαλλάξεις μετὰ τὴν ἕνωσιν, οὔτε μὴν ὀνομάσας ἄνθρωπον τῶν τῆς θεότητος ἀποσοβήσεις ἀξιωμάτων, εἴπερ ἕλοιο φρονεῖν ὀρθῶς. Καὶ ἔστι Μονογενὴς μὲν καὶ Λόγος ὡς ἐκ Θεοῦ Πατρὸς ἀναφὺς καὶ γεγεννημένος, Πρωτότοκος δὲ αὖ ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς. Καὶ ὥσπερ ὄνομα τὸ Μονογενής, ἴδιον ὂν τοῦ Λόγου, τετήρηται πάλιν αὐτῷ καὶ ἑνωθέντι σαρκί· οὕτω τὸ Πρωτότοκος, αὐτοῦ κυρίως οὐκ ὄν, γέγονεν ἴδιον αὐτοῦ μετὰ τῆς σαρκός. Μεσίτης ἄρα οὖν καὶ τῇδε νοεῖται τὰ πολὺ διῳκισμένα κατὰ τὴν φύσιν καὶ ἀμέτρητον ἔχοντα τὸ μεσολαβοῦν, τουτέστι θεότητά τε καὶ ἀνθρωπότητα, συνενεχθέντα τε καὶ ἡνωμένα δεικνύων ἐν ἑαυτῷ, καὶ συνείρων ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Θεῷ μὲν γάρ ἐστιν ὁμοφυής, ἐπείτοι καί ἐστιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἀνθρώποις γε μὴν ὡς ἐξ ἡμῶν τε καὶ ἐν ἡμῖν. Οὐ γὰρ παρ' ἡμᾶς ἑτεροῖος κατά γε τὸ ἀνθρώπινον, ἀλλ' ἐοικὼς κατὰ πάντα, δίχα μόνης τῆς ἁμαρτίας, ὁ Ἐμμανουήλ. {Β.} Ὀρθότατα ἔφης. Ἥκει δὲ ἤδη πρὸς τοῦτο ἀνάγκης ἡμῖν ὁ λόγος, ὡς καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ εἶναι φάναι τὸν Υἱόν. {Α.} Ὁμοούσιον γάρ, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ οὐσιωδῶς. Ὥσπερ γὰρ οὐκ ἀληθῶς καὶ ἐξητασμένως, ἀλλ' οὐδὲ ἐν τάξει τῇ πρεπούσῃ νοοῖτ' ἂν ἢ λέγοιτο πρὸς ἡμᾶς ὁμοούσιος εἰ μὴ γέγονεν 406 ἄνθρωπος, οὕτως οὐκ εἴη ποτ' ἂν ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ μὴ φυσικοῖς εἰς ἑνότητα τὴν πρὸς αὐτὸν συνδούμενος λόγοις· ἀλλ' οὐδ' ἂν ἑτέρως ἡ ἀνθρωπότης θείας εἴη φύσεως μέτοχος, εἰ μὴ πεπλούτηκε τοῦτο διὰ μεσίτου τοῦ Υἱοῦ, φυσικὸν ὥσπερ τινὰ τὸν τῆς συναφείας λαχοῦσα τρόπον. Ἀταλαίπωρον δὲ κομιδῇ διαπυθέσθαι λέγοντος τοῦ Υἱοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα·" Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα πιστεύσῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν." {Β.} Εἰ δὲ δὴ λέγοιεν τὴν ἑνότητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα τοιαύτην εἶναι τυχὸν οἵαπερ ἂν νοοῖτο καὶ ἐφ' ἡμῶν αὐτῶν, τί δὴ ἄρα λογιούμεθα; Γέγραπται γὰρ ὅτι" Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία μία, καὶ ψυχὴ μία." Πλείστων γὰρ ὅσων ἐν ἅπασιν οὐσῶν ψυχῶν, μίαν ἔφη τὴν ἁπάντων γενέσθαι, τὸ τῆς ἑνώσεως ὄνομά τε καὶ χρῆμα οὔ τί που πάντως αὐτῆς καθορίζων τῆς φύσεως, ἀπονέμων δὲ μᾶλλον ταῖς ἐκ θελημάτων ἀδιασπάστοις ῥοπαῖς καὶ τὸ μίαν ἔχειν καὶ τὴν αὐτὴν σκέψιν τε καὶ βούλησιν. Καὶ ἐπειδήπερ ἐστὶ συνευδοκητὴς καὶ ὁμόφρων ἐν ἅπασιν ὁ Υἱὸς τῷ Πατρί, ταύτῃ τοι καὶ ἕν ἐστι πρὸς αὐτόν. Ταυτὶ γὰρ ἐκεῖνοι περιβομβοῦσιν οἱ δείλαιοι. {Α.} Ἀλλ' ἠλιθιότητος τῆς εἰς ἄκρον ἡκούσης ἤδη καὶ ἀνωτάτης τὸν οἰκεῖον εὐθὺς ἀναμεστώσαντες νοῦν κἀν τούτῳ δὴ πάλιν ἁλοῖεν ἄν. Οὐδὲν γὰρ τῶν ἐκτόπων, ὡς ἔοικεν, ἔστι νοημάτων ἀδρανές τε οὕτω καὶ κατερριμμένον ὃ μὴ τὸν τῶν ἀσυνέτων καταληΐζεται νοῦν, καὶ τοῦτο ἀμογητί." Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν," κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχὶ μωρίας τε καὶ εἰκαιό τητος τῆς ἁπασῶν ἐσχάτης οἰηθείη τις ἂν ἀναπεπλῆσθαι λοιπὸν τὸ φάναι τε καὶ διατείνεσθαι φιλεῖν ἥκιστα μὲν φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; Διοίσει γάρ, οἶμαι, κατ' οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ ἔστιν ἀληθές, τῶν εἰς υἱότητα κεκλημένων, καὶ εἰς τὸ τῆς θεότητος ὄνομα διὰ βουλῆς τοῦ Πατρὸς εἰσπεποιημένων, οἳ καὶ τοῖς ἐκ τῆς ἀρετῆς αὐχήμασι τὴν οὕτως εὐκλεᾶ καὶ περίοπτον ἐξεπρίαντο δόξαν. Τί δὲ δὴ τὸ ἀπεῖργον ἔτι, λεγόντων ἐκεῖνοι, καὶ τῶν ἁγίων ἕκαστον τὰ ἐφ' οἷσπερ ἂν ἡσθείη Θεὸς φρονεῖν τε καὶ δρᾶν ᾑρημένον, καὶ τὸ τῷ Δεσπότῃ 407 δοκοῦν ἴδιον ὥσπερ τι ποιησάμενον θέλημα, τὴν οὕτως ὑπερφυᾶ τοῦ Υἱοῦ φθέγξασθαι φωνήν, ἀνακραγεῖν τε πρὸς τὸν Πατέρα·" Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;" Παρακομι ζόντων δὴ οὖν τοιάνδε τινὸς ἡμῖν ἁγίου φωνήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν, πολλοῦ γε καὶ δεῖ. Τοὐναντίον γάρ, οἶμαι, κατα θρήσαι τις ἄν, καίτοι τῆς εἰς λῆξιν εὐσεβείας ἐπειλημμένους, ὅτι τε εἶεν ἁμαρτωλοὶ πολυτρόπως ἐξᾴδοντας, καὶ τῆς οἰκείας φύσεως οὐκ ἐν ἀγνοίᾳ κειμένους. Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν μυρίας μὲν ὅσας κατασωρεῦσαι φωνὰς ἐκ τῶν ἱερῶν ἀναλεξαμένους Γραμμάτων· τό γε μὴν ἐφεῖναι τοῖς φιλομαθέσι διαγυμνάζεσθαι λογισαίμην ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. Τετράψομαι δὲ πρὸς τὰ παρ' ἐκείνων· ἄμεινον γὰρ ἤδη τουτί· καὶ δὴ καὶ ἐρῶ, τὸν τῆς καθ' ἡμᾶς ἑνότητος ἀνακυκλήσας λόγον. Πρὸς ἑνότητα μὲν γὰρ τὴν διὰ πίστεως συγκεκομίσμεθά τε καὶ συνηνέχθημεν ὁμολογουμένως, διοίσομεν δὲ κατ' οὐδὲν ἀλλήλων ἑτερότητι τῆς οὐσίας, καὶ εἰ τέμνεταί πως ἕκαστος εἰς ἰδίαν ὑπόστασιν. Ἐσμὲν γὰρ ὁμοειδεῖς, καὶ τῆς ἁπάντων οὐσίας ὅρος τε καὶ λόγος εἷς, ὁ πάντων ἐν ἴσῳ κατηγο ρούμενος. Ἑνότητα δὲ τὴν ὡς πρὸς Θεόν, οὐκ ἐν ψιλαῖς καὶ μόναις ταῖς ἐκ θελημάτων πλουτοῦμεν ῥοπαῖς, ἀλλά τις καὶ ἕτερος εἰς τοῦτο συνείρει λόγος, ἀπόρρητός τε καὶ ἀναγκαῖος. Ὡς γὰρ ὁ θεῖος ἡμᾶς μεμυσταγώγηκε Παῦλος," ἓν σῶμά ἐσμεν οἱ πολλοὶ διὰ τὸ ἐκ τοῦ ἑνὸς ἄρτου μετέχειν." Ἢ γὰρ οὐκ οἶσθα ὅτι σύσσωμα γενέσθαι Χριστοῦ καὶ τὰ ἔθνη φησί, τὴν πρὸς αὐτὸν ἑνότητα λαχόντα διὰ τῆς πίστεως, δῆλον δὲ ὅτι καὶ μυστικῆς εὐλογίας; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Οὐκοῦν, φυσικήν τε ἅμα καὶ προαιρετικὴν τὴν ἕνωσιν ἐν τε σφίσιν αὐτοῖς κεκτήμεθα, τοιαύτην δὲ οὖσαν ἡμῶν καὶ τὴν ἐν Χριστῷ διοψόμεθα. {Β.} Πῶς λέγεις; Ἕπομαι γὰρ οὐ λίαν. {Α.} Καὶ μὴν οὐδὲν εἶναί φημι τὸ ἄναντες ἔν γε δὴ τούτοις, ὦ τᾶν· ἀναμάθοι δ' ἂν ὅ φημι καὶ λίαν εὐκόλως ἁπαστισοῦν, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνήρ, ἐννενοηκὼς ὅτι πρῶτον μὲν εἰς ταυτότητα τὴν πρὸς ἀλλήλους οἱ τελοῦντες ἐν ἀνθρώποις θεσμῷ φυσικῷ διεσφίγμεθα, συνενούμεθα δὲ καὶ καθ' ἕτερον τρόπον. Διατετμημένοι γὰρ ὥσπερ εἰς ὑπόστασιν ἰδικήν, τὴν καθ' ἕκαστον λέγω, καθ' ἣν ὁ μέν τίς ἐστι Πέτρος ἢ Ἰωάννης, ὁ δὲ Θωμᾶς ἢ Ματθαῖος, σύσσωμοι γεγόναμεν ἐν Χριστῷ, τὴν μίαν σάρκα τρεφόμενοι, καὶ ἑνὶ τῷ ἁγίῳ Πνεύματι πρὸς ἑνότητα κατεσφραγισμένοι, καὶ 408 εἴπερ ἐστὶν ἀμέριστος ὁ Χριστός– μεμέρισται γὰρ οὐδαμῶς– ἓν οἱ πάντες ἐσμὲν ἐν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα·" Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν." Ἄθρει γὰρ ὅπως ἔν τε τῷ Χριστῷ καὶ ἁγίῳ Πνεύματι οἱ πάντες ἕν ἐσμεν καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα. Ἐπαιτιατέον οὖν ἄρα τοὺς ἕτερα ἄττα φρονεῖν ἑλομένους, ὡς μηδὲ ἐκεῖνα συνέντας ὀρθῶς τὰ περὶ ἡμῶν γεγραμμένα. {Β.} Ἐπαιτιατέον μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Φιλοπευστήσας γε μὴν οὐδὲν ἧττον ἐρῶ, πότερα τὸν Υἱὸν ἡνῶσθαι παρα δεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἀμέλει καὶ ἡμᾶς ἀλλήλοις, ἢ καὶ ὑπὲρ τοῦτο δοίη τις ἂν ἐπ' αὐτῶν τὴν ἕνωσιν; {Α.} Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι μὲν γὰρ ὁμολογουμένως τῷ γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ τε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ καθάπερ ἡμεῖς ἀλλήλων, ἤτοι κατὰ νόμον σωμάτων, διεστήξει καὶ αὐτὸς τοῦ Πατρός, τὴν εἰσάπαν ἔχων διατομήν, εἰς ἑτερότητα δὲ τὴν καθέ καστον λέγω, φυσικὴν δὲ καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστά σεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱόν, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ ἰδίαν ἔχειν λεγομένου τὴν ὕπαρξιν, ἡ τῆς οὐσίας ταὐτότης βραβεύει τὴν ἕνωσιν. {Β.} Ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ Πατρός; {Α.} Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ, ἀλλ' ἐν ὑποστάσει τῇ ὡς Υἱοῦ. {Β.} Ἕτερον γάρ τί ἐστι οὐσία καὶ ἕτερον ὑπόστασις; {Α.} Ναί· πολὺ γὰρ τὸ διεῖργον καὶ διὰ μέσον χωροῦν, εἴπερ ἐστὶν ἡ οὐσία τῶν καθέκαστα περιεκτική. {Β.} Τίνα φῂς τρόπον; Βραδὺς γάρ, ὡς ἔοικεν, ἔν γε τοῖς τοιούτοις, ἐγώ. {Α.} Ἦ γὰρ οὐκ οἶσθα ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; Ἰτέον δ' οὖν ὅμως ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασι τῆς θείας ὑπεροχῆς. Οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις, κατὰ κοινοῦ τινος ἔοικεν ἰέναι πράγματος· τὸ δὲ τῆς ὑποστάσεως ἑκάστου τυχὸν ὄνομα τῶν ὑπὸ τουτὶ τὸ κοινὸν κατηγορεῖται καὶ λέγεται· οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν. {Β.} Τὸ ποῖόν τι δή; {Α.} Ὁριζόμεθα τὸν ἄνθρωπον, ζῷον λογικὸν θνητόν, κατὰ τὸν αὐτῷ πρέποντα τιθέμενοι λόγον, καὶ τοῦτο οὐσίας ὅρον εἶναί φαμεν κατὰ παντὸς ἰοῦσαν τῶν κατὰ μέρος ὑφεστη κότων. Ὑπὸ οὖν τὸ κοινὸν δὴ τουτί, τουτέστι τὸν ἄνθρωπον 409 ἤτοι τοῦ ἀνθρώπου τὸν ὅρον, πίπτει μέν, οἶμαι, Θωμᾶς τε καὶ Μάρκος, ἢ φέρε εἰπεῖν, Πέτρος τε καὶ Παῦλος. Καὶ τὴν μὲν οὐσίαν ὡδὶ κατασημήναι τις ἂν τῶν δὲ καθέ καστον νοουμένων, οὔπω σαφῆ τε καὶ ἐναργῆ τὴν δήλωσιν ἐποιήσατο. Οὐ γὰρ ἔτι ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστι Πέτρος καὶ Παῦλος· Θωμᾶν δὲ ἢ Πέτρον εἰπών, τῶν μὲν τῆς οὐσίας ὅρων οὐκ ἐξοίσει τὸ δηλούμενον· ἄνθρωπος γὰρ οὐδὲν ἧττόν ἐστιν· ἐν εἴδει δὲ ὄντα τῷ τοιῷδε τυχὸν καὶ ἐν ὑποστάσει τῇ ἰδικῇ καὶ μεμερισμένως ὑπέδειξεν. Ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντός, ἅτε δὴ τὸν κοινὸν τοῦ γένους ὠδίνουσα λόγον· ἡ δὲ ὑπόστασις καθ' ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον, οὔτε τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον, οὔτε μὴν ἀναχέουσά τε καὶ ἀνακιρ νῶσα πρὸς τὸ ἀσυμφανὲς ἔτι τὸ καθέκαστόν τε καὶ ἰδικῶς. {Β.} Συνίημι νῦν· εἰρῆσθαι γὰρ οὔ μοι ἀκόμψως δοκεῖ. {Α.} Ὁμοούσιον τοίνυν τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦντες ὑπάρχειν, ἐν ἰδίᾳ τε ὑποστάσει, συναφῶς τε ἅμα καὶ διωρισμένως ἡνῶσθαί φαμεν, τοῖς τῆς ταὐτό τητος λόγοις ἀναγκαιοτάτως εὖ μάλα συνάπτοντες τῶν προσώπων ἤτοι τῶν ὀνομάτων τὴν διαστολὴν καὶ τὴν τῶν ὑποστάσεων ἑτερότητα, τὴν ὡς ἐν Πατρὶ καὶ Υἱῷ κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον· ἵνα μὴ τὸ τῆς οὐσίας εἰς πᾶν ὁτιοῦν ἐμφερὲς καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀπαραλ λάκτως ἔν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καταλεαίνῃ τρόπον τινὰ τὴν διαφορὰν καὶ δυσδιάκριτον κομιδῇ τὸ ἀναμέρος ἴδιον ἑκατέρου κατεργάσαιτό πως. Ὁ μὲν γάρ ἐστι Πατήρ, καὶ οὐχ Υἱός· ὁ δὲ αὖ Υἱὸς καὶ οὔ τί που Πατήρ. {Β.} Οὐκοῦν, εἰ δοκεῖ, λέγωμεν οὐσίας εἶναι δύο· μίαν μὲν τοῦ Πατρός, μίαν δὲ τοῦ Υἱοῦ. Εὐκρινεστέρα γὰρ οὕτως καὶ οἱονείπως εὐσαφεστέρα παντί τῳ γένοιτ' ἂν μᾶλλον ἡ διαφορά. {Α.} Οὐκ εὐκρινεστέρα ποθέν· μὴ γὰρ τοῖς ἐκείνων ἀποκομίζου λόγοις εἰς κίβδηλον νοῦν καί, τρίβον ὥσπερ ἀφεὶς τὴν ἁμαξιτόν, τὰ ἀστιβῆ καὶ δυσπόρευτα διαστείχειν ἀνέχου. {Β.} Πῶς ἢ τίνα τρόπον; {Α.} Εἰ γὰρ μία μὲν ἡ τοῦ Πατρὸς ἔσται φύσις, μία δὲ αὖ καὶ ἑτέρα παρ' αὐτὴν ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ τὸν εἰς δύο τὰ ἀλλήλοις ἀνισοφυῆ διιστάντα τε καὶ διατειχίζοντα συνεπινοεῖσθαι λόγον; Πῶς γὰρ ἂν ἡ αὐτὴ μία τοι καὶ μία νοηθείη ἄν; Οὐ γὰρ θέμις ἐπ' ἀνθρώπων, ἕνα καὶ τὸν αὐτὸν τὸν τῆς ὁμοουσιότητος λαχόντων λόγον, 410 μίαν καὶ μίαν οὐσίαν εἰπεῖν, καὶ ἑκάστῳ τῶν ὄντων καθάπερ ἴδιόν τινα λόγον τὸν τῆς κοινότητος ἀπονέμειν. Εἰ γὰρ τοῦτο δρῴημεν καὶ καθάπερ ἀναγκαῖον διαφορᾶς τρόπον ἐπεισφοράν τινα ποιοίμεθα ταῖς οὐσίαις τὸ μίαν τε καὶ μίαν, διοιχήσεται τὸ σύμπαν εἰς τὸ μηδέν. Ἦ οὐχ ἑτερότητα μὲν ἡ οὐσιώδης διαφορά, τὸ δέ γε ἀλλοίως ἔχον ἐν ὅρῳ τῷ κατὰ φύσιν ἡ ἑτερότης ἐν τούτοις ἀποφανεῖ τε καὶ τέξεται; {Β.} Οἶμαί γε. {Α.} Περιέσται τοιγαροῦν καὶ οὐχ ἑκοῦσιν εἰπεῖν ὁμοούσιον μὲν οὐκ ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱόν, ἑτεροῖον δὲ μᾶλλον καὶ ἑτεροφυᾶ καὶ τῶν τῆς θεότητος ὅρων ἐξῳκισμένον, εἴπερ ἐν ἰδίῳ κείσεται λόγῳ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξεστηκότι. {Β.} Ἑτεροίως γὰρ ἔχειν ἢ ὥσπερ ἂν νοοῖτο ὑπάρχειν κατὰ φύσιν ὁ Πατὴρ διατείνονται τὸν Υἱόν. Τοιγάρτοι παρέντες τοῦ ὁμοουσίου τὴν δήλωσιν, καὶ τὸ ξένον αὐτῇ καὶ ἀσύνηθες ἐπιπλέκοντες, φασὶ δεῖν ὁμοιοούσιον ὁμολογεῖν ὑπάρχειν αὐτόν, ἀναθέντες ὥς τι τῶν ὅτι μάλιστα σεπτῶν καὶ πρεπωδεστάτων αὐτῷ καὶ τὸ τῆς μεσιτείας ὄνομα. {Α.} Καὶ τί δὴ ἕτερον ἢ λῆρος ἔσται ταυτί, καὶ γραοπρεπὲς ἀληθῶς μυθάριον; Εἰ γάρ τινα μέσην ἐπινοοῦσιν φύσιν αὐτῷ, διά τε τοῦτο μεσίτην ὀνομάζεσθαι δεῖν ἀσυνετώτατα λέγουσι, τί δὴ ἄρα τὸ ἐντεῦθεν ἢ ποδαπὸς ἡμῖν θεωρίας εἰσκρίνεται λόγος ἐγὼ μὲν οὐχ ὁρῶ· φράσαις δ' ἂν αὐτὸς ὡς ἥδιστά γε μανθάνειν ἐθέλοντί μοι. {Β.} Τί ἂν φράσαιμι πρὸς ταῦτα; {Α.} Ἔρου τοιγαροῦν καὶ μανθάνειν ἐπείγου πότερα γενητὸς ἢ ἀγένητος ὁ μεσίτης ἐστί, Θεὸς ἀληθῶς ἢ τελεῖ γε καὶ αὐτὸς ἐν κτίσμασιν. Ὃ γάρ ἐστι, κατ' ἐκείνους, οὔτε Θεὸς καθαρῶς οὔτε ποίημα σαφῶς, ποῖον ἂν ἐκδέξαιτο παρ' αὐτῶν ἐν τοῖς οὖσι τόπον, οὐδ' ὅσον εἰπεῖν ἐν ψιλαῖς ἐννοίαις, κἂν γοῦν ἑλεῖν μόνον, οἷός τ' ἂν εἴην ἐγώ. {Β.} Τὸν ἀμφοῖν ἀναμέσον, Θεοῦ τέ φημι καὶ κτίσεως· ταύτῃ γάρ τοι καὶ μεσίτην αὐτὸν κεκλῆσθαί φασιν. {Α.} Ἀσυμφανέστατά τε ἐροῦσι καὶ ἀμαθέστατα δια κείσονται, φρονοῦντες ὡδί. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνω τε καὶ κάτω τὸν νοῦν περιστρέφοντα καὶ τὴν τῶν ὄντων ἅπασαν τὸ ὅπως ἂν ἔχοι πολυπραγμονοῦντα φύσιν, κἂν γοῦν ἐν ἐννοίαις καὶ λόγῳ ληπτὴν τοιαύτην τινὰ φύσιν ἰδεῖν, ἣ καὶ τῶν τῆς ἀληθοῦς θεότητος ἔξω βέβηκεν ὅρων, καὶ τοὺς τοῦ πεποιῆσθαι λόγους διανήξεται, καὶ ἀμείνω τοῦ κεκλῆσθαι πρὸς γένεσιν τὴν οἰκείαν ἡμῖν ἐπιδείξειεν 411 ὕπαρξιν. Ἆρ' ἔστι τι τὸ μεταξὺ γενητοῦ τε καὶ ἀγενήτου, ἀποιήτου καὶ ποιήματος; {Β.} Οὐκ ἂν δοίην ἔγωγε· λέγεις γὰρ ὀρθῶς. {Α.} Δύο τοιγαροῦν ἐν ὅλοις τοῖς οὖσι καταθεώμεθα φύσεις· τὴν μὲν τοῦ ἀεί τε καὶ ὡσαύτως ὄντος τε καὶ ἔχοντος· ἑτέραν δὲ αὖ, τὴν τῶν εἶναι λαχόντων δημιουρ γικῶς· καὶ τὴν μὲν τοῦ ὄντος ἀγενήτως, ὑπερκεῖσθαί τε καὶ ἀνακύπτειν τὰ πάντα, καὶ ταῖς εἰς τὸ ἄνω καὶ μεῖζον ὑπεροχαῖς ἀνανήχεσθαι· τὴν δὲ ὑποπίπτουσάν τε καὶ οἱονεὶ καταβεβλημένην ὡς ὑπὸ πόδας Δεσπότου. Εἴσῃ δὲ δὴ τοῦτο καὶ μάλα σαφῶς φάσκοντος τοῦ Χριστοῦ ταῖς Ἰουδαίων ἀγέλαις·" Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Ἄνωθεν δὲ ἥκειν ὡς ἡμᾶς τὸν Μονογενῆ καὶ ὁ σοφὸς Ἰωάννης διεσάφει λέγων·" Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Ὤετο γὰρ δεῖν ἀπονέμειν οὐσιωδῶς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ καὶ Θεοῦ τοῦ κατὰ φύσιν ἐκπεφυκότι τὴν εἰς ἄκρον ὑπεροχὴν καὶ εἰς λῆξιν ἰοῦσαν τὴν ἀνωτάτω. Ὅτι γὰρ τὸ ἄνωθεν οὐχ ὑψωμάτων ἐστὶ τοπικῶν σημαντικόν, ἀλλ' αὐτὴν ὑποδηλοῖ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν, πῶς οὐκ ἀναμφίλογον ἑνὸς τῶν ἁγίων μαθητῶν διειπόντος σαφῶς·" Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα;" Εἴτε γὰρ ἀγγέλους εἴτ' οὖν ἔτι τὰ ἀνωτέρω καὶ τὰ διὰ μέσου πάντα διαδραμών, ἐπ' αὐτά τις ἴοι τὰ Σεραφίμ, καὶ τὰς ἀνωτάτω κατασκέψαιτο δόξας, τὴν τῶν γενητῶν οὐχ ὑπεραλεῖται φύσιν. Ἢ γὰρ ἄνωθέν τί ἐστι, τουτέστιν ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ διὰ τοῦτο Θεός· μόνος δὲ εἷς ἄνωθεν ὁ Υἱός· ἤγουν κάτω τι νοεῖται καὶ κάτωθεν, τουτέστι κτίσις τε καὶ ἀπὸ κτίσεως· διὰ μέσου δὲ τὸ σύμπαν οὐδέν. Εἰ δὲ δή τις ἔροιτο τοὺς δι' ἐναντίας καὶ φιλοπευστοίη λέγων· Τί δὴ ἄρα ἡμῖν, ὦ οὗτοι, φατέ; Πότερα γενητός ἐστιν ὁ τοιόσδε καθ' ὑμᾶς Υἱὸς καὶ μεσίτης, ἢ ἀγένητος; Ἄμεσα γὰρ ἀεί πως ὁρᾶται τουτί· τί δὴ ἄρα φαῖεν ἄν; {Β.} Ἀπορήσειν οἶμαι, καὶ μάλα εἰκότως. {Α.} Ἀπορήσειαν γὰρ οὖν." Ζῇ γὰρ ἡ ἀλήθεια καὶ νικᾷ," κατὰ τὸ γεγραμμένον. Ἡμεῖς δὲ αὐτοί, τὴν ἐπ' ἄμφω διακομίζουσαν διερευνώμενοι τρίβον, τὰ εἰκότα περὶ τούτου φέρε διενθυμώμεθα. Ἀγένητον μὲν γὰρ εἰ δοῖεν εἶναι τὸν οὕτω μεσίτην, τὸ μόνης ἴδιον τῆς κατὰ φύσιν θεότητος ἀνατιθέντες αὐτῷ, τῶν τῆς μεσότητος ὅρων ἐπέκεινα παρα 412 δείξουσι, καὶ ἐν μείζοσιν ἢ χρῆν ὄντα λοιπόν. Τὸ γὰρ πάντων ἀνωτάτω δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντακτος εἴη ἂν ἡ τοιάδε φύσις. Εἰ δὲ δὴ παρέντες τουτί, γενητὸν εἶναί φασι, πῶς ἂν νοοῖτο πρός τινος ἀσυμφυὲς τῇ κτίσει τὸ ὁμογενὲς αὐτῇ; Πῶς οὖν ἔτι μεσίτης μείων μὲν ἢ Θεὸς κατὰ φύσιν, μείζων δὲ αὖ ἢ κατὰ ποιήματος δόξαν τε καὶ φύσιν; Εἰ διὰ μὲν τοῦ ἀγενήτου πρὸς τὴν τῆς θεότητος δόξαν ἀναφοιτᾷ καὶ τῶν τῆς μεσιτείας ἀναθρῴσκει μέτρων ἐπὶ τὸ ἐπέκεινα πολύ, διὰ δὲ τοῦ γενητοῦ πρὸς τὸ κάτω βαδιεῖται, καὶ τὸν τῆς τοιᾶσδε μεσότητος ὑφιζήσει τόπον, ἐν τοῖς γεγονόσιν ἀναμετρούμενος· εἴπερ ἐστὶν ὁμογενὲς παντὶ γενητῷ τὸ γενητόν, κατά γε τὸν τοῦ γεγονέναι λόγον, τί τὸ ληρῶδες τουτὶ καὶ ἀσοφώτατον σόφισμα, τὸ ἀνέφικτον ὡς ἐφικτὸν εἰσφέρον, καὶ φύσεως ἡμῖν ἀναπλάττον τόπους, ὧν οὐκ ἄν, οἶμαι, τις ἐφίκοιτο νοῦς; Καινὸς γὰρ ὁ λόγος καὶ ἀσυμφανής· ἕπεσθαι δὲ δεῖν ἐναργῆ τὴν ἀπόδειξιν τοῖς περὶ τούτων λόγοις, ἀναγκαῖον εἶναί φημι. Εὐμήχανον δὲ καὶ εἰς ἀπάτην αὐτοῖς ἀστείως διεξεσμένον κατίδοι τις ἂν τὸ κακούργημα. Ἐπειδὴ γὰρ δρῶντες ἀνοσιώτατα καὶ φρονοῦντες ἀλογώτατα, πεπαρῳνήκασιν εἰς τὸν Υἱόν, τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος ῥιψοκινδύνως ἐκπέμποντες, ὑποκλέπτουσί πως ἐξ ἀναισχυντίας βραχὺ δοξάριον αὐτῷ, καὶ ἀνακομίζουσι μὲν ἠρέμα τῆς τῶν γενητῶν σμικροπρεπείας· ἀποκλείοντες δὲ ὥσπερ τῆς εἰς τὸ ἀνωτάτω διαδρομῆς, ἵνα μὴ νοοῖτο κατὰ φύσιν Θεός, τὸν μέσον αὐτῷ κληροδοτοῦσι τόπον, τοσαύτην ἐπιμετροῦντες ὅσηνπερ ἂν ἕλοιντο δόξαν αὐτῷ· νομοθέται δὲ ὥσπερ τῶν τοιούτων καθεστηκότες καὶ ὁρισταί, τὸ ἐν τίσιν ἂν εἶναι πρέποι διασκέπτονταί τε καὶ ὁρίζουσι τὸν Υἱόν. Ὅνπερ γάρ, οἶμαι, τρόπον οἱ τῶν ἀγαλμάτων δημιουργοὶ καὶ φιλοτεχνίας τῆς ἔν γε τούτῳ λαχόντες τὴν δόξαν, ξύλῳ τυχὸν ἢ λίθῳ τὸ τῆς ἀνθρωπείας μορφῆς ἐντορνεύσαντες εἶδος, ταῖς εἰσποιήτοις αὐτὸ μετὰ τοῦτο κομψείαις κατακαλλύνουσιν, ἢ χρυσῷ διαπάττοντες, ἢ γοῦν ἑτέραις τισὶν εὐχροίαις καθωραΐ ζοντες· οὕτω τε τὸν τῶν θεωμένων κατακηλήσαντες νοῦν, ἐπιμειδιᾶν μὲν ταῖς ὕλαις ταῖς εἰς τὸ εἴσω καὶ κεκρυμμένον οὐκ ἐφιᾶσιν ἐκ τέχνης, ἐπαγάλλεσθαι δὲ μᾶλλον ταῖς ἐπική ροις καὶ ἐξωφανεστέραις τοῦ κόσμου μαρμαρυγαῖς μονονουχὶ 413 περισαίνοντες ἀναπείθουσι· τὸν αὐτόν, οἶμαι, καὶ τουτουσὶ τρόπον ἀστείως εὖ μάλα τὸ τοῦ μεσίτου σκιαγραφοῦντας εἴδωλον, τὸν τῶν ἁπλουστέρων καταληΐζεσθαι νοῦν, καὶ ἐν δορυκτήτων ποιεῖσθαι μοίρᾳ τοὺς ἐξακριβοῦν οὐκ ἔχοντας τὰ φιλοκακούργως ἐξηρτυμένα καὶ διὰ τῆς αὐτῶν μοχθηρίας ἐξευρημένα. {Β.} Ἄριστα ἔφης. {Α.} Ἔδει δὴ οὖν αὐτούς, εἰ λόγου τινὸς ἀξιοῦν ἐδόκει τὸ φρονεῖν ὀρθῶς, καὶ δόξαν ἔχειν οὐ διαβεβλημένην, μὴ τὰ ἀνέφικτα περὶ αὐτοῦ φαντάζεσθαι καὶ ἀναπλάττειν ἐπιχειρεῖν, ἃ μηδεὶς οἶδε λόγος, ἀπίθανον δὲ κομιδῇ καὶ ἐν ψιλαῖς ἐννοίαις καὶ μόναις ἔχειν τὴν ἔκφασιν, ἐπιτρέπειν δὲ οὕτως ἀτεχνῶς ἐν τοῖς φυσικοῖς ὑψώμασι τῆς θεότητος νοεῖσθαι τὸν Υἱόν, ὑπολογισαμένους ὅτι γεννηθεὶς ἐκ τοῦ Πατρός, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἀκριβῆ καὶ ἀπαραποίητον ἕξει λόγον, ἐπεί τοι καὶ Υἱὸν ἀληθῶς διωμολόγηκε τὸν Υἱόν, καὶ οὐχ ἕτερόν τι παρὰ τοῦτο, φάσκων ὁ Θεὸς καὶ Πατήρ·" Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Καίτοι τί μὴ μᾶλλον ὁρᾶται βοῶν· Οὗτός ἐστιν ὁ μεσίτης, εἰ μεσίτην ὄντα κατ' αὐτοὺς ἠπίστατο, εἰ καὶ ὅτι μάλιστα καλῶς ἂν ἔφη καὶ οὕτως; Γεγονότα γὰρ ἤδη μεσίτην παρέδειξεν ἄν· ἐνανθρωπήσαντι δὲ τῷ Υἱῷ, καὶ τὴν τοιαύτην ἂν εἰκότως ἐπεφθέγξατο φωνὴν ὁ Θεὸς καὶ Πατήρ. Φράζε δὲ δή μοι καὶ τόδε σαφῶς, μῶν ἠλιθιότητος εἰς τοῦτο παρώλισθον ὡς μηδὲ Υἱὸν ὅλως ὁμολογεῖν αὐτόν; {Β.} Υἱὸν μὲν εἶναι καὶ γεγεννῆσθαί φασι, κατερυθριῶντες, ὥς γέ μοι φαίνεται, τὸ ἀναφανδὸν καὶ μετὰ γυμνῆς ἀναισ χυντίας ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἁγίαις ἀντιφέρεσθαι Γραφαῖς, πλὴν οὐκ ἐξ αὐτῆς ἡμῖν ἥκειν τῆς τοῦ Πατρὸς οὐσίας, οὔτε μὴν τὸ τῆς γεννήσεως χρῆμα παραδέχεσθαί τε καὶ νοεῖν ἀξιοῦσι φυσικῶς. {Α.} Κατάπλαστον οὖν ὥσπερ τό τε τῆς υἱότητος καὶ τὸ τῆς γεννήσεως ὄνομα σφᾶς τε αὐτοὺς ἀναπείθουσι καὶ ἑτέρους φρονεῖν. Ἀποφέρουσι γάρ, ὡς ὁρᾷς, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἀληθῆ τῆς γεννήσεως κατασείοντες τρόπον, καὶ μὴν καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸν παραιρούμενοι τὸν Μονογενῆ. Πικροὺς δὲ ὄντας αὐτοὺς καὶ ἰσχνολόγους, ὥσπερ οὖν οἴονται, καὶ φιλοκομποῦντας οἷς φασι, πῶς δὴ ἄρα κἀκεῖνο παρελάσαν ᾤχετο; Οὐ γὰρ ὑπαισθάνονται, κατὰ τὸ εἰκός, ὅτι καὶ αὐτὴν ἐν τούτῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς συνατιμάζουσι φύσιν, εἴπερ οὐκ ἔχειν αὐτὴν δια 414 τείνονται τὸ καρπογόνον, καὶ τοῦ δύνασθαι τεκεῖν ἀπο γυμνοῦσιν αὐτήν, ἧς τοὺς τύπους εἰς ἑαυτὴν ἀνεμάξατο, κύουσά τε καὶ καρποφοροῦσα τῶν γενητῶν ἡ φύσις. {Β.} Ἀλλ' ἴσως καὶ πρός γε τοῦτο ἐροῦσιν ὡς εἴπερ ἐστὶ τὸ τῆς γεννήσεως ὄνομα πάντη τε καὶ πάντως ἀληθές, καθ' ὧν ἂν τάττοιτό τε καὶ λέγοιτο, μυρίους ἀνάγκη παρα δέξασθαι καὶ φρονεῖν γεννηθέντας ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Εἴρηται γάρ που καὶ περὶ τῶν ἐξ Ἰσραήλ·" Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." {Α.}" Προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις, καὶ εἰς λόγους πονηρίας ἐκκεκλικότας" αὐτοὺς εὑρήσομεν, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον τῷ μακαρίῳ Δαβίδ. Εἰ μὲν γὰρ ἦν ἕτερόν τι κατὰ φύσιν ὁμολογουμένως ὁ Υἱὸς ἢ ὅπερ ἐστὶ καὶ πεπίστευται πρὸς ἡμῶν, εἶτα μεθ' ἡμῶν τὴν κλῆσιν διέλαχε τῆς τε υἱότητος ὁμοῦ καὶ τῆς γεννήσεως, ἦν ἔτι τὸ ἐμποδὼν οὐδὲν καταχρηστικώτερον εἰρῆσθαι καὶ ἐπ' αὐτοῦ διακεῖσθαι ταυτί. Ἐπειδὴ δὲ παραβιασάμενοι τἀληθὲς καὶ φιλοκακούργως αὐτὸν ὑφ' ἑτέραν τινὰ φύσιν, τό γε ἧκον ἐπ' αὐτούς, μεταστήσαντες, μεσίτην ὠνόμαζον, εἶτα φληνάφως τὸν ἐπ' αὐτῷ δὴ τούτῳ πλαστουργήσαντες μῦθον οὐ μετρίως ἐλέγχονται· τί τῆς ἐνούσης τε καὶ οὐσιώδους ὑπεροχῆς ἐξωθοῦντες οὐ καταλήγουσι, καὶ νόθοις ὥσπερ τισὶν ἀξιώμασιν ἐξυβρίζοντες εἰς τὸν ἐκ Πατρὸς ἀληθῶς, οὐ καταναρκῶσιν οἱ δείλαιοι; Οὐ γὰρ ἐν μοίρᾳ καὶ τάξει τῇ καθ' ἡμᾶς, ἀλλ' οὐδὲ ἐν ἴσῳ τοῖς πεποιημένοις εἰς τὴν τῆς υἱοθεσίας ἐκκέκληται δόξαν ὁ Μονογενής, οὔτε μὴν εἰσποιητὴν αὐτῷ τὴν ὑπεροχὴν καὶ ἡ ἐπωνυμία προξενεῖ, πολλοῦ γε καὶ δεῖ. Θετὸς γὰρ ἂν εἴη, καὶ ἐν τοῖς κατὰ χάριν υἱοῖς, εἴπερ ὧδέ τε ἔχοι, καὶ τοῖς τῆς κτίσεως περισχοινίζοιτο μέτροις. Ἀλλὰ ταυτὶ μὲν ὕθλος τέ ἐστι καὶ βαττολογία καὶ δυσφημιῶν ὄχλος καὶ ἕτερον οὐδέν. Ὡς δὲ ἐν τοῖς κατὰ θέσιν υἱοῖς ἑαυτὸν κατα μετρεῖν οὐκ ἠξίωσεν ὁ Μονογενής, ἀλλ' οἶδεν ἔχοντα θείαν τε καὶ ἄρρητον τὴν κατὰ πάντων ὑπεροχὴν καὶ τὸ τῆς υἱοθεσίας ἀληθὲς ἀξίωμα, μάθοις ἂν εὐκόλως, Ἰουδαίοις λέγοντος Μωσέως τε πέρι καὶ προφητῶν ἁγίων·" Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱός εἰμι τοῦ Θεοῦ;". Εἰ γὰρ ἐπεί τοι παρ' ἐκείνοις γέγονεν ὁ τοῦ Θεοῦ λόγος, θεοὺς ἀπέδειξε καὶ υἱούς, πῶς οὐκ ἂν μᾶλλον αὐτὸς Υἱός τε εἴη καὶ Θεὸς ἄμεινόν τε καὶ 415 ἀληθέστερον ὁ δι' ὃν ἐκεῖνοι θεοὶ καὶ υἱοί; Οὐκ ἐπακτὸν οὖν ἄρα τῷ Μονογενεῖ τὸ Υἱός, ἀλλὰ τοῦ εἶναι τοιῶσδε σημαντικὸν ἂν εἴη τὸ ὄνομα αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατήρ. Πατὴρ μὲν γὰρ ὁ Πατὴρ ὅτι τέτοκε τὸν Υἱόν· Υἱὸς δὲ αὖ ὁ Υἱὸς ὅτι γεγέννηται παρὰ τοῦ Πατρός. Ταύτης τοι τῆς αἰτίας, ὡς ἐγᾦμαι, χάριν, καίτοι παμπόλλαις τε ὅσαις καὶ διαφόροις λέξεσι τὰ προσόντα τῇ θείᾳ φύσει διερμηνεύοντες ἀγαθά, κἂν γοῦν εἰς μετρίαν τὴν περὶ αὐτῆς ἥκομεν γνῶσιν, ἀλλ' οὐκ ἐκείναις συντεταγμένον ἐρῶ τό τε τῆς υἱότητος καὶ τὸ τῆς πατρότητος ὄνομα, καίτοι τῶν ἄλλων ὀρθῶς τε καὶ ἀνεγκλή τως ἐπ' ἀμφοῖν λεγομένων. {Β.} Πῶς ἔφης; {Α.} Φράσαιμ' ἂν ὡς ἥδιστα φιλοπευστοῦντί σοι. Κατὰ διττόν, οἶμαι, τρόπον τὰ οὐσιωδῶς προσόντα τῇ θείᾳ φύσει πλεονεκτήματα καταδηλοῦν εἰθίσμεθα. Ἢ γὰρ ἀφ' ὧν ἐστιν ἢ ἀφ' ὧν οὐκ ἔστιν ἀεὶ πρὸς ἡμῶν ἐπιγινώσκεται. Ζωὴν μὲν γὰρ εἶναι λέγοντες καὶ φῶς αὐτὴν ὀνομάζοντες, ἀφ' ὧν εἶναι πεπίστευται φαμὲν ἀληθεύοντες. Φθαρτὴ δὲ ὅτι μή ἐστι μήτε μὴν ὁρατή, ἀφ' ὧν οὐκ ἔστι λαλοῦμεν. Ὅτι γὰρ φθορᾶς ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; {Β.} Ἀληθές. {Α.} Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρα καὶ Θεόν, καὶ μὴν ὡς ἔστι πρὸς τούτοις ἄφθαρτος καὶ ἀόρατος, οὐκ ἐν κόσμῳ τι δρᾶν οἰησόμεθά που τὸν τοιοῦτον ἡμεῖς, εἴπερ ἕλοιτο φρονῶν ὀρθῶς, καὶ τῇ τοῦ Υἱοῦ φύσει προσάπτειν αὐτά, ὡς καὶ τοῖς ἴσοις ὀνόμασιν ἀποσεμνύνειν εὖ μάλα τὸν ἐκ Πατρὸς Θεὸν Λόγον; {Β.} Ναί. {Α.} Εἰ δὲ δὴ καὶ βασιλέα λέγοι, καὶ ταῖς εἰσάπαν εὐκλείαις βούλοιτο τιμᾶν δι' ὧνπερ ἂν ἡμῖν ἡ θεία φύσις καταγεραί ροιτο, ἆρ' οὐχὶ μετεῖναί φαμεν καὶ αὐτῶν τῷ Υἱῷ; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἀμαθὲς οὖν ἄρα παντελῶς κἂν γοῦν ἐνδοιάζειν ὅλως ὅτι κοινὰ μὲν ἀμφοῖν τὰ πλεονεκτήματα, τά τε εἰς δόξαν καὶ ὑπεροχήν. Διαψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια, τουτέστι Χριστός, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων ὅτι" Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς." Εἴπερ οὖν ἐν ἀξιώματος νόμῳ, καθάπερ καὶ τὰ λοιπά, προσεῖναί φαμεν τῷ μὲν Πατρὶ τὸ Πατήρ, τῷ δὲ Υἱῷ τὸ Υἱός, τί τὸ ἐμποδών, εἰπέ μοι, καὶ τί τὸ ἀπεῖργον ἐκ μέσου ποιεῖσθαι τοῖν ὀνομάτοιν τὴν διαφοράν, ἄμφω τε Πατέρας καὶ Υἱοὺς ἀποκαλεῖν, κοινὰ καὶ ἐν ἴσῃ τάξει 416 λαχόντας τὰ γέρα, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἰσομέτρως κατεστεμμένους; {Β.} Καὶ μὴν τοῦτό γέ ἐστι παντελῶς ἀπίθανον εἰπεῖν ἢ νοεῖν. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἔχων ὁ Πατὴρ ἢ ὅπερ ἐστί, τουτέστι Πατήρ· καὶ ὁ Υἱὸς ὁμοίως· μένει γὰρ Υἱός, καὶ οὐκ ἂν νοοῖτο Πατήρ. {Α.} Ὀρθότατά γε καὶ ἀληθῶς, ὦ Ἑρμεία. Συναινέσεις οὖν ἄρα καὶ συναθλήσεις τῷ λόγῳ, παραδεικνύντι σαφῶς ὡς οὐκ ἀξιώματος ἔσται σημαντικὸν τῷ Πατρὶ τὸ τῆς πατρότητος ὄνομα– δεῖν γὰρ οἶμαι καὶ ὧδε λέγειν, προ τετιμηκότας τοῦ πρέποντος τὴν ἀναγκαίαν τοῦ πράγματος δήλωσιν–, οὔτε μὴν τῷ Υἱῷ ἡ τῆς υἱότητος κλῆσις, καθάπερ ἦν ἐπ' ἀμφοῖν λεγόμενα, τὸ ζωή, τὸ φῶς καὶ τὰ τούτοις συντεταγμένα· ἀλλ' ἴδιον ἑκατέρῳ τοὔνομα, τὸ ὅπως ἂν ἔχοι παραδηλοῦν. {Β.} Καὶ μάλα. {Α.} Τὸ γὰρ ἀποσείεσθαι τρόπον τινὰ τὴν ἀνάχυσιν τῶν ὀνομάτων τὴν δύναμιν, μόνιμον δὲ ὥσπερ ἐξαιτεῖν ἐφ' ἑαυτῇ τὴν ἕδραν, ἀπαραποίητον ἑκατέρῳ τὸ εἶναι τοιῶσδε προσ νέμει. Πατὴρ γὰρ ὁ Πατήρ, καὶ οὐχ Υἱός, ὅτι γεγέννηκεν· Υἱὸς δὲ αὖ πάλιν ὁ Υἱός, καὶ οὐ Πατήρ, ὅτι γεγέννηται. Φέρε γάρ, εἰ δοκεῖ, βραχὺ τοῦ Πατρός, ὡς ἐν ἐννοίαις καὶ λόγῳ, τὸ Πατὴρ ἀποστήσαντες, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ Υἱός, ἐννοῶμεν, ὦ τᾶν, τὸ ὅπως ἂν ἡμῖν ἀναμέρος τὸ ἑκατέρου πρόσωπον κατασημήναι τις ἄν. Ἆρα τῷ φάναι Θεὸν ἢ ζωὴν ἢ ἄφθαρτον ἢ ἀόρατον ἢ βασιλέα τυχόν; Ἀλλ' οὐκ εὐδιάκριτον ἐντεῦθεν εἴη ἂν τὸ δηλούμενον. Τὸ γὰρ ἐπ' ἀμφοῖν ἀληθές, τοῦ ἑκατέρῳ προσόντος ἰδικῶς πῶς ἂν ἐναργῆ ποιοῖτο τὴν δήλωσιν; Μόνως δὲ καὶ ἀληθῶς ὁ Πατὴρ σημαίνεται διὰ τοῦ νοεῖν ὡς τέτοκε· μόνως δὲ καὶ ἀληθῶς ὁ Υἱὸς διὰ τοῦ νοεῖσθαι γεγεννημένος. Ἴδιον οὖν ἑκατέρῳ τὸ αὐτοῦ καὶ μόνου, καίτοι τῶν ἄλλων οὐ διωρισμένως ἐπ' ἀμφοῖν λεγομένων. Παρελήφθη μὲν γὰρ ἐν τῇ τῶν φυσικῶν ἀξιωμάτων ἐκεῖνα τάξει· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν γεννήτορα, τὸν δὲ τεχθέντα παρέδειξεν. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός.