De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
450.1.1
διεκθρῴσκοντα πολὺ τῶν ἀκροωμένων τὸν νοῦν κατα φανεστέραν ἂν ἔχοι τὴν δήλωσιν εἰ δι' ἐναργῶν ἴοι παρα δειγμάτων. {Α.} Ἀληθὴς μὲν οὖν ὁ λόγος, ὦ' γαθέ, ἀλλ' εἰ τὴν τῶν ὄντων διασκέψαιο φύσιν, ἆρα ἂν ἔχοις ἀκριβῶς εἰπεῖν ὅτῳ μάλιστα τῶν πάντων εἴκασται Θεός, ὡς τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν δύνασθαι λαχεῖν καὶ ἀπαραλλάκτως ἔχειν; {Β.} Οὐδαμῶς, ἐπεί τοι Θεὸς κατὰ φύσιν οὐδὲν ἔν γε τοῖς τελοῦσιν ἐν γενητοῖς. {Α.} Ἄγασθαι δὴ οὖν εὖ μάλα δεήσει τὸν ἱερὸν ἡμῖν ὑποφωνοῦντα Παῦλον·" Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι·" καὶ μὴν καὶ τὸ" Ἄρτι γινώσκω ἐκ μέρους," οὐκ ἀθαύμαστον ἐᾶν ὅσιον ἂν εἴη καὶ σοφόν. {Β.} Εὖ γε δή. {Α.} Ἰτέον δὴ οὖν ἐπ' αὐτὴν ᾗ τάχος τὴν ἁγίαν Γραφήν. Λειμῶνα δὲ ὅπως εὐφυᾶ τε καὶ εὐανθῆ, τοῖς ἐξ ὡρῶν βλαστήμασιν ἐκπεποικιλμένον, μελιττῶν ἐν τάξει διαπο τώμενοι, καὶ τοῖς ὅτι μάλιστα τῷ λόγῳ πρεπωδεστάτοις ἐνιζήσαντες παραδείγμασι, τὸν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν γεννήσεως ἐξεικονίζωμεν τρόπον· καὶ καθάπερ οἱ λεπτοῖς ἐνιέντες γράμμασι τὸν τοῦ σώματος ὀφθαλμόν, φέρε καὶ αὐτοὶ τὸν νοῦν ἀπερείδοντες, κἂν γοῦν ἐκ μέρους καὶ ὡς ἐν αἰνίγμασι τὴν θείαν ἡμῖν ὅπως ἔχει καταθρήσωμεν φύσιν. Λόγῳ τοίνυν παρεικάζων τὸν Υἱὸν ὁ Πατήρ·" Ἐξηρεύξατο, φησίν, ἡ καρδία μου λόγον ἀγαθόν." Ἴθι δὴ οὖν, ὦ ἑταῖρε, καί μοι σπουδαίως ἐρομένῳ φράσον, ποῖος ἔν γε τουτοισὶ διακοπῆς καὶ ἀπορροῆς ἐπινοηθείη ἂν ἢ τρόπος ἢ τόπος; Τέξεται μὲν γὰρ καὶ προήσει λόγον τὸν ἐξ ἑαυτοῦ νοῦς ὁ ἀνθρώπινος, καὶ τὴν ἰσχνὴν ὠδῖνα κινήσας ἀπερεύξεται τὸ δοκοῦν, καὶ ταῖς μὲν ἐκ βάθους εἰς τὸ ἄνω τε καὶ ἔξω διαδρομαῖς οὐσιώδη πως τὴν γέννησιν ὁ λόγος ἡμῖν ὑπο πλάττεται. Καὶ εἶναι μέν τις ἕτερος παρὰ τὸν προέντα δοκεῖ, διατετμήσεται δὲ οὐδαμῶς· οὔτε μὴν τοῦ πρὸς τὸ ἄνω διαπηδήσαντος λόγου τὴν πρεσβυτέραν ὁ νοῦς ἀποίσεται δόξαν. Ἔστι γὰρ ἐκ νοῦ καὶ εἰς νοῦν ὁ λόγος ἀεί, καὶ μὴν καὶ ὁ νοῦς ἐν λόγῳ. Ἢ εἰ τοῦτο φαῖεν ἂν ὡς οὐκ ἄριστα ἔχοι, νοῦς μὲν ἄλογος ἔσται, λόγος δὲ ἄνους, καὶ ὅπερ ἄμφω τοῦθ' ὅπερ εἰσὶ νοεῖσθαι ποιεῖ φροῦδόν πως ἤδη διοιχήσεται καὶ ἐλάσει πρὸς τὸ μηδέν. Νοῦς μὲν γὰρ ἀεὶ λόγου ῥίζα τε καὶ γένεσις, νοῦ δὲ αὖ λόγος καρπός τε καὶ κύημα. Ὁ μὲν γὰρ ἄλογος οὐδαμῶς, καὶ εἰ λόγον ἐκτέκοι, ὁ δὲ τὴν τοῦ τεκόντος ποιότητα καὶ ἰδέαν φύσιν ὥσπερ 451 ἰδίαν διεκληρώσατο, πρόεισί τε τὸν τεκόντα παραβλάψας οὐδέν. Τὸ δὲ δὴ καὶ φάναι τολμᾶν, ἔν γε δὴ μάλιστα τούτοις, ὡς ἔστι που πάντως τοῦ γεννωμένου τὸ γεννῶν πρεσβύτερον ἠλίθιον οἶμαι παντελῶς. Πρόεισι μὲν γὰρ ἐκ νοῦ λόγος. Ἐπειδὴ δέ ἐστιν νοῦς ὅτι λόγον ἔχει, λόγος δὲ αὖ πάλιν ὅτι μεμέστωται νοῦ, πῶς ἂν νοοῖτό ποτε δίχα μὲν λόγου νοῦς, λόγος δὲ νοῦ τητώμενος; Τὰ μὲν γὰρ ἔχοντά τι τῶν ἔχεσθαι λεγομένων πρεσβυτέραν πως ἐφ' ἑαυτοῖς ἀπαιτεῖ τὴν τοῦ εἶναι διάληψιν, καὶ ἐν ψιλαῖς ἐννοιῶν φαντασίαις πεπολίωταί πως οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοιεν πρὸς υἱοὺς πατέρες, ἀλλ' οἷς συνυπάρχειν ἀνάγκη, καὶ πάντη τε καὶ πάντως τὸ ἀλλήλοις συνεπινοεῖσθαι πρέπει. Ἀποπεραίνεται δὲ οὕτω τὸ εἶναί τε καὶ συνεστάναι τι, ἄν τις ἀνάπτοι τὸ μεῖον ἐν χρόνῳ καὶ τὸ πρεσβύτερον, καὶ οὐχὶ δὴ μᾶλλον ὅτι καὶ συνδιολεῖται φαμὲν ἀλλήλοιν, εἰ ἑτέρου τὸ ἕτερον προανίσχοι καὶ φαίνοιτο. {Β.} Βραδύς εἰμί πως εἴς γε τὸ ἀναμαθεῖν δύνασθαι ταυτί, συνίημι δὲ οὐ λίαν ὅ τί ποτ' ἔστιν ὃ λέγεις. Οὐκοῦν διασάφει, καὶ μή μοι νωθείαν ἐγκάλει, μηδὲ ὥσπερ τινὰ δίκην ἐπαρτήσῃς τὴν σιωπήν. {Α.} Καὶ μὴν ἐγὼ φράζειν ἕτοιμος, ὄκνου γὰρ λόγος οὐ πολὺς ἔν γε τοῖς οὕτω λεπτοῖς ἔστ' ἂν ἡμῖν ἴοι κατὰ ῥοῦν ὁ λόγος. Τὸ γὰρ ἄνω τε καὶ κάτω καὶ οἱονεί πως ἐν κύκλῳ περιφοιτᾶν τὰ δυσέφικτα τῶν θεωρημάτων βλάβος μὲν οὐδέν, οὐ μετρίαν δ' ἂν ἡμῖν ἐμποιήσαι τὴν ὄνησιν. Οὐκοῦν ἴδοις ἂν ὅπερ ἔφην εὖ μάλα καὶ σαφῶς εἰ τὴν τῶν χρωμάτων διασκέψαιο φύσιν. Εἰπὲ γὰρ ἐκεῖνο, τὴν λευκότητα τυχὸν ἤτοι τὴν μελανίαν, οὔπω τοῖς ἔχειν αὐτὰς εἰωθόσιν ἐνιδρυ μένας, αὐτάς που καθ' ἑαυτὰς ἆρ' ὑπάρχειν οἰήσῃ δύνασθαι; {Β.} Οὐδαμῶς. Συμβαίνει γὰρ τὰ τοιάδε μᾶλλον ἑτέροις, εἶτα τοῦθ' ὅπερ εἰσί, τότε δὴ μόλις ἐκφαίνονται. {Α.} Ὀρθῶς ἔφης. Οὐκοῦν, οὐσίαι μέν τινες εἶεν ἂν προεπι νοηθεῖσαί τε καὶ προϋποκείμεναι τῷ λόγῳ, τήν τε λευκότητα καὶ τὴν μελανίαν εἰσδεδεγμέναι· αἱ δέ εἰσιν ἐν τοῖς ἐχομένοις. Ἀλλ' εἰ βούλοιτό τις ἀναμέρος διατεμὼν τό τε ἔχον ἐν τούτοις καὶ αὖ τὸ ἐχόμενον, καὶ τὸ μὲν ἔχον ὅτι πρεσβύτερον εἴη λέγοι, τό γε μὴν ἐχόμενον ὑστερίζειν οἴοιτο, εἰς ποῖον ἡμῖν οὐσίας καταθήσει τόπον τὸ πεφυκὸς εἶναι λευκόν, εἰ μήπω ἐστὶ λευκόν; Ἢ πῶς ἡ λευκότης εἴη ἂν ὅπερ εἶναι καὶ λέγεται, εἰ μὴ διὰ τοῦ συμβῆναι 452 τοῖς ἔχειν εἰδόσι καὶ πεφυκόσι αὐτὴν ὅτι λευκότης εἴη γνωρίζοιτο; Ἰσόχρονον γὰρ εἰ μὴ λάβοι τὴν συνδρομὴν τὰ πρὸς ἑνὸς ὁτουοῦν συνθέοντα σύστασιν καὶ οὐχ ἑτέρως ἔχειν δυνάμενα, θεωρίᾳ μὲν ἔσται ληπτά, ἕξει δὲ οὔπω τὸ εἶναι καθ' ὕπαρξιν, κατά γε τόν σφισι πρέποντα λόγον. {Β.} Ἀλλ' ὧδε μὲν ἔχει καὶ ἀληθῶς εἰρῆσθαι ταυτὶ διακείσομαί τε αὐτός, οἶμαι δ' ἂν καὶ ἑτέρους οὐ μεῖον ἢ ἐγώ. Πατρί γε μὴν καὶ Υἱῷ πῶς ἂν ἡμῖν ἡ ἀμφοῖν τοῖν παραδειγμάτοιν ἁρμόσοι δύναμις; {Α.} Ὅτι λόγου μὲν ἡ ἐκ νοῦ πρὸς τὸ ἔξω φορὰ καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ μὴν ὅτι τὸ γεννηθὲν οὐ διατετμήσεται, μενεῖ δὲ μᾶλλον αὐτό τε ἐν τῷ γεννήσαντι νῷ καὶ τὸν γεννήσαντα νοῦν ἕξει που πάντως ἐν ἑαυτῷ, διαρκέστατά τε μάλα σαφῶς ἐκδείξειεν ἄν, καὶ πρός γε δὴ τούτοις ὅτι συμφυᾶ τε ἀμέσως καὶ συνυφεστῶσαν ἔχει ταῖς ἐννοίαις τὴν ὕπαρξιν. Τὸ δέ γε τῶν ὄντων τισὶν ἀναγ καίως ἐμφῦναι τὸ χρῶμα λέγειν, καὶ ὡς οὐκ ἂν ἔχοιεν ἑκάτερον ἑκατέρου κατὰ σφῶν αὐτῶν τὸ πρεσβύτερον, ἀναγκαιοτάτην λαχόντα συνύπαρξιν– ἰσοδρομήσει γὰρ πάν τως εἰς ἰσόχρονον ἀρχήν–, τὸ μὲν τῆς θείας γεννήσεως τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος οὐκ οἶμαι σαφηνιεῖν, ἐκεῖνο δὲ μᾶλλον ὡς εἴπερ ἐστὶ Πατὴρ ὁ Θεός, οὐκ ἐν χρόνῳ τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶν εὑράμενος· ἔστι γὰρ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ τροπῆς ἀμείνων τῆς ἐπ' ἀμφοῖν νοουμένης· παντέλειος γάρ, οὔτε τῆς εἰς ὁτιοῦν τῶν ἀγαθῶν πληρώσεως ὑπάρχων ἐπιδεής, οὔτε μὴν τὸν ἐπὶ τοῖς πεφυκόσι λυπεῖν ὑπομένων ὄλισθον· συνεισκρίνεταί που πάντως αὐτῷ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις οὐχ ὑστερίζουσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης διά γε τὸ χρῆναι πάντη τε καὶ πάντως ἐπὶ Θεοῦ συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ Υἱῷ μὲν Πατέρα, Πατρὶ δὲ αὖ τὸν Υἱόν, πρὸς ἄναρχον ἀρχαιότητα δι' ἑαυτοῦ μαρτυρούμενον, εἰ καὶ ἔστι γεννητῶς, ὡς ἐκ Πατρὸς κατὰ φύσιν. Ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων ἡμῖν τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που, καθάπερ ἐγᾦμαι, τὸν ἀρτίως ἡμῖν γεγονότα λόγον, ὡς πεποίηται μὲν ἀμωμήτως κομιδῇ, μεθύει δὲ ψήφοις ταῖς εἰς ὀρθότητα καὶ ἀλήθειαν. {Β.} Πῶς ἔφης; {Α.} Οἴου δέ με πάλιν ὧδέ πῃ διεσκεμμένον τὸ χρῆμα εἰπεῖν· ὅτι τὸ ὑπό του τυχὸν ἐξηυγασμένον εἴη δ' ἄν που φῶς, οἶμαι, τουτί, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζον 453 τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι' ὀμμάτων αἰσθήσεσιν ἐγχρίμπτον ἀεί, ἢ γοῦν καθ' ἕτερόν τινα τρόπον προσβολῆς ὁμιλοῦν τοῖς σώμασι· τὸ τί κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τε αὐτοῦ καὶ γένεσις ἐφῆκε νοεῖν. Συντετάχθω δὲ ὁ λόγος εἰς παράδειγμα λαβὼν τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. Τί γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν ἄν. Διαίρεσιν δὲ ὅλως, ἤτοι τὴν τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐδ' ὅσον εἰδέναι τυχὸν ἀνάσχοιτο ἂν ἡ ἡλίου φύσις, καίτοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς, ἀλλ' ἔστι μὲν ὁλοκλήρως ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχόν, ἔχοι δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐκ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πως ἤδη διὰ τούτου καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. Ἀποδιελὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀναμέρος αὐτὸν καθ' αὑτόν, τὴν οὐσίαν ὅ τί ποτέ ἐστι φαντάζεται, τὸ δ' ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέριστον ἑτερότητα τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις, εὖ μάλα διοικιεῖ, διά τοι τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. Ὅτι δὲ δὴ γελοῖον ἂν εἴη παντελῶς τὸ πρεσβυτέραν μὲν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἂν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν ᾧπερ ἂν εἴη σώφρων τε καὶ ἐρρωμένος ὁ νοῦς. Ἴσον γὰρ ἥλιον μηδὲ εἶναι λέγειν, εἰ μὴ συνυπάρχον ἔχοι τὸ δι' ὃ νοεῖται τοῦθ' ὅπερ ἐστίν. Οὐκοῦν, ἀνατύπωσιν ὥσπερ τινὰ διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παρα δειγμάτων τὴν δύναμιν ὡς ἐν ἐννοίαις ἑλὼν ταῖς εἰς λῆξιν ἰούσαις τὴν ἀνωτάτω, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ' αὐτὴν καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδε δεγμένος. Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα καὶ ἀπαραιτήτως συννοουμένη τε καὶ συνεισβαίνουσα. Τὸ γὰρ ἄναρχον ἐν χρόνῳ μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης," Ἐν ἀρχῇ ἦν ὁ Λόγος" εἰπών, καὶ αὖ ἐπὶ τούτοις·" Ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος." {Β.} Ἐκπεπόνηται μὲν ἡμῖν ὡς ἄριστά γε, ὦ τᾶν, ὁ περὶ τούτου λόγος. Οἴει δέ που, κατὰ τὸ εἰκός, ἀπηλλάχθαι πραγμάτων, καὶ ἑτέρου δεῖσθαι μηδενὸς εἰς ἀπόδειξιν τοῦ προϋφεστηκέναι μὲν οὐδαμῶς τοῦ Υἱοῦ τὸν Πατέρα δοκεῖν, 454 συμφυᾶ δὲ δεῖν καὶ συνυπάρχοντα νοεῖν· ἀφικνεῖται δὲ οὔπω κατὰ νοῦν ἐκεῖνα, δυσπρόσιτον κομιδῇ καὶ ἀνάντη λίαν ἔχοντα τὴν προσβολήν. {Α.} Τὰ ποῖα ἄττα φῄς; {Β.} Ἐρησομένους ἴσθι τοι, δριμεῖς γὰρ εἰς λόγους, πότερόν ποτε θελητῶς ἤγουν ἀνεθελήτως ὁ Θεὸς καὶ Πατὴρ ἐκτέτοκε τὸν Υἱόν. {Α.} Εἶτα, ὅποι ποτὲ ἄρα κατασκήψειεν ἂν τὸ κακούργημα αὐτοῖς τῶν οὕτω δεινῶν εὑρημάτων, ὡς ἥδιστα ἂν εἰδείην. {Β.} Προσθέντες γάρ, οἶμαι, κἀκεῖνο ἐροῦσιν, ὡς εἴπερ ἐστὶν ἀνεθέλητος ὁ Υἱὸς τῷ Πατρί, τέτοκεν οὐχ ἑκών, ἀλλ' ἔκ του πρὸς τοῦτο συνωθούμενος, ἢ φέρε εἰπεῖν ἀνάγκης ἤ τι καὶ παθὼν τῶν ἀβουλήτων ἁλώσεται. Περιενεγκόντες δὲ οὕτως εἰς ἀτοπίαν τὸν λόγον, καθείρξουσιν εἰς ὁμολογίαν τοῦ χρῆναι λοιπὸν εἰπεῖν τὸ μὴ ἀβουλήτως γεγεννῆσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱόν, καὶ τελευτῶντες ἐπάγουσιν· Εἰ μὴ ἀνεθελήτως τέτοκεν ὁ Πατὴρ τὸν Υἱόν, θελητῶς δὲ καὶ κατὰ βούλησιν, πάντως που καὶ προηγήσεται καὶ προαναφανεῖται τῆς τοῦ Υἱοῦ γεννήσεως ἡ θέλησις τοῦ Πατρός. Ὧν δὲ δή που, φησί, καὶ προϋφεστηκὼς ἐσκέπτετο καὶ πρεσβυτέραν ἔχει τοῦ τόκου τὴν θέλησιν. {Α.} Ὡς ἀνόσιά γε τοῖς διεστραμμένοις ἐκμεμηχάνηται καθ' ἡμῶν τὰ εὑρήματα. Κατορχεῖται δὲ οὕτω τῶν τῆς ἀληθείας δογμάτων ὁ λόγος ὥστε, εἴ τῳ δόξειεν ἔν γε τοῖς ἄγαν ἀπηχεστάτοις τὴν ἁπασῶν ἐπέκεινα ψῆφον ἑλεῖν, οὐκ ἂν οἶμαι δράσειν ἄμεινον ἢ οὗτοι. Ἀκλεᾶ δὲ οὕτω τὴν νίκην ἀράμενοι καὶ ταῖς εἰς δυσσέβειαν ὑπερβολαῖς τῆς τῶν ἄλλων ἀμαθίας προὔχοντές τε καὶ προεκκείμενοι, λοιπὸν ἀκουόντων·" Ἐδικαιώθη Σόδομα ἐκ σοῦ." Ἅλις γάρ, ἅλις πικρίας, ὦ οὗτοι, καὶ διεστραμμένων ἐννοιῶν. Φέρε κατευθὺ τῆς ἀληθείας ἴωμέν τε ἤδη καὶ λέγωμεν ὡς οὐκ ἂν νοοῖτό ποτε δίχα τοῦ συνόντος τε ἀεὶ καὶ συνυφεστῶτος αὐτῷ γεννήματος ὁ ἀνάρχως τε καὶ ἀϊδίως Πατήρ. Ἀλλ' εἰ καὶ ἔστιν οὐκ ἀνεθελήτως τοῦ Υἱοῦ Πατήρ, οὐ προανακύψει καὶ προανανήξεται πάντως τοῦ γεννηθέντος ἡ θέλησις. Εἰ γὰρ ἦν ἐν σοφίᾳ καὶ λόγῳ τὸ θέλειν τοῦ Πατρός· οὐ γὰρ ἄσοφόν γε καὶ ἄλογον τὴν θείαν ἐροῦσι θέλησιν· Σοφία δὲ καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, αὐτὸς ἄρα ἐστὶν ὁ ἐν ᾧ πᾶσα θέλησις τοῦ Πατρός. Ὥστε τοῖς ἐκεῖνα πεφλυαρηκόσι περιτρέπεταί πως ἡ σκέψις καὶ τὸ δεινὸν ἐγχείρημα πρὸς τὸ ἔχον ἐναντίως. Ἀναπυθέσθαι γὰρ δὴ καὶ ἡμᾶς, ὡς ἔοικεν, ἀπείρξειεν ἂν οὐδὲν τῆς τῶν λογισμῶν ἀτοπίας ἠφειδηκότας, πότερα 455 θελητῶς ἤγουν ἀνεθελήτως ὑπάρχει τε καὶ ἔστιν ὁ Πατήρ. Καὶ εἰ μὲν οὐ θελητῶς, ἐκβεβίασταί που πάντως ἐξ ἀνάγκης εἰς ὕπαρξιν. Εἰ δὲ ὧδε μὲν οὐχί, θελητῶς δέ, προηγήσεταί που τῆς ὑπάρξεως αὐτοῦ τὸ θέλειν αὐτοῦ. Καὶ ἐπειδὴ τὸ θέλειν ἐπράττετο σοφῶς δηλονότι καὶ οὐ δίχα λόγου, Σοφία δέ ἐστι καὶ Λόγος ὁ Υἱός, προϋφεστήξει τοῦ Πατρός. Βουλὴν δὲ καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν ὁ θεῖος ἡμῖν ὀνομάζει λόγος. Ψάλλει γὰρ ἐν Πνεύματι καί φησιν ὁ θεσπέσιος Δαβίδ, ὡς ἐκ προσώπου τῶν πεπιστευ κότων·" Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Καὶ μὴν καὶ ἑτέρωθι·" Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν." Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς τὸ θέλημα τοῦ Πατρός, καὶ εἰς ὑπερκόσμιον κάλλος ἐν αὐτῷ μορφούμεθα, πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δι' αὐτοῦ νευρούμενοι. Οὐκοῦν, ὅσον ἧκεν εἰς ἐννοιῶν σαθρότητα καὶ λογισμῶν ἀτοπίαν, προϋφεστήξει τοῦ Πατρὸς ὁ Υἱός, αὐτὸς ὢν ἡ θέλησις· εἶτα πῶς τοῦ γεννήσαντος προαναφανεῖται τὸ γεννηθέν; Ἄθρει δὴ οὖν ἵν' εἰσὶ κακοῦ, τὸ" Ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει" μεθέντες ὡς ἀπωτάτω. {Β.} Ἔοικεν. {Α.} Περιτρέψειε δ' ἄν τις καὶ οὐ σὺν ἱδρῶτι μακρῷ καὶ πρὸς ἑτέραν αὐτοῖς ἀτοπίαν τὴν γραώδη πρότασιν, ἀποκρί νεσθαι δεῖν ἐκεῖνο εἰπών. {Β.} Τὸ τί δή; {Α.} Πότερα δημιουργὸς καὶ βασιλεὺς φιλοικτίρμων τε καὶ ἀγαθὸς νοοῖτ' ἂν καὶ λέγοιτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Θεὸς καὶ Πατὴρ ἢ οὔ; {Β.} Ἀλλὰ ταυτὶ μὲν ὡς ἔστιν ἀμελητὶ φαῖεν ἄν, ὡς ἐγᾦμαι. Πῶς γὰρ οὔ; {Α.} Φραζόντων οὖν ἔτι· προσερήσομαι γάρ, ἀνεθελήτως ἄρα ταῦτά ἐστιν ἢ θελητῶς; Εἰ μὲν γὰρ ἀνεθελήτως ἐροῦσι, πεπονθέναι δώσουσι τὴν ἀνεθελησίαν αὐτόν, τὸ ὡς ἐξ ἀνάγκης πάθος. Εἰ δὲ μὴ ἀβουλήτως οἰήσονται, προϋπῆρχε δὲ ἡ βούλησις τοῦ εἶναι αὐτὸν ἅ ἐστιν, οὐκ ἀεὶ δυνάμει δημιουργός, οὔτε μὴν ἀνάρχως βασιλεύς, ἢ φιλοικτίρμων, ἢ ἀγαθός· χρόνος δὲ ἴσως προεισελάσειέ τις καθ' ὃν ἔτι ταῦτα οὐκ ὤν, τὸ δεῖν εἶναι διεσκέπτετο. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἂν ἐπαΐοι λόγων, εἶτα ταῖς ἐκείνων τερθρείαις οὐκ ἐποιμώξειε μέγα, καὶ δὴ καὶ ἐρρῶσθαι φράσας, ἄμεινον μὲν ἢ ἐκεῖνοι διασκέψεται καὶ τὴν τῶν πραγμάτων εὖ μάλα καταθρήσει φύσιν, διαλογιεῖται δὲ ὅτι τῶν μὲν πρακτέων ἢ μὴ θέλησίς τε καὶ ἀνεθελησία κρατεῖ, γεννήσεως δὲ οὐκ 456 ἔτι; Τοῖς δὲ τὸ ἀνθ' ὅτου λέγουσιν, ἔν γε τουτοισί, σοφὸν ὑπειπεῖν τό τισιν ὑμνούμενον·" Ἡ φύσις ἐβούλετο, ᾗ νόμων οὐδὲν μέλει·" προσθείην δ' ἂν ὅτι βουλῆς καὶ ἀβουλησίας οὐδ' ὁπωστιοῦν ἐμπάζεται. Ἢ οὐκ ἄν σοι δόξαιμι νοεῖν ὀρθῶς, εἰ ἀποφηναίμην ὅτι εἰ ὅσα ἐστὶν οὐσιωδῶς ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐξ ἐπιδόσεως ἔχει τῆς κατὰ θέλησιν, τετραμμένος ἐπὶ τὸ ἄμεινον, οὐδὲ τὸ εἶναι Πατὴρ θεληματικῶς κεκτήσεται; {Β.} Πῶς ἔφης; {Α.} Ἅγιον ἄρα τὸν Πατέρα εἶναι φῄς, καὶ μὴν ὅτι καὶ ἀγαθός; {Β.} Καὶ πάνυ. {Α.} Οὐσιωδῶς ἄρα προσπεφυκυίαιν αὐτῷ ταῖν ἀρεταῖν, ἢ εἰσκεκριμέναιν ἔξωθεν κατὰ θέλησιν, ὡς εἰ καὶ πάθοι τυχὸν τὴν ἀνεθελησίαν ἐξοιχησομέναιν; Κίνησις γὰρ ἥδε θεληματική. {Β.} Οὐσιωδῶς· καταμειδιάσαι γὰρ οἶμαι τῶν οὐχ ὧδε ἔχειν κατατολμώντων εἰπεῖν ὁ τῆς ὀρθότητος λόγος. {Α.} Εὖγε, ὦ ἑταῖρε, ἔφης, καί σε τῆς φιλομαθείας ἄγαμαι. Εἶτα πῶς ὁ Θεὸς καὶ Πατὴρ θελητῶς ἂν εἴη τυχὸν ἤγουν ἀνεθελήτως Πατὴρ καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς, εἴπερ ἐστὶν οὕτως ἅγιός τε καὶ ἀγαθός, καὶ οὐκ ἐν ψιλαῖς θελήσεσιν ἔχει τὸ εἶναι ἅ ἐστι; Τί δὲ δὴ αὖ, πῶς ἐκεῖνο οὐχ ὁρᾷς, καίτοι δεινῶς ἄγαν ἐκλελυττηκὸς καὶ οἱονεί πως καθυλακτοῦν τῶν δι' ἐναντίας; {Β.} Οὔπω μανθάνω. {Α.} Ἀλλ' εἴσῃ μὲν δή· φράσαιμι γὰρ ἂν ὡς ἥδιστά σοι χρηστομαθεῖν ᾑρημένῳ. Σύνες δὲ αὐτὸς ὅ φημι. Ἆρα γὰρ οἰήσονται δεῖν ὅτι γεννήτωρ κατὰ φύσιν ἐστὶν ὁμολογεῖν τὸν Πατέρα καὶ οὐσιῶδες αὐτῷ τὸ χρῆμα ἐροῦσιν; Ἢ καὶ τοῦτο καταρνήσονται, φρονοῦντες ἀνοσιώτατα; Εἰ μὲν γὰρ οὐκ εἶναί φασιν οὐσιωδῶς γεννήτορα, ἀναιρήσουσιν εἰσάπαξ τὴν ὕπαρξιν τοῦ Υἱοῦ, οὐκ ἀγεννήτως τὸ εἶναι λαχόντος, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἐκ Πατρός, κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων. Εἰ δὲ φύσιν οὐκ ἔχων τὴν γεννητικὴν ἀληθῶς ὁ Θεὸς καὶ Πατὴρ βουλήσει κεκίνηται πρὸς τὸ δύνασθαι γεννᾶν, ὥρα λέγειν ἤδη πως ὡς αὐτός που τάχα τὴν ἰδίαν εἴργασται φύσιν, γεννητικὴν ἀποφήνας, καὶ εἰς ὅπερ οὐκ ἦν ἐνεγκών, καὶ δὴ νοοῖτ' ἂν εἰκότως καὶ ἑαυτοῦ πρεσβύτερος, εἴ γε ὢν καὶ ὑφεστηκώς, ὅπερ ἐστὶν εἶναι βεβούληται, φημὶ δὴ Πατήρ. Ἀλλ' εἰς ὄρος μὲν ἐρρίφθω καὶ κῦμα ταυτί, φορητὴν οὐκ ἔτι νοσοῦντα τὴν ἀτοπίαν. Ἡμεῖς δὲ τοῖς ἐξ ὀρθότητος ἑπόμενοι λογισμοῖς, φαμὲν ὅτι περιττὸν ἂν εἴη καὶ ἀμαθὲς τὸ γοῦν ἀνεθελήτως ἢ θελητῶς γεννήτορα ὑπάρχειν οἴεσθαι τὸν Πατέρα, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς. Ἔστι γὰρ οὐκ 457 ἀνεθελήτως ἅ ἐστι φυσικῶς, σύνδρομον ἔχων τῇ φύσει τὴν θέλησιν τοῦ εἶναι ἅ ἐστιν. {Β.} Ὡδὶ ταῦτ' ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. {Α.} Καὶ πρός γε δὴ τούτοις, κατακινδυνεύσειεν ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν, τὸ δὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ καὶ Πατρὸς πρεσβυτέραν οἴεσθαι τοῦ τόκου τὴν θέλησιν. Διασκεπτέον γάρ, εἰ δοκεῖ, πότερόν ποτε νυνὶ δὴ καὶ μόλις ὁ Θεὸς καὶ Πατὴρ ἐν τοῖς αὐτῷ πρέπουσίν ἐστιν ὅτι γεγέννηκεν, ἢ πρεπωδεστέραν αὐτῷ τὴν ἀγεννησίαν εὑρή σομεν. Εἰ μὲν οὖν ὅτι γεγέννηκε τὸ τῇ ἰδίᾳ φύσει πρέπον οὐκ ἐξοιχήσεται, τί τὸ ἐκ τῆς ἀγεννησίας αὐτῷ προσ νέμοντες ἀκαλλές, οὐκ ἐρυθριῶσιν οἱ τάλανες; Εἰ δὲ ἦν ὅτι μὴ τέτοκεν ἐν ἀμείνοσι καὶ ἐν τοῖς πρεπωδεστέροις, τί πρὸς τὸ γεννᾶν ἐκάλει τὸ ἐν χείροσί που πάντως ἐσόμενον εἰ πείσαιτο τὸ γεννᾶν; Οὐκοῦν διημάρτηκε καὶ λογισμοῦ τοῦ πρέποντος, καὶ εἰσδέδεκται θελητῶς τὸ πεφυκὸς ἀδικεῖν, καὶ τοῦτο, τὴν αὐτοῦ δόξαν τε καὶ φύσιν, καὶ ξένη τις ὡς ἔοικεν ἀνέφυ γραφὴ κατὰ τῆς ἀρρήτου βουλῆς τοῦ Πατρός. Ἆρ' οὖν οὐχὶ παντὸς μὲν ἐμέτου ταυτὶ βδελυρώτερα, παντὸς δὲ εἰς λῆξιν ἥκοντα κακοῦ δυσσεβείας τε ὁμοῦ τῆς ἄγαν εἰς ὑπερβολὴν ἱγμένα; {Β.} Ναί. {Α.} Φέρε δὴ οὖν, ταυτὶ μεθέντες ὡς πορρωτάτω, πρὸς ἐκεῖνο ἴωμεν. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Τὸ χρῆναί φημι τὴν ἁπασῶν ἀρίστην περὶ Θεοῦ δόξαν ταῖς ἰδίαις ἡμᾶς ἐγκατακλείειν ψυχαῖς, ἐννοοῦντας ὅτι τῆς τοῦ Υἱοῦ γεννήσεως προηγήσεται μὲν οὐδέν, οὔτε μὴν προανατελεῖ τοῦ γεγεννηκότος ἡ θέλησις τῆς τοῦ γεννηθέντος ὑπάρξεως, ἦν δὲ ἅμα Πατὴρ ὁ Θεὸς καὶ θελητὴς τοῦ εἶναι Πατήρ· ἔστι γὰρ οὐκ ἀνεθελήτως ὅ ἐστιν, οὐκ ἀναγκαίαν ὑπομένων ἔν γε τούτῳ τὴν θέλησιν, καθάπερ ἀμέλει καὶ εἰ νοοῖτο τυχὸν ἅγιός τε καὶ ἀγαθός. Ἅμα γὰρ καὶ οὐσιωδῶς ἅγιός τέ ἐστι καὶ ἀγαθός, καὶ θελητὴς τοῦ εἶναι ἅ ἐστι, καὶ οὐχ ἑτέρως ἔχειν ὑποτοπητέον ἐπὶ Θεοῦ. Ἅμα γάρ ἐστι Θεὸς καὶ ἅμα Πατήρ, οὐχ ὑστερίζουσαν ἔχων τοῦ εἶναι τὴν γέννησιν, ἀλλ' ὁμοῦ τὸ εἶναι Πατὴρ καὶ ὑφεστὼς καὶ νοούμενος. Τῷ γε μὴν ὧδε φύσεως ἔχοντι πάντως που δοτέον συνυφεστηκὸς ἀνάρχως τὸ γεννηθέν, τουτέστι τὸν Υἱόν. {Β.} Ἀλλ' εἰ βούλει, φασίν, ὧδέ πῃ καὶ τόδε ἐχέτω, καὶ νοείσθω συνυπάρχειν. Ἦν γὰρ ἀεὶ δυνάμει Πατὴρ ὁ Θεός, ψιλῇ δὴ οὖν ἄρα θεωρίᾳ ληπτὸς καὶ ἐν μόνῃ τοῦ εἶναι δοκήσει πρὸ τῆς γεννήσεως ὁ Υἱός, γεγέννηται δὲ μετὰ τοῦτο. {Α.} Οὐκοῦν, ἀληθὴς μὲν τέως καὶ ἐκ Πατρὸς ἀληθῶς 458 ὁμολογείσθω λοιπὸν ἡ γέννησις. Ὁ γὰρ εἶναι πεφυκὼς δυνάμει τε καὶ ἐνεργείᾳ πατὴρ οὐ θέλησιν ἔχει τὸ ἐπ' ἀμφοῖν βραβεύουσαν, φύσεως δὲ μᾶλλον ἕψεται νόμοις, οἷς ἂν νοοῖτο καὶ τὸ τεκεῖν. Ἀλλ' οὐδ' ἂν ὀθνείου του γένοιτο πατήρ, εἴπερ ἀεὶ τὸ γεννώμενον ὁμοφυὲς εἶναι τῷ γεννῶντι δεήσει. Ὅτι δὲ καὶ αὐτῷ τῷ Πατρὶ τὸν ἐκ τοῦ τετράφθαι δυσκλεᾶ προσάπτουσι μῶμον, καίτοι τῆς θείας λεγούσης Γραφῆς·" Παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀπο σκίασμα," κἀντεῦθεν εἴσοιτο. Τί γὰρ δὴ τοῦτό ἐστι, ὦ τᾶν, ἢ τροπὴ καὶ παχεῖά τις ὥσπερ ἐξαλλαγή, τὸ ἐκ τοῦ δυνάμει φημὶ μεταχωρεῖν εἰς ἐνέργειαν; Τὸ μὲν γὰρ εἶναί τι δυνάμει τῇ κατὰ φύσιν ὑπειλημμένον, μὴ μὴν ἤδη τοῦτο καὶ ἐνεργείᾳ δεχθέν, ἕστηκεν ἐν τῇ δυνάμει τέως, εἰσδεδεγμένον μὲν οὔπω τὴν εἰς ἐνέργειαν κίνησιν, ἐμφιλοχωροῦν δὲ ἔτι τῷ ἐν ἀρχαῖς τε καὶ πρώτῳ. Εἰ δὲ εἰσδέξαιτο τυχὸν τὴν εἰς ἐνέργειαν κίνησιν, μεταφοιτήσειεν ἂν εἰκότως ἐφ' ἕτερον, οἶμαι, τι παρ' ὅπερ ἦν ἐν ἀρχαῖς, εἴπερ οὐχ ἕνα καὶ τὸν αὐτὸν ἀπονέμουσι τόπον τῷ τε κατὰ δύναμιν καὶ τῷ κατ' ἐνέργειαν. {Β.} Οὐκ οἶμαι. {Α.} Εἰ μὲν οὖν εἶναί φασι τὸ διϊστῶν οὐδέν, ἀλλ' οἴσουσί τε ὁμόσε καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν ἐγκαθιδρύσαιντο τόπον, ἐνεργείᾳ Πατὴρ καὶ ἀνάρχως ἦν ὁ Θεός. Ἀπείρξει γὰρ ἔτι τοῦτο λέγειν οὐδέν, εἰς ταὐτὸν ἡμῖν ἠγμένοιν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ' ἐνέργειαν. Εἰ δὲ ἥκιστα μὲν ὡδί, διεστήξει γε μὴν ἀλλήλοιν καὶ οὐ μετρίᾳ διαφορᾷ, πῶς οὐ παρήλλακται τὰ Θεοῦ, στάσιν μὲν οὐκέτι τὴν ἐν τῷ κατὰ δύναμιν ἀποσῴζοντα, πεπονθότα δὲ ὥσπερ τὴν εἰς ἐνέργειαν κίνησιν; {Β.} Ἔφης μὲν εἰκότα, πλὴν οἶμαί που κἀκεῖνο εἰς νοῦν τοῖς δι' ἐναντίας ἐλθεῖν καὶ μὴν καὶ ἑλέσθαι λέγειν· Ἆρ' οὖν, ἐπειδήπερ ἀεὶ μὲν ἔστι κατὰ φύσιν καὶ ἀνάρχως δημιουργὸς ὁ Πατήρ, εἴργασταί γε μὴν οὐκ ἀχρόνως τὰ πεποιημένα; Οὐ γὰρ συναΐδιον ἔχει τὴν κτίσιν, ἀλλ' ἐν καιρῷ παρεκόμισεν ἐξ οὐκ ὄντων αὐτήν· κεκινῆσθαι δώσομεν καὶ" τροπῆς ἀποσκίασμα" παθεῖν τὴν ἄτρεπτον αὐτοῦ φύσιν; Εἶτα τίς ὁ φάναι τοῦτο τολμῶν; Οὐκοῦν εἰ προήκοι, φησί, καὶ ἐπὶ τὸ λέγεσθαι γεννᾶν ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν, οὐ τροπὴ τὸ χρῆμα καὶ κίνησις εἰς μεταβολήν, ἀλλὰ φύσεως μᾶλλον ἐπιτηδειότης ἐχούσης ὧδε περὶ τὴν γέννησιν. {Α.} Ὡς εὔκολός σοι πρὸς ἐλαφρίαν ὁ νοῦς, εἴπερ τι τῶν ἀναγκαίων ἐντεθυμῆσθαι δοκεῖς τοὺς διεστραμμένους. 459 Ἐκβασανιστέον γὰρ ὅτι μάλιστά γε τὸν τῆς ἐπ' ἀμφοῖν κινήσεως τρόπον, καὶ τί τὸ μεσολαβοῦν καὶ τὴν μεταξὺ κειμένην ἐμφανίζει διαφοράν· εἴσῃ τε οὕτω λοιπὸν τῆς ἐκείνων ἀμαθίας τὸν γραώδη λόγον. Τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ τι τεκεῖν λεγόμενον καὶ ἐκ τοῦ κατὰ δύναμιν προβεβηκὸς εἰς ἐνέργειαν ὡς ἐν ἰδίᾳ φύσει σεσάλευται. Πάθοι γὰρ ἂν οὐκ ἐφ' ἑτέροις τισίν, ἀλλ' ἐφ' ἑαυτῷ τὴν κατ' ἐνέργειαν κίνησιν. Τὸ δὲ ἀπὸ τοῦ τι μὴ δρᾶν ἐπὶ τὸ δεῖν ἐργάζεσθαι παρελθὸν οὐκ ἐφ' ἑαυτῷ τὴν κίνησιν, ἀλλ' ἐφ' ἑτέροις ἔχον τε καὶ ποιοῦν εὑρήσομεν. {Β.} Ὀνήσαις ἂν οὐχ ἧττον ἢ πάλαι σαφεστέραν ἡμῖν ποιούμενος τὴν ἀφήγησιν. {Α.} Οὐκοῦν φέρε λέγωμεν ὡς ἐπ' ἀνθρώπου τυχόν. Γεννητικὸς μὲν γὰρ κατὰ φύσιν καὶ δυνάμει τοῦτο ὢν ἐν ἀρχαῖς, πάρεισιν ἐν χρόνῳ καὶ εἰς ἐνέργειαν. Οὐκ ἀνεπι τήδευτον δὲ τὴν σοφίαν ἔχων, ἐμπεφυκὸς δὲ μᾶλλον οὐσιωδῶς τὸ καὶ δύνασθαί τι δρᾶν τῶν ἐξ ἐπιστήμης καὶ τέχνης ἀνθρωποπρεποῦς, ναυπηγεῖται μὲν ὁλκάδα, χαλκῶν δὲ ἐκτυπωμάτων ἰδέας διαμορφοῖ ἢ γοῦν ἕτερόν τι τῶν ὁμοίων ἐργάζεται. Ἆρ' οὖν ἐν ἴσῳ τρόπῳ τε καὶ λόγῳ κεκινῆσθαί σοι δοκεῖ, καὶ εἰς τὸ εἶναι πατὴρ κατ' ἐνέργειαν ἐκ τοῦ κατὰ δύναμιν παρενηνεγμένος, καὶ εἰς τὸ εἶναι δημιουργὸς τῶν ὅσα ἐστὶν ἐκ τέχνης ἀναφοιτῶν; {Β.} Οὐκ ἂν οἰηθείην πώποτε. Ὁ μὲν γὰρ οὐκ ἐφ' ἑαυτῷ κεκίνηται, τῆς ἐνούσης δὲ μᾶλλον ἐπιστήμης αὐτῷ τὴν ἔκφανσιν περὶ τὰ ἔξω ποιεῖται. Ὁ δέ ἐστιν οὐσιωδῶς ἐφ' ἑαυτῷ οἱονεὶ κινούμενος, καὶ μετάστασίν τινα καὶ τροπὴν περὶ αὐτὴν ἡμῖν ἐξεργάσεται τὴν φύσιν, ἤτοι τῆς φύσεως τὴν ἐφ' ὁτῳοῦν ἐνέργειάν τε καὶ δύναμιν. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ὅπερ ἔλεγον ἀρτίως, τὴν τοῦ κεκινῆσθαι διαφορὰν ἀνασκοπεῖσθαι δεῖν ἐπ' ἀμφοῖν ἐθέλων. Οὐδὲν οὖν ἄρα τὸ ὡς ἐξ ἀνάγκης ὠθοῦν τὴν τοῦ Θεοῦ φύσιν κεκινῆσθαι λέγειν καὶ τὸν κλόνον ὑπομεῖναι περί τι τῶν ὄντων οὐσιωδῶς, εἰ προήκοι κατὰ χρόνους ἐπὶ τὸ χρῆναι δημιουργεῖν. Πάθοι δ' ἂν εἰς οὐσίαν αὐτὴν τὴν κίνησιν, ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν τοῦ γεννᾶν οὐκ οἶδ' ὅπως παρενηνεγμένος. {Β.} Ὀρθῶς ἔχει. {Α.} Καὶ ἑτέρως δέ– χρῆναι γὰρ οἶμαι τὰς ἄγαν εὐρινοτάτας ἀπομιμεῖσθαι κυνῶν τοὺς οἵπερ ἂν ἕλοιντο τὰ ἐκ τῆς ἀληθείας φιλοθηρεῖν εὑρήματα– κατίδοι τις ἂν ἀδρανῆ τε καὶ ἄκομψον τῶν δι' ἐναντίας τὸν λόγον. Τὸ μὲν γὰρ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα ἀπείρξειεν ἄν, οἶμαι, παντελῶς 460 οὐδὲν τῶν εἰς ἀναγκαίους ἡκόντων λόγους τῷ ἰδίῳ συνυφε στάναι γεννήτορι, ἀεὶ καὶ ἀνάρχως Πατρὸς νοουμένου τε καὶ ὄντος Θεοῦ. Ἐπειδὴ δέ ἐστιν ἡ κτίσις εὐσθενείας ἐνέργημα δημιουργικῆς, πῶς ἂν καὶ πόθεν ἔχοι τὸ συνυφε στάναι Θεῷ καὶ τοῦ ἀϊδίως εἶναι τὴν δόξαν, ἐπεὶ μήτε ἄναρχος ἐν χρόνῳ καὶ τὴν εἰς τὸ εἶναι κίνησιν ἐξ οὐκ ὄντων ἔχει; Ἢ οὐκ ἀναγκαῖον εἶναι φῂς προεπινοεῖσθαί τε καὶ προϋφεστάναι πάντη τε καὶ πάντως τὴν δημιουργοῦσαν φύσιν παντὸς τοῦ καλουμένου πρὸς ὕπαρξιν δημιουργικῶς; {Β.} Ναί, φημί. {Α.} Οὐκοῦν, οὔπω μὲν ἡ κτίσις παρῆκτο πρὸς γένεσιν, ἦν δὲ καὶ τότε δημιουργὸς ὁ Θεός. Καὶ οὐχ ὅτι δημιουργός, ταύτῃ τοι Πατήρ, ἀλλ' ὅτι γεγέννηκεν· Υἱὸς δὲ ὅτι γεγέννηται. Ὅτε τοίνυν ἐν μὲν τῷ δημιουργός τε καὶ κτίσις, τὸ συνυπάρχειν οὐκ ἀναγκαῖον, ἀπαραίτητον δὲ τὴν συνύπαρξιν τὸ τῶν ἐννοιῶν ἀκριβὲς εἰσκομίσειεν ἂν ἐπὶ Θεοῦ κἂν εἴτε Πατὴρ εἴτε Υἱὸς ὀνομάζοιτο, πῶς ἂν προανίσχοι τὸ ἓν καὶ προαναφαίνοιτό πως θατέρου θάτερον, εἴπερ ἐστὶν ὅ ἐστιν ἑκάτερον ἐν τῷ νοεῖσθαι συνυπάρχοντα, καὶ οὐχὶ τῆς ἀλλήλων συνδρομῆς τητώμενα; Πατὴρ γὰρ ὡς πρὸς Υἱόν, καὶ τὸ ἔμπαλιν. Μῶν ἐκβεβιάσθαι σοι δοκεῖ πρὸς τὸ οὐκ ἔχον ὀρθῶς ὁ λόγος; {Β.} Ἥκιστά γε. {Α.} Εἰ δὲ δὴ καὶ χρῆναι γεννᾶν ἐξ ἑαυτοῦ καὶ Υἱοῦ τοῦ κατὰ φύσιν ὁρᾶσθαι Πατέρα σοφὸν εἶναί τι καὶ παγκάλως ἔχον κατεφαίνετο τῷ Θεῷ καὶ Πατρί, τίς ὁ ἐπὶ τὸ χρῆναι τεκεῖν ἢ πόθεν ἂν γένοιτο μελησμός; Τί τὸ ἐμποδὼν καὶ τὸ οὔπω δεῖν εἶναι Πατέρα τὸν Θεὸν χρησίμως τε καὶ ἀναγκαίως ἐκδυσωποῦν; Ἄνθρωποι μὲν γὰρ ἀεὶ μὲν ὅτι δυνάμει πατέρες, οὐ μὴν ἔτι καὶ ἐνεργείᾳ, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἐναργὴς δὲ λίαν ἡ παρὰ πόδας κειμένη καὶ διακωλύουσα πρόφασις. Ἀφιγμένης γὰρ οὔπω πρὸς ἥβην τῆς τοῦ σώματος ἡλικίας, καταμύει πως ἔτι καὶ ἐνηρεμεῖ τῇ φύσει τὰ αὐτῆς, καὶ οἱονεὶ τὸν πρέποντα ταῖς εἰς ἐμφάνειαν ἀναδείξεσι περιμένει καιρόν. Ἐπὶ δέ γε Θεοῦ, τοῦ τελείως ἔχοντος ἀεὶ καὶ ὄντος ὅ ἐστιν, οὐκ ἐξ ἐπιδόσεως τῆς ἐπί τι τῶν οὔπω προσπεφυκότων καὶ τὴν ἐν χρόνῳ διάδειξιν ἀπαραίτητόν τε καὶ ἀναγκαίαν ἐχόντων, ἐκλάμ ποντος δὲ τῆς ἰδίας οὐσίας ἡμῖν τὸν Υἱὸν καὶ ἐν τάξει χαρακτῆρος οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ τὸ ἴδιον ἔχοντος γέννημα, πῶς ἂν ἐπινοηθείη τὸ μὴ ἀεί τε καὶ ὁμοῦ τῷ εἶναι τεκεῖν κατ' ἐνέργειαν, ἑστάναι δὲ μᾶλλον ἐν τῷ κατὰ 461 δύναμιν, καὶ οὐσιώδη παθεῖν τὴν κίνησιν, τὴν εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς εἰσδεδεγμένον μετάστασιν; Δυσσεβήσομεν δὲ οὐ μετρίως καὶ εἰς αὐτὸν τὸν Υἱὸν εἰ μὴ ταῖς τῶν δι' ἐναντίας ἀντιταττόμεθα δόξαις. Οὐκέτι γὰρ ἔσται ποιητὴς αἰώνων ὁ Μονογενής, παρεισδεδυκότος οὐκ οἶδ' ὅπως τοῦ χρόνου καὶ πρεσβυτέραν ἔχοντος τὴν ὑπόληψιν τοῦ κατ' ἐνέργειαν λέγεσθαι γεννᾶν τὸν Πατέρα καὶ Θεόν· εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ' ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τὸ μεταξύ. Εἶναι δέ φημι πάναισχρόν τε καὶ ἀκαλλὲς ἥλιον μὲν οἴεσθαι καὶ πῦρ οὔ ποτε μὲν ὅπερ εἰσὶν οὐκ εἶναι τυχόν, ἀλλ' οὐδὲ στάσιν καὶ ἕδραν ἐσχηκέναι πώποτε, τὴν ἐν μόνῳ τῷ κατὰ δύναμιν νοουμένην, ἥκειν δὲ οὕτως εἰς ἐνέργειαν ὡς ἐν κινήσει τῇ κατὰ χρόνον καὶ φύσει, συμπεφυκότα δὲ μᾶλλον καὶ τῇ τῆς γενέσεως ἀρχῇ συντρέχοντα τὰ ἐνόντα λαχεῖν, Θεὸν δὲ σωμάτων μὴ ὑπερκεῖσθαι λέγειν, μήτε μὴν ὑπονοεῖν φύσεως ἰδίας ὥσπερ ἕπεσθαι θεσμοῖς ἔν γε τῷ χρῆναι τεκεῖν, ᾗπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι. ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. {Α.} Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ' ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις, εἶεν δ' ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν·" Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανι στάμενος." Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. {Β.} Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ 462 δὲ ἀποχρώντως ἡμῖν εἴς γε τὸ παρὸν ὁ περὶ τῆς θείας τε καὶ ἀπορρήτου γεννήσεως ἐκβεβασάνισται λόγος, ὡς ἐξέφυ μὲν ἑτέρωθεν οὐδαμῶς, ἐξ αὐτῆς δὲ ἡμῖν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέλαμψεν ὁ Υἱός· ὧδε γὰρ ἔχων ἐφαί νετο· τί τὸ ἀναπεῖθον ἔτι τοὺς δι' ἐναντίας, ἕνα μὲν ὑπάρχειν οἴεσθαι Θεὸν τὸν Πατέρα κατὰ φύσιν καὶ ἀληθινόν, συναριθ μεῖν δὲ αὐτῷ μηδένα παντελῶς, ἀλλὰ καὶ αὐτὴν τοῖς ἄλλοις ὁμοῦ πόρρω που τῆς ἀληθοῦς θεότητος, τὴν τοῦ μόνου καὶ ἀληθῶς Υἱοῦ παρωθεῖσθαι φύσιν; {Α.} Τί τὸ ἀναπεῖθον, ἐπείπερ ἔρεσθαί σοι δοκεῖ, φαίην ἂν ἔγωγε περὶ τῶν ὧδε διειληφότων, ὡς εἴη μὲν" Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ οἶνος αὐτοῖς." Ἐκμεμεθυσμένοι γὰρ ὥσπερ τοῖς οὐκ οἶδ' ὅθεν ἐξευρημένοις ψευδηγορήμασιν, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν ἐρεύγονται πονηρά. Ἀχάλινοι δὲ ταῖς ἐφ' Υἱῷ δυσφημίαις ἀνέντες τὴν γλῶτταν, κἂν ἀδελφὴν καὶ γείτονα τῆς τῶν Φαρισαίων ἀφιλοθεΐας νοσοῦντες ἀπόνοιαν, ἀκουόντων σὺν ἐκείνοις·" Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λέγειν πονηροὶ ὄντες;" Καίτοι χρῆν δή που ταῖς οὕτω σεπταῖς τε καὶ ἀπορρήτοις ἐρεύναις ἐνιέντας τὸν νοῦν τὸ μὲν σφίσι δοκοῦν οὐχὶ δή που πάντως οἴεσθαι καλῶς καὶ ἀδιαβλήτως ἔχειν, ἐν κύκλῳ δὲ ὥσπερ τὸν ἔσω καὶ κεκρυμμένον περικομίζοντας ὀφθαλμὸν καὶ μυρίων ὅσων ἐννοιῶν διαθέοντας πλάτος, ἀποφοιτᾶν μὲν ὡς ἀπωτάτω τῶν ἐξ ἐλαφρίας συντεθειμένων, δοκιμάσαντας δὲ ἀκριβῶς τὸ τελοῦν εἰς ὄνησιν καὶ τῆς εἰς εὐθὺ διαλήψεως καὶ ἀκραιφνῶς ἔχοντος λόγου ποδηγούντων εἰς κατάληψιν, μόνοις ἐφιζῆσαι τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀποπληξία γάρ, οἶμαι, νοῦ καὶ παρακοπὴ Θεὸν μὲν οὐκ εἶναι λέγειν κατὰ φύσιν καὶ ἀληθινὸν τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν, ὡς λόγον ἐκ νοῦ ἢ ὥσπερ ἂν εἴη τοῦ φωτὸς ἀπαύγασμα τυχόν, εἰκαίοις δὲ ὥσπερ ἐπινήχεσθαι λογισμοῖς καὶ κιβδήλοις ἐννοιῶν ἐπαυχεῖν εὑρήμασιν. Ἦ γὰρ οὐκ ἄμεινον ἐξ εὐμαθοῦς διανοίας ἐκεῖνο ἰδεῖν, ὡς ἔνθαπερ ἂν εἴη τὸ γεννᾶσθαι κατὰ φύσιν οὐ διεψευσμένον, ἐκεῖ δήπου πάντως καὶ τῷ γεννω μένῳ πρὸς τὸ γεννῶν εἴη ἂν οὐ σχετικὴ μᾶλλον ἢ ψευδώνυμος ἡ οἰκειότης, ἀλλὰ φυσική; Ἐξ αὐτῆς γὰρ ἔσται τῆς οὐσίας τοῦ τεκόντος τὸ ἀληθῶς γεννώμενον. Πῶς ἂν οὖν ἁμάρτοι καὶ ἐξοίχοιτο κατ' αὐτοὺς τοῦ κατ' ἀλήθειαν εἶναι Θεὸς τὸ ἐκ Θεοῦ γεννηθέν; 463 {Β.} Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως. {Α.} Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ' ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ' ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. Διαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. {Β.} Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται. Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμ φιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι' ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ' αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύου σιν. Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορ χήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. {Β.} Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος. Ὃ δὲ δὴ δεῖν ἐγνώκασι τοῖς παρ' ἡμῶν ἀντεξάγειν λόγοις ἐκεῖνό ἐστιν. Εἷς γὰρ ὠνόμασται, φασί, Θεὸς ἀληθινός, ὁ Πατήρ, ἔν γε τοῖς Ἀρχαιοτέροις καὶ τοῖς Νέοις Γράμμασιν. Ἔφη μὲν γὰρ ὁ Μωσῆς·" Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ μὴν καὶ ἐν ᾠδαῖς αὐτὸν εἰσκεκόμικεν ἀνακεκραγότα τὸν Θεόν·" Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ." Καὶ πάλιν·" Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ." Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα·" Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν." Παραθεῖεν δ' ἂν ἀμογητὶ συμφέροντες μύρια μὲν ὅσα τοιαῦτα, νεανικώτερον δὲ τοῖς σφῶν αὐτῶν ἐπαγωνιοῦνται λόγοις, καὶ μὴν καὶ ἐλπίδος αὐτοῖς οὐ μακρὰν οἰχήσεται τὸ συμφρονεῖν ἑλέσθαι τινὰς ὡς εἴη μὲν εἷς τε καὶ μόνος ἀληθῶς καὶ φύσει Θεὸς ὁ 464 Πατήρ, ἕτερος δὲ πρὸς αὐτῷ τὸ σύμπαν οὐδείς. {Α.} Κενὰ δὲ ἱδροῦν, εἰπέ μοι, τί τὸ ἀναπεῖθον αὐτούς; Οὐ γὰρ, ὦ' γαθέ, δεηθείημεν ἂν οὐδενὸς ἔν γε τούτῳ πόνου, συνθεόντων ἑτοιμότατα καὶ ἡμῶν αὐτῶν, ἕνα τε καὶ φύσει καὶ ἀληθινὸν εἰσδεδεγμένων ἐν πίστει Θεὸν τὸν Πατέρα. Πῶς γὰρ ἢ πόθεν ἐνδοιάσαι τις ἄν; Εἰ δὲ δὴ καὶ φαῖεν ὅτι Θεὸς ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς, ἥκιστά γε τουτὶ τῇ τοῦ Υἱοῦ διαλυμανεῖται φύσει. Ἔξω γὰρ πάντων καὶ οὐκ ἔν γε τοῖς πᾶσίν ἐστι, τῷ ἰδίῳ Πατρὶ συνυφεστηκὼς καὶ συναναλάμπων ἀεί, καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει τῷ τεκόντι συννοούμενος. Εἷς τοιγαροῦν ὁ Θεός, καὶ οὗτος ὁ ἀληθινός. Ἐκλελυτρώμεθα γὰρ ἐκ πολυθεΐας, καὶ τὴν ἐπὶ τούτῳ κηλίδα διανιψάμενοι, ὀψὲ μὲν καὶ μόλις, τὸν δ' οὖν ἕνα καὶ ἀληθῶς Δεσπότην ἐγνώκαμεν. Ταυτὶ δὲ μεθέντες εἰς τὸ παρόν, ἐπ' ἐκεῖνο ἴωμεν· ὧδε γὰρ δή σοι χρῆναι δοκεῖ. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Μόνον ἔφη Θεὸν ἀληθινὸν ὁ Υἱὸς τὸν Πατέρα. {Β.} Ἔφη γάρ. {Α.} Καὶ μὴν ὅτι Θεὸς ἕτερος παρ' αὐτὸν οὐδεὶς τὸ ἀρχαῖον ἡμῖν ἀνεφώνει λόγιον. {Β.} Ἀληθές. {Α.} Ἰτέον δὴ οὖν, ὦ φιλότης, καὶ ἡμῖν οὐτοῖς ἐπὶ τὸ Γράμμα τὸ ἱερόν, καὶ τοὺς τῶν ἁγίων πολυπραγμονοῦντες λόγους, φέρε δή, φέρε καταθρήσωμεν εἰ δή πή τις ἄρα μόνον ἔφη Θεὸν τὸν Υἱόν, ἐπωνόμασε δὲ καὶ ἀληθινόν. {Β.} Εὖ λέγεις. {Α.} Οὐκοῦν αὐτίκα δὴ μάλα παρέσται μὲν ἡμῖν ὁ σοφὸς Ἰωάννης, ὁ καὶ βροντῆς υἱὸς κατωνομασμένος, διαρρήδην ἀνακεκραγώς·" Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Συνεισδραμεῖται δὲ αὖ καὶ ὁ μέγας ἡμῖν Βαροὺχ καὶ σαφῆ ποιήσεται τὴν ἀνάρρησιν τῆς τοῦ Υἱοῦ φύσεώς τε καὶ δόξης, ὡδὶ καὶ αὐτὸς ἀναβοῶν, μονονουχὶ δὲ καὶ δακτύλῳ καταδεικνύς·" Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Καὶ μὴν ἔχοιμ' ἂν εἰπεῖν ὡς ἕνα μὲν Κύριον Ἰησοῦν Χριστὸν ὁ ἱερὸς ἡμῖν ἔφη Παῦλος. Ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν Πνεύματι ὅτι" Τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;". Ἆρ' οὖν οὐχὶ σαφέστατά γε καὶ ἐναργέστατα διὰ τῆς τῶν θεολόγων 465 φωνῆς εἷς τε καὶ μόνος καὶ ἀληθινὸς ἀνεκηρύχθη Θεὸς ὁ Μονογενής; {Β.} Ἀληθές. {Α.} Ὅτε τοίνυν μόνος ἡμῖν καὶ ἀληθινὸς εἰσκεκόμισται Θεὸς ὁ Πατήρ, ἰσοτρόπως δὲ αὖ καὶ ἀπαραλλάκτως ἔχων ὁ Υἱός· καταλογισθείη γὰρ ἂν ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς· ποῖ ποτε ἄρα δραμεῖται τῶν πιστευόντων ὁ νοῦς, εἴπερ ἄμφω διὰ σφῶν αὐτῶν ἐξωθεῖεν ἄν, καὶ οὐκ ἐν βεβαίῳ τῆς θεοπρεποῦς ἔσονται δόξης, εὐκατάσειστόν τε καὶ εὐανάτρεπτον κομιδῇ λαχόντε τὴν φύσιν; Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ εἶναι παραδεξαίμεθα μόνον καὶ ἀληθινὸν Θεὸν τὸν Πατέρα, κατασφραγιοῦμεν εὐθὺς τὸ ἑτεροφυὲς τῷ Υἱῷ, καὶ τῶν τῆς ἀληθοῦς θεότητος ὅρων ἀποσοβοῦντες αὐτόν, ἐν ἑτέρᾳ που φύσει γεγονότα διοψόμεθα; Εἰ δὲ δὴ μόνῳ τῷ Υἱῷ τὸ τῆς ἀληθοῦς θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμοντες, οὐδένα τὸ σύμπαν ἐπ' αὐτῷ καταλογισαίμεθα, ἆρ' οὐχὶ καθοριοῦμεν τῆς τοῦ Πατρὸς δόξης ἃ μὴ θέμις εἰπεῖν; {Β.} Ἕρπει μὲν εἰς τοῦτο τῶν ἐννοιῶν ἡ δύναμις· πλὴν τάχα που κἀκεῖνο εἰκὸς τοὺς δι' ἐναντίας εἰπεῖν, ὡς περιεστήξει πάντως ἡμῖν εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐχ ἕνα δὴ λέγειν, ἀλλὰ δύο τοὺς θεούς. {Α.} Ἀνεπιτήδευτον μὲν τῶν ἄγαν ἐκτόπων ἐκείνοις οὐδέν, δυσφημίας δὲ τρόπος ἁπαστισοῦν βάσιμός τε καὶ ἱππήλατος. Σκοπὸς δὲ ἡμῖν οὐχὶ τοῦτο φάναι ποθέν, συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφύναι τὸν Υἱόν, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκφυλον ἐκπεφυκότα φύσιν, ἀλλ' ὄντα τοῦτο οὐσιωδῶς ὅπερ ἂν εἶναι νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Συναριθμουμένου γὰρ ὧδε καὶ συναναθρώσκοντος εἰς θεολογίαν τοῦ ἁγίου Πνεύματος, μία λοιπὸν ἡ ἀληθινὴ καὶ φύσει θεότης ἐν ὁμοουσίῳ προσκυνεῖται Τριάδι. {Β.} Ἀλλ' εἰ τρεῖς εἶναι, φασί, τὰς ὑποστάσεις δώσομεν, καὶ ἡ θεότης ἐν τριπλῷ νοηθείη ἄν, κατά γε τὸν εἰκότα λογισμόν. {Α.} Ἀλλ' ὅ γε τῆς ἀληθοῦς μυσταγωγίας ἡμᾶς οὐχ ὧδε ταῦτ' ἔχειν ἐκπεπαίδευκε λόγος. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ οὔ τί πού φαμεν εἰς τρεῖς ὅτι θεοὺς ἡ πίστις, ἀλλ' εἰς μίαν θεότητα, τὴν ἐν Τριάδι προσκυνητήν. Τί τοίνυν ἀποβιβάζῃ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν πειρᾷ τὰ ὑπὲρ νοῦν καὶ λόγον, ἃ καὶ οἶμαι δεῖν ἀπεριεργάστῳ καὶ μόνῃ τιμᾶσθαι τῇ πίστει;