Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 466 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
466.1.1
Ἀνόσιον γὰρ κομιδῇ καὶ δυσσεβείας εἰς λῆξιν ἧκον τὴν ἀνωτάτω τὸ φάναι περιεργότατα, πῶς ἄρα καὶ τίς ἡ Τριάς, ἔχει δὲ ὅπως καθ' ἑαυτὴν ἡ τῆς θεότητος φύσις; Εὐσεβὲς δὲ μᾶλλον τὸ περινοεῖν ἐθέλειν ὀρθῶς, κατὰ τίνα δὴ τρόπον ἐν ἁγίᾳ Τριάδι μία προσκυνεῖται θεότητος φύσις. Φάθι δὴ οὖν, ὦ Ἑρμεία, τουτὶ μὲν ἡμᾶς οἴεσθαί τε καὶ δοξάζειν ὀρθῶς, ἀνοσιουργεῖν δὲ τοὺς δι' ἐναντίας, τὰ καὶ νοῦ παντὸς ὑπερφέροντα λογισμῶν ἀθλίων εὑρήμασιν ἀσυνέτως ἐκβασα νίζοντας. {Β.} Εὖ λέγεις. Φημὶ γὰρ οὖν ἔγωγε, τοῦτο δρᾶν αὐτούς. Πῶς οὖν ἄρα Θεὸς εἷς ἐν ἡμῖν, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι καὶ ὁ Πατὴρ νοοῖτο καὶ ὁ Υἱός; {Α.} Συλλήπτορά τε καὶ ἀρωγὸν ἀναγκαίως εἰς τοῦτο παραληψόμεθα τὸν τῆς ὁμοουσιότητος τρόπον, τὸ διττὸν ἐν ὑποστάσεσιν εἰς ἕν τι τὸ δι' ἀμφοῖν κατασφίγγοντα καὶ τὸ διαχεῖσθαι δοκοῦν εἰς ἰδιότητα τὴν ἐφ' ἑκατέρῳ καὶ ἀναμέρος εἰς ταὐτότητα συλλέγειν εὖ μάλα δυνάμενον, ὡς ἂν μήτε τὸ διπλοῦν τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ πρὸς τινοσοῦν ὅλως ἐπιφημίζοιτο φύσει, μήτε μὴν αἰδοῖ τοῦ μὴ δοκεῖν τὸν τῆς ἁπλότητος κατασίνεσθαι λόγον, τὸ διττὸν ἐν ὑποστά σεσιν ἀναιροῦντες ἁλισκοίμεθα. Ἀληθῆ δὲ ὄντα τὸν τῆς ὁμοουσιότητος λόγον, καὶ αὐτά που μάλα διεκφήνειεν ἂν τὰ ἐφ' Υἱῷ μαρτύρια, τῶν ἱερῶν ἡμῖν παρακεκομισμένα Γραμμάτων. Μόνος γὰρ ὢν ὁ Πατὴρ φύσει τε καὶ ἀληθῶς Θεός, μόνον ὄντα Θεὸν φύσει τε καὶ ἀληθῶς τὸν Υἱὸν παραδέξαιτο ἂν οὐχ ἑτέρως εἴς τε τὸ ὑπάρχειν ἰδιοσυστάτως καὶ εἰς ταὐτότητα φυσικήν, εἰ μὴ ὑπάρχοι μὲν αὐτὸς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἔχοι δὲ αὖ ὁ Υἱὸς ἐν ἰδίᾳ φύσει τὸν γεγεννηκότα, ταύτῃ τοι νοοῖτο λέγεσθαί τε καὶ ὑπάρχειν ἕν. Καὶ γοῦν ὁ χρηστὸς ἡμῖν ἐπετιμᾶτο Φίλιππος, τὸ τῆς διανοίας εὐμαθὲς οὐ τοῖς ἄγαν ἐξητασμένοις κατακαλλύνων ῥήμασι. Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθεᾶσθαι φύσιν, ἐλιπάρει λέγων·" Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν." Καὶ πρός γε ταῦτα Χριστός·" Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·" καὶ ἀληθὴς ὁ λόγος. Ἐπειδὴ γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱός, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρί, παραδείξειε δ' ἂν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς καὶ τὴν τοῦ γεγεννηκότος. 467 Νοηθείη δ' ἂν ὁ Πατὴρ οὐχ ἑτέρως ἢ δι' Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστίλβων φύσιν ἐν ἰδίᾳ μορφῇ. Χρῆναι γὰρ οἶμαι καὶ καθ' ἡμᾶς εἰπεῖν· τοιγάρτοι καὶ ἐπ' ἀμφοῖν ὅπερ ἂν ὑπό του λέγοιτο τυχόν, χωρήσει δὴ πάντως καὶ ἀναμέρος ἐφ' ἑκατέρῳ, καὶ τὴν οὐδενὸς ἀδικήσει δόξαν. {Β.} Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; {Α.} Οὐ γὰρ ἐπαΐεις ἀνακεκραγότος, ὦ τᾶν, τοῦ μακαρίου Παύλου περὶ τοῦ Θεοῦ καὶ Πατρός·" Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;" {Β.} Ἀλλὰ τί μήν; {Α.} Ἴθι δὴ οὖν, καὶ ἄθρει τὸ ἰσοστατοῦν εἰς δόξαν ἀπονέ μοντα τῷ Υἱῷ, καὶ τὴν τοῦ Μονογενοῦς καταχρυσοῦντα φύσιν, οἷς ἂν καὶ αὐτὸς ὁ Πατὴρ εὖ μάλα κατασεμνύνοιτο. Ἔφη γάρ που περὶ αὐτοῦ·" Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου." {Β.} Ἔφη γάρ. {Α.} Οὐκοῦν ἀπορήσειεν ἄν, οἶμαί που, πᾶς τισοῦν, ὧδέ πη διενθυμούμενος τὸ ὅπως ἂν ἔχοι τὸ χρῆμα. Ἀναπιμπλάντος γὰρ ἡμῖν τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν πᾶσιν ὄντος τε καὶ νοουμένου θεοπρεπῶς, ὅποιπερ ἂν ἔτι χωρήσειεν ἡ δι' Υἱοῦ πλήρωσις κατιδεῖν οὐκ ἔχω. Ἆρ' οὖν ἀνάγκη περινοεῖν ὡς, εἰ μή ἐστιν ἐν ἀμφοῖν οὐσιωδῶς ἑκάτερος, περιττή τις, ὡς ἔοικεν, ἡ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναφανεῖται πλήρωσις, ἀποχρώσης εὖ μάλα πρὸς τοῦτο ἡμῖν τῆς δι' Υἱοῦ, ἤγουν ἐπεισφέρεται τοῖς οὖσιν εἰκῆ καὶ οὐκ ἔτι καθηκόντως ἡ δι' Υἱοῦ πλήρωσις, διαρκέστατά τε καὶ οὐκ ἀνικάνως ἔχοντος τοῦ Πατρὸς εἰς τὸ πληρῶσαι τὰ πάντα. Τίνος δ' ἂν ἔτι καὶ δεδεῆσθαι τὰ πάντα καταδείξαι τις ἄν, τὴν πλήρωσιν ἔχοντα τὴν παρὰ Πατρός; Ἆρ' οὖν, ὦ ἑταῖρε, περιττὸς εἰς λόγους ἀναφανεῖται λοιπὸν καὶ ἐρραψῴδηκε μάτην ὁ σοφὸς Ἰωάννης, ἁγίων τε πέρι καὶ τοῦ Υἱοῦ λέγων·" Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;" Τίνος γὰρ ἔτι δεδεημένοι τὰ ἐκ τοῦ πληρώματος δέχονται τοῦ Υἱοῦ, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀποχρώντως ἔχοντος ἔν γε τοῖς καθ' ἑαυτὸν εἰς τὸ κατα στῆσαι τὴν κτίσιν, τῶν παρ' ἑτέρου τινὸς ἀνεπιδεᾶ; {Β.} Ὀρθότατα ἔφης. {Α,} Εἰ δὲ δὴ καὶ αὐτὴν ἥτις ποτέ ἐστι τὴν δι' ἑκατέρου πλήρωσιν πολυπραγμονεῖν ἐθέλομεν, ἆρ' οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς ὡς εἴπερ ἀμφοῖν ὁ τῆς οὐσίας διῴκισται λόγος εἰς τὸ ἑτεροίως ἔχειν, ὡς ἂν ἑκάτερος ἔχοι φύσεως οὕτω τὴν εἰς ἡμᾶς ἐνεργήσει πλήρωσιν; {Β.} Ἀναγκαίως. {Α.} Καὶ εἴπερ ἐστὶ Θεὸς μὲν ἀληθινὸς ὁ Πατήρ, θεία τις ἔσται πάντως που καὶ ἡ ἐνέργεια, διεκπίπτοντός γε μὴν 468 τῆς ἀληθοῦς θεότητος τοῦ Υἱοῦ, θεία μὲν οὐκ ἔτι, κατ' αὐτὸν δὲ πάντως, καὶ ἡ τῆς πληρώσεως δύναμις. Ἐνηργήμεθα δὴ οὖν εἰς πλήρωσιν, διττῶς τε καὶ ἀνομοίως. Καὶ εἰ μὲν ἀποχρήσειν ἔμελλε τοῖς ἐνεργουμένοις εἰς σωτηρίαν ἡ πλήρωσις τοῦ Πατρός, θεία τις οὖσα καὶ τῆς ἑτέρας ἀμείνων, τί καὶ ὅλως ἐνήργηκεν εἰς ἡμᾶς ὁ Υἱός, καίτοι τὴν χείρω προστιθείς, εἴπερ οὐχ οὕτως ἐνεργήσειεν ἂν καθὰ καὶ ὁ φύσει Θεός; Εἰ δὲ δὴ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰς σωτηρίαν ἐφόδιον τὴν δι' Υἱοῦ πλήρωσιν πεπλουτήκαμεν, περιέσται δή που νοεῖν τε καὶ λέγειν ὅτι τοῦ χείρονος ἐδεήθη τὸ ὑπερτεροῦν, καὶ τὸ ἐλλελοιπὸς τῷ προὔχοντι προσετίθει τὸ ἔλαττον, εἴπερ ἡμᾶς οὐκ εἰσάπαν ἐξήρκεσεν ἂν ἡ τοῦ Θεοῦ καὶ Πατρὸς διασῶσαι πλήρωσις. Ἀλλ' εἶναί φημι τῆς ἐσχάτης ἀποπληξίας αἰτίαμα καὶ γραφὴν τὸ ἀμω μήτως ἔχειν οἴεσθαί τε καὶ φάναι ταυτί. Οὐκοῦν, διερρίφθω μὲν ὡς ἀπωτάτω τὸ ὧδε ληρεῖν. Διακεισόμεθα δὲ καὶ πιστεύ σομεν μίαν εἶναι τὴν εἰς ἡμᾶς δι' ἀμφοῖν ἐνέργειάν τε καὶ πλήρωσιν. Μία γὰρ ἡ φύσις. Φύσεις γὰρ ἀλλήλαις εἰς διαφορὰν ἱγμέναι τὴν καθ' ἑτερότητα νοουμένην, καὶ εἰς ὀθνειότητα τὴν εἰσάπαν ἐκπεφορημέναι, τὸ ταὐτοειδὲς κατ' ἐνέργειαν καὶ ἀπαραλλάκτως ἴσον οὐκ ἂν ἔχοιεν τὴν ἐπί τισι τῶν ὄντων, ἀλλ' ἔνθαπερ ἂν ὁ τοῦ πῶς εἶναί τισιν ἑτεροφανὴς εἴη λόγος ἕψεταί που πάντως ἐκεῖ καὶ τὸ κατ' ἐνέργειαν οὐχ ὁμοίως ἔχειν. {Β.} Ἀληθές· πλὴν ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο μία τις οὖσα καὶ οὐ διάφορος. {Α.} Καὶ μὴν οὐδ' ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι' ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Ὧδε γάρ πού φησι τοῦ Σωτῆρος ὁ μαθητής·" Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." {Β.} Δι' ἑνὸς οὖν τοῦ ἁγίου Πνεύματος ἡ παρ' ἀμφοῖν ἐνεργεῖται πλήρωσις, οὐ μεμερισμένως; {Α.} Πάνυ μὲν οὖν, ὦ Ἑρμεῖα· τὸ δὲ δὴ χρῆναι φιλο πευστεῖν ἀναπεῖθον καὶ ἀναμανθάνειν ἐπείγεσθαί σε, τὸ ὅπως ἂν γένοιτο δι' ἑνὸς τοῦ Πνεύματος ἡ παρ' ἀμφοῖν ἐνέργεια, τελοῦσα πρὸς πλήρωσιν, ἐκεῖνο, οἶμαι, ἔστιν. {Β.} Οἴει δὲ δὴ τί; {Α.} Διανοῇ γάρ που, κατὰ τὸ εἰκός, ὡς εἴπερ ἀλλήλοιν 469 οὐχ ὁμοίαν λαχόντες φύσιν, ἅτε δὴ τὸ μεῖον οὐσιωδῶς ἔχοντος τοῦ Υἱοῦ, κατά γε τό, οὐκ οἶδ' ὅπως, ἐκείνοις δοκοῦν, ἐνεργήσειάν τι τῶν εἰς ἡμᾶς, οὐκ ἐν ἴσῳ τρόπῳ καὶ ἀπαραλλάκτως ἔχοντι κατὰ πᾶν ὁτιοῦν, ἐκπεπεράνθαι τυχὸν τὰ τῆς ἐνεργείας αὐτοῖς νοηθείη ἄν. Εἶτα πῶς ἂν ἔτι δι' ἑνὸς τοῦ ἁγίου Πνεύματος ἡ παρ' ἀμφοῖν ἐν ἡμῖν ἔσται πλήρωσις, οὐχ ὑπουργικῶς ἐνσημαίνοντος τὰ ἑκατέρου τυχὸν καὶ τὴν διακονικὴν ἐν ἡμῖν ἀποπληροῦντος χρείαν, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει καὶ τὴν ἀμφοῖν εἰσκομίζοντος; {Β.} Προμηθέστατα ἔφης. Τουτὶ γὰρ δή μοι στρέφεται κατὰ νοῦν. {Α.} Τετράφθω δὴ οὖν ἐπ' αὐτὸ δὴ τουτὶ τοῦ λόγου τὸ σπούδασμα· φαίην δ' ἂν ὅτι τό τινος ἑτέροις ἐμποιοῦν δι' ἑαυτοῦ τὴν μέθεξιν τῆς μὲν πρὸς ἐκεῖνο συμφυΐας ἀποφοιτήσειεν ἂν οὐδαμῶς, ἐνεργήσει δὲ οὕτως ὡς εἴπερ ἦν ἴσως κἀκεῖνο τυχόν. Ἀναγκαίῳ γάρ, οἶμαι, πρὸς οὐσιώδη ταὐτότητα συντετάχαται νόμῳ τὰ ὅσαπερ ἂν ἀλλήλοις ταὐτοσθενῆ τὴν ἐνέργειαν διαλαχόντα φαίνοιτο. {Β.} Ἴθι μοι διὰ παραδειγμάτων, ἕπομαι γὰρ οὐ λίαν. {Α.} Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ. Ἥλιος μὲν γὰρ αὐτό τι καθ' ἑαυτὸ νοεῖταί τε καὶ ἔστι καὶ ἀνῳκισμένην μέν τινα διέρπει τρίβον, τοῖς τοῦ πεποιηκότος νεύμασι τὸ τῇδε ἔχειν διαλαχών. Καθιεὶς δὲ τὴν ἀκτῖνα καὶ τῶν ἐπὶ γῆς ἐπαφώμενος, ἐνίησι μὲν τῆς θερμότητος τὴν αἴσθησιν. Εἰ δὲ δὴ τίνα τε καὶ ποδαπὴν τὴν φύσιν διεκληρώσατο πολυ πραγμονεῖν ἐθέλοιμεν, ἀνιδρωτὶ κατορθώσομεν. Ὅτι γὰρ θερμὸς καὶ πυρώδης, ἁπαστισοῦν εὐκόλως τῶν γε ἅπαξ μετεσχηκότων περινοήσειεν ἄν, τὴν ἐξ αὐτοῦ προεκκύπ τουσαν καὶ προχεομένην ἀκτῖνα θερμὴν παραλαβὼν εἰς ἀπόδειξιν. {Β.} Εὖ λέγεις. Συνήσει γὰρ οὖν, ἐπείτοι καὶ ἀταλαίπωρον τὸ χρῆμά ἐστιν. {Α.} Εἶτα πῶς ἐκεῖνο λοιπὸν τοῖς γε νοῦν ἔχουσιν οὐκ ἐμφανές; {Β.} Τὸ τί δὴ φῄς; {Α.} Ὅτι τῆς ἡλίου φύσεως, ἥτις ποτέ ἐστιν, ἑτεροφυὲς οὔ τί που τὸ ἐξ αὐτοῦ προχεόμενον εἰς τὰ τῆς αἰσθήσεως δεκτικά. Πῶς γὰρ ἂν ἑτέρως ἔχοι τὸ ἐνεργεῖν ὡς ἐκεῖνος, μὴ οὐχὶ τὴν ἡλίου φύσιν τῆς ἰδίας ἐκδρομῆς ῥίζαν ὥσπερ τινὰ καὶ μητέρα λαχόν, ἵν' ἐξ ὧν εἶναι πεπίστευται, τῆς τοῦ προέντος οὐσίας ὅλην ἔχον ἐν ἑαυτῷ τὴν ποιότητα διεκφαί νοιτο; {Β.} Οὐχ ἑτέρως ἂν ἔχοι. {Α.} Ἰτέον δὴ οὖν ἐπ' αὐτὴν ἤδη πως τὴν τοῦ ἁγίου Πνεύματος φύσιν, καὶ περιεργότερον βασανίζοντες, ἐκεῖνο διασκεψώμεθα, οὐκ ἐξαγωνίοις τισὶν ἐπιθρῴσκοντες λόγοις,

Intertext edge

Open linked passage

Note