Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 470 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
470.1.1
καιροῦ δὲ διέρπειν ἐφ' ἕτερα πρεπωδέστατα παραθήγοντος, πότερόν ποτε Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντετάξεται καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει καταγραπτέον ἢ μή; {Β.} Ἕνα φασὶν ἀληθινὸν εἶναι Θεόν, τὸν Πατέρα, ἐπαριθ μοῦσι δὲ αὐτῷ τὸ σύμπαν οὐδένα. {Α.} Οὐκοῦν ἐξωσθήσεται κατ' αὐτοὺς τῆς ἀληθοῦς θεότητος σὺν Υἱῷ καὶ τὸ Πνεῦμα, καὶ εἰς τὴν τῶν γεγονότων ἀπο λισθήσει πληθύν, καὶ ὁμοφυὲς μὲν ἔσται κατ' αὐτοὺς τῷ Υἱῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, τῆς δὲ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς πορρωτάτω. Ποῖος οὖν ἔτι Θεὸς ἐν ἡμῖν εἰ καὶ ἐναυλίζοιτο τοῖς βαπτιζομένοις καὶ ἐγκατοι κήσαι τὸ Πνεῦμα, παραδεικνύντων ἐκεῖνοι. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐδὲ αὐτοὶ φαῖεν ἄν, καθάπερ ἐγᾦμαι. Τῆς γὰρ κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν μέθεξιν οὐκ ἄν τις ἕλοι ποτὲ διὰ γενητοῦ τοῦ Πνεύματος, ἐπεὶ μὴ τοῦτο ἐκείνου μέθεξις φυσική. Λείπεται τοίνυν εἰπεῖν ὡς εἴη μὲν μόνος ἐν ἡμῖν ὁ Υἱός, καίτοι κατ' ἐκείνους ὠνομασμένος ἑτεροφυὴς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκβεβηκώς, διά τε τοῦτο τῇ κτίσει συναριθμούμενος. Κτίσις οὖν ἐν ἡμῖν, οὐκ ἔτι Θεός, καὶ διὰ κτιστοῦ τοῦ Πνεύματος καταπλουτεῖ τὸν ἁγιασμὸν ἡ κτίσις, οὐδὲν ἔχουσα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ δὴ μεθέντες τουτί, παρατρέποιντο πρὸς τὸ ἄμεινον καὶ Θεὸν εἶναι λέγοιεν τὸν Υἱόν, φραζόντων ἐκεῖνο, πότερα θεῶν ἐν ἡμῖν ἔσται δυάς, ἐγκατοικισθέντων ἡμῖν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ γοῦν εἷς τε καὶ μόνος; Ἔφη γὰρ ὁ Χριστός·" Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα." {Β.} Δύο μέν, οἶμαι, θεοὺς οὐδ' ἂν αὐτοὺς ἐκείνους ἑλέσθαι νοεῖν· τετράψονται δὲ ἴσως πρός γε τὸ εὐθὺ καὶ ἀμωμήτως ἔχον, Θεὸν ἐν ἡμῖν ἕνα διδόντες, τὸν ἀληθινόν τε καὶ φύσει, προσθεῖεν δ' ἂν ἴσως αὐτοὶ τὸν Πατέρα καὶ μόνον. {Α.} Οὐκοῦν ἀνάγκη καὶ οὐχ ἑκόντας ἤδη πως ἐκεῖνο φάναι τολμᾶν ὡς εἴπερ ἐστὶν εἷς ἐν ἡμῖν καὶ μόνος Θεὸς ὁ Πατήρ, συνεισβαλεῖ μὲν οὐκέτι χρησίμως, μᾶλλον δὲ ἤδη καὶ περιττῶς ὁ Υἱός, καίτοι τὸ εἶναι Θεὸς ἀληθινὸς οὐκ ἔχων, ὄχλος δὲ ὥσπερ εἰκαῖος ἐν ἡμῖν ἔσται τυχὸν ἡ παρ' αὐτοῦ πλήρωσις. Εἴη δ' ἂν καὶ ἑτέρως οὐκ ἐν κόσμῳ τῷ καθήκοντι τετελεσμένα τὰ τῆς εὐκαίρου συνεισδρομῆς. Ναοὶ γὰρ εἴπερ ἐσμὲν τοῦ Θεοῦ, καὶ οὔ τί που θεῶν, ἐξιτητέον 471 τῆς ἁπάντων καρδίας ἐπιφωνείτω τίς ἤδη τῷ Υἱῷ, μᾶλλον δὲ τί γὰρ ὅλως καὶ συνειβάλλειν ἐπαγγέλλεται τὴν ἀρχήν, εἴπερ οὐδεὶς ἔσται συνεισβαλών, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἀποχρώντως εὖ μάλα τὸν ἐν ᾧπερ ἂν γένοιτο πληροῦντος ναόν; Οὐκοῦν– ἀνακυκλήσω γὰρ αὖθις τὸν ἐπὶ τῷδε λόγον–, οὔτε Θεὸς ἐν ἡμῖν διὰ τοῦ Πνεύματος· ἐνεργήσει γὰρ οὐδαμῶς τῆς θείας φύσεως ἐν ἡμῖν τὴν μέθεξιν, τὸ μὴ ἐξ αὐτῆς κατ' ἐκείνους· περιττὸς δέ, ὡς ἔοικε, τῷ ἰδίῳ Πατρὶ συνειστρέχων ὁ Υἱός, καὶ οὐδὲν ἔτι τὸ ἀπεῖργον εἰπεῖν ἁμαρτοεπῆ τε καὶ εἰκαιόμυθον τὸν μακάριον Παῦλον, γεγραφότα σαφῶς ὅτι Χριστὸς ἐν ἡμῖν ὡς Θεὸς διὰ τοῦ Πνεύματος, καλοῦντος δι' ἑαυτοῦ πρὸς μέθεξιν τῆς κατὰ φύσιν τε καὶ ἀληθοῦς θεότητος. {Β.} Λῆρός που ταυτὶ καὶ δυσσεβείας εἰς ἄκρον ἥκοντες λόγοι. {Α.} Διακεισόμεθα τοίνυν, μία μὲν ὅτι θεότητος φύσις, ᾗ καὶ τὸ εἶναι κατὰ ἀλήθειαν τοῦθ' ὅπερ ἐστὶ καὶ λέγεται πάντη τε καὶ πάντως ἕποιτο ἄν, ἔκφυλός γε μὴν οὐκ ἔτι κατ' ἐκείνους ὁ Υἱὸς τῷ Πατρί, ἀλλ' ὡς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς ὑπάρχων ἀληθινός, συντετάξεται τῷ γεγεννη κότι πρὸς ταὐτότητα φυσικήν. Ὧδε γὰρ ἐν ἡμῖν δύο μὲν οὐκ ἔτι θεοὶ νοηθεῖεν ἄν, εἷς δὲ καὶ μόνος ἐν ἁγίᾳ Τριάδι προσκυνούμενος. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν ἢ ὡς οὐκ ἂν εὖ ἔχοι πειρᾶσθαι λέγειν; {Β.} Οὐδαμῶς. {Α.} Ἄθρει δὴ οὖν, εἰ δοκεῖ, καὶ αὐτόν, ὦ φιλότης, Μωσέα τὸν ἱερώτατον τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ τοῦ Θεοῦ φύσει τὸν ἐοικότα προσώπῳ τῷ μὴ ἁπλῷ προσάπτοντα λόγον. Ἔνεστι γὰρ δὴ κἀντεῦθεν ἀμογητὶ διασκοπουμένοις ἰδεῖν τὸ ἐν μιᾷ τῇ θεότητι τριπλοῦν καθ' ὑπόστασιν. {Β.} Καὶ μὴν ὅτι ποτέ ἐστιν ὃ φῂς ἐθέλοιμ' ἂν ἐπαΐειν ἔτι. Φράζε δὴ οὖν μοι σαφέστερον. {Α.} Ἦ γὰρ οὐχὶ τὸ πρῶτον ἡμῖν τῆς ἑαυτοῦ συγγραφῆς συντιθεὶς βιβλίον, γενεσιουργὸν μὲν καὶ τεχνίτην τῶν ὅλων ἀναγράφει τὸν Θεόν; Ἔφη δὲ εἰπεῖν ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν τῶν ἄλλων ἁπάντων ἀποσχεδιάσαντα γένεσιν·" Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Καί τι διὰ μέσου προσρίψας βραχύ·" Καὶ ἐποίησεν, ἔφη, τὸν ἄνθρωπον ὁ Θεός, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν." {Β.} Μανθάνω. {Α.} Πύργον δὲ ἀναδείμασθαι τὸν οὐρανομήκη προτε θυμημένων τινῶν ἐξ ἀποπληξίας ποτέ," Δεῦτε," φησὶν ὁ τῶν ὅλων Θεός," καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ 472 τὰς γλώσσας." Τίς δὴ οὖν ὁ λέγων καὶ τίσιν ἄρα τὸ" Δεῦτε, καὶ καταβάντες συγχέωμεν;" Οὐ γὰρ δὴ φαῖεν ἄν, οἶμαί που, τινὲς τῆς τῶν ἁγίων ἀγγέλων δεδεῆσθαι χειρός, ἢ γοῦν ὅλως τῆς παρά του τῶν ὄντων συμπνοίας καὶ συνδρομῆς εἰς τὸ κατισχῦσαι τὸν Θεὸν διαπερᾶναι τὸ δοκοῦν. Παναλκὲς γάρ που τὸ Θεῖόν ἐστι πρὸς πᾶν ὁτιοῦν, καὶ καταπλουτοῦν ἐν ἑαυτῷ τὸ ὅπερ ἂν βούλοιτο κατορθοῦν εὐκόλως, καὶ αὐτὸ τῶν ὄντων ἐστὶν ἡ πᾶσα δύναμις. Ὥσπερ γὰρ εἶναί φαμεν σοφίαν αὐτὸ καὶ ζωήν, καὶ οὐκ ἄν τι δύναιτο διαζῆν ἢ γοῦν τῶν σοφίας μετασχεῖν ἀγαθῶν μὴ οὐχὶ παρ' αὐτοῦ καθάπερ ἀπὸ πηγῆς ἀναβρύουσαν ἔχον τὴν χορηγίαν, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, οὐκ ἂν ἕλοι τι τῶν ὄντων ἰσχὺν οὐδ' ἂν εἰς τὸ δύνασθαί τι κατορθοῦν προήκοι ποτὲ μὴ οὐχὶ παρὰ τῆς τῶν ὅλων ἰσχύος εἰς τοῦτο ἠγμένον. Ἐξέσται δὴ οὖν ἀδιαβλήτως εἰπεῖν ὡς οὐκ ἂν ἀγγέλοις ἢ γοῦν ἑτέραις τισὶ δυνάμεσι λογικαῖς τὸ" Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας" ἔφη Θεός, ἀλλ' οἱονεί πως ὡς ἐν ἁπλῇ κινήσει φύσεως μιᾶς ἑαυτὴν εἰς ἐνέργειαν τὴν ἐπί τισι διεδόνησέ πως ἡ ἁγία Τριάς, ἐπεί τοι καὶ μόνης δημιουργικῆς ἐξουσίας ἔργον ἦν καὶ γλώττης εὔρυθμον κίνημα μεταπλάσαι πρὸς τὸ δοκοῦν καὶ λόγου φύσιν τοῦ καθ' ἡμᾶς τε καὶ ἐν ἡμῖν ἐξ ἁπλῆς τῆς τότε φωνῆς εἰς πολυειδῆ καὶ πολυηχεστέραν ἁπλῶσαι διεκδρομήν, ὥστε καὶ ἀήθη τινὰ καὶ οὐ πάλαι διεγνωσμένην οἶμον ἐλθεῖν τὸν ἑκάστου τῶν διεστραμμένων παρασκευάσαι νοῦν. Ἵνα τοίνυν ἔχοιμεν ἐννοεῖν ὡς ἥκιστα μὲν ἀγγέλων, αὐτουργίας δὲ μᾶλλον κατόρθωμα θεϊκῆς τὸ δρώμενον ἦν, τὸ" Δεῦτέ" φησιν αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριάς. {Β.} Ὀρθῶς ἔχει. {Α.} Πῶς δ' ἂν καὶ ὅλως τὴν ἀνθρώπου φύσιν διαμεμορ φῶσθαι πρὸς Θεὸν οἰηθεῖεν ἄν; Τὴν τίνος ἐροῦσιν ἐνσεση μάνθαι τοῖς ἐπὶ γῆς εἰκόνα; {Β.} Τί γὰρ εἰ λέγοιεν τὴν τοῦ Θεοῦ καὶ Πατρός; {Α.} Ἀλλ' εἰ δὴ μόνον φαῖεν τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐσχάτην ἀθλιότητα κατοιχήσονται λογισμῶν. {Β.} Τίνα τρόπον; {Α.} Πρῶτον μὲν ὅτι τὸ" Ποιήσωμεν" καὶ μὴν καὶ τὸ" κατ' εἰκόνα τὴν ἡμετέραν" οὐχ ἑνὶ προσώπῳ, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο. Πρὸς δέ γε τούτῳ, φαμὲν ἐκεῖνο διενθυμούμενοι. Τὸ ἀναμορφούμενον, διαμαρ τούσης αὐτῷ τῆς πρώτης ἰδέας καὶ λελωβημένης εἰς τὸ ἀκαλλές, ἆρ' οὐκ εἰς ἐκεῖνο καθηκόντως ὑπονοστήσειεν ἂν 473 πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς, καὶ τὸ ἐκ τοῦ πεπηρῶσθαι βλάβος ἀποπεμψάμενον, ἐπὶ τὴν ἀλώβητον τῆς φύσεως ὄψιν ἀνα θρώσκει πάλιν; {Β.} Πῶς δὴ φῄς; {Α.} Πεύσῃ τοι καὶ μάλα σαφῶς· φράσω γὰρ ὡς ἔνι. Εἴ τις τῶν ἄριστα καὶ τελείως ἐξησκηκότων ἐπιστήμην, φέρε εἰπεῖν τὴν χαλκουργικήν, ἀνδριάντα διατεχνήσαιτο, μορφὴν ἐγχαράξας τὴν ἰδίαν αὐτῷ, ὁ δὲ τῆς ἕδρας ὑπό του τῶν διεφθονηκότων ἐκμεμοχλευμένος, πεσών τε κατα δουπήσειε, καταπηρωθείη τε οὕτω καὶ μεταθεῖτο πρὸς τὸ ἀκαλλές· εἶτα τὸ χρῆμα οὐ φορητὸν εἰ ποιοῖτο τυχὸν ὁ τοῦδε τεχνίτης, βούλοιτό τε τὸν τοῦ κατασιναμένου κατατῆξαι φθόνον, ἀγριωτέρᾳ φλογί, καὶ δὴ μεταπλάττοι πρὸς εἶδος αὖθις τὸ ἐν ἀρχαῖς τὸ τέχνημα, τὰ ἐκ τοῦ πεπη ρῶσθαι βλάβη περιελών· ἆρα ἄν σοι δόξαι φρονεῖν ὀρθῶς εἰ, τὸ οἰκεῖον εἶδος ἀφείς, ἀτεχνῶς αὐτὸ πρὸς τὴν ἑτέρου του μεταστοιχειώσαι μορφήν; {Β.} Οὐ πάνυ. {Α.} Ἐντιθείς γε μὴν τὸ εἶδος αὐτῷ τὸ ἐν ἀρχαῖς, ἀνεμόρ φωσέ τε κατὰ ἀλήθειαν καὶ τὴν ἰδίαν αὐτῷ πάλιν ἐνεχάραξεν εἰκόνα; {Β.} Καὶ μάλα. {Α.} Ὧδε τοιγαροῦν ἔχοντος ἡμῖν τοῦ τοιοῦδε λόγου, τί δὴ ἄρα πεπραχέναι δώσομεν τὸν Πατέρα καὶ Θεὸν ἐς γεγονότα τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοί τε καὶ μόνου– τοῦτο γάρ που φῂς ἐννενοηκέναι τοῦ δι' ἐναντίας– ἐπείπερ ἠθέλησεν ἀναμορφοῦν διωλισθηκότα καὶ λελωβημένον, οὐχὶ δὴ μᾶλλον εἰς εἶδος αὐτὸν κεκαι νούργηκε τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς ὁμοίωσιν τὴν πρὸς ἑαυτόν, ἐνετίθει δὲ μᾶλλον αὐτῷ μορφήν τε καὶ εἶδος ἕτερον, εἴπερ οὖν ἕτερος παρ' αὐτὸν φυσικῶς ὁ Υἱός, πρὸς ὃν μεμορφώμεθα; Γράφει γὰρ ὧδέ τισιν ὁ σοφώτατος Παῦλος·" Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ πάλιν·" Οὓς γὰρ προέγνω, καὶ προώρισε, (δῆλον δὲ δή που πάλιν ὅτι ὁ Θεός) συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." Ἀναμορφοῖ γὰρ ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς ἰδίαν εἰκόνα Χριστὸς καὶ τῆς ἑαυτοῦ φύσεως ταῖς τῶν εὐσεβούντων ψυχαῖς νοητῶς τε καὶ ἀπορρήτως τὸ κάλλος ἐνσημαίνεται. Μεμορφώμεθα δὴ οὖν, οἶμαί που, πρὸς Θεὸν μὲν οὐκέτι τὸν ἀληθινόν, εἶδος δὲ ἡμῖν ἐμπρέπει τὸ κτίσματος. Τόδε δὴ καὶ πάλαι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὑμνούμενον·" Ἀνακαι νισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου," οἴχοιτο ἂν ἤδη πρὸς τὸ μηδέν, εἰκαῖον ὡς ἔοικεν ἀναδεδειγμένον. Ἀνακαινισμὸς γὰρ οὔ τί που, κατὰ τὰς Γραφάς, καινουργία δὲ μᾶλλον 474 τὰ καθ' ἡμᾶς, ἀναφοίτησιν μὲν οὐδαμῶς τὴν εἰς τὸ ἄνω 474 λαχόντα καὶ ἀναδρομὴν οὐκ ἔχοντα τὴν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, ἐκβεβιασμένα δέ πως ἐπὶ τὸ μεῖον ἢ πρὶν καὶ πολὺ νοσοῦντα τὸ ἀκαλλές. Εἴη δ' ἂν ἔτι καὶ ἀσυγκρίτως ὑπερκει μένη τὸν διὰ Χριστὸν καινισμὸν ἡ πρεσβυτέρα ποίησις, εἴπερ ἡμῖν ἐνετίθει μὲν ἐκείνη τὸ ἐν μορφῇ διαπρέπειν τῇ τοῦ μόνου τε καὶ ἀληθῶς Θεοῦ, ἡ δὲ πρὸς εἶδος ἡμᾶς ἀναζωγραφεῖ τὸ μὴ οὕτως ἔχον, μεταστοιχειοῦσα πρὸς τὸν Υἱόν. Τί δὴ οὖν ἄρα διὰ Χριστοῦ πεπλουτήκαμεν, καὶ αὐτήν, ὡς ἔοικεν, ἐκλελῃστευμένοι τὴν πρὸς Θεὸν ὁμοίωσιν καὶ εἰσάπαν ἤδη τὸ περιφανὲς τῆς φύσεως ἀποδυ σάμενοι καύχημα, εἴπερ ἐστὶν ἡμῖν ἡ πᾶσα μακαριότης ἔν γε τῷ καθ' ὁμοίωσιν γενέσθαι Θεοῦ; Ἀλλ' ὕθλος, οἶμαι, καὶ γέλως ἤδη ταυτί, καὶ γραώδη μυθάρια. Ἀναστοι χειούμεθα γὰρ εἰς εἰκόνα τὴν πρώτην, ἀκριβεῖ σημάντρῳ κατασφραγιζόμενοι τῷ Υἱῷ πρὸς τὸ τῇδε ἔχειν, ὅς ἐστι καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Πατρὸς καὶ οὐχ ἕτερος παρ' αὐτόν, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν. {Β.} Ἀκριβέστατα ἔφης. {Α.} Θέα γὰρ δὴ πρὸς ὅσην αὐτοῖς ἀτοπίαν ἐξολισθήσειεν ἂν ὁ λόγος, ἐπιτιμᾶν ἐγνωκόσι τοῖς τῇδε δοξάζουσι καὶ φρονεῖν ἑλομένοις. Θεὸς γὰρ εἴπερ ἐστὶ μόνος τε καὶ ἀληθινὸς ὁ Πατήρ– ὧδέ τε ἔχειν ἐξ ἀποπληξίας ἐροῦσιν–, ἐξωσθείη ἄν, οἶμαί που, καθάπερ ἐξ ἀναγκαίου λόγου τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸς ὁ Υἱός. {Β.} Ἀνάγκη. {Α.} Ἀλλ' ἔσται που πάντως ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἐπεί τοι τὸ πάντων ἐπέκεινα Θεὸς ὁ φύσει καὶ ἀληθῶς. {Β.} Ἔσται γὰρ οὖν· ἀποφέρει γάρ πως εἰς τοῦτο λοιπὸν ὁ λόγος. {Α.} Ἄθρει δὴ οὖν ὅτι κινδυνεύομεν, ὦ Ἑρμεία, κατά γε τὸ ἐκείνοις ἀσυνέτως δοκοῦν, καίτοι μειονεκτούμενον τὸν Υἱόν, ἀμείνω πως ἤδη καὶ προὔχοντα καὶ αὐτοῦ κατα λογίζεσθαι τοῦ Θεοῦ καὶ Πατρός, εἰ ταῖς τῶν ἁγίων φωναῖς ἀμελλητὶ καταπείθεσθαι διαλογιζόμεθα δεῖν. {Β.} Καὶ μὴν τὸ χρῆμά ἐστιν οὐκ ἀμφίλογον. {Α.} Πεύσῃ δὴ οὖν ἀνακεκραγότος ὡδὶ τοῦ θεσπεσίου Παύλου ὡς γένοιτο μὲν" κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν." {Β.} Ἔφη γὰρ οὖν, ἀλλὰ τί ἂν βούλοιτο τουτί; 475 {Α.} Οὐ γὰρ ὅτι Θεὸς καὶ Κύριος εἷς διακεχρησμῴδηκε τοῖς ἀρχαιοτέροις ὁ νόμος; {Β.} Ναί. {Α.} Τοῦτον δὲ εἶναί φασι τὸν Πατέρα που τάχα. {Β.} Φασίν. {Α.} Ὁ δὲ δὴ τῶν ἀπορρήτων Χριστοῦ ταμίαν ἑαυτὸν ἡμῖν ἀναδεδεῖχθαι λέγων, ὁ τῆς οἰκουμένης μυσταγωγός, τί ἄρα μαθὼν ἢ διενθυμούμενος τῆς πρεσβυτέρας καὶ νομικῆς παιδεύσεως ἀσυγκρίτως ἐν ἀμείνοσι τὴν Χριστοῦ γνῶσιν ἐτίθει, καὶ ὑπερέχουσαν ὀνομάζει, καὶ σκύβαλα μὲν ἡγεῖται τὰ ἐν νόμῳ, κατατέθηπε δὲ καὶ ὑπερηγάσθη λίαν τὸ εὐαγ γελικὸν καὶ σωτήριον κήρυγμα; Ἢ οὐκ ἀναγκαῖον ἡμᾶς ὑπολογίζεσθαι καὶ φρονεῖν ὡς ὧνπερ ἂν εἴη μείζων ἡ γνῶσις, τούτοις ἕποιτο ἂν εὐθὺς καὶ τὸ ὑπερκεῖσθαι πρέπειν τῶν συγκρινομένων; {Β.} Οἶμαί γε. {Α.} Εἶτα ὅπως εἰς τοῦτο καθίκοιτο ἂν ἡμῖν ἠλιθιότητός τε καὶ ἀμαθίας ὁ νοῦς ὡς ἀμείνω λέγειν ἢ γοῦν οἴεσθαί ποτε τοῦ Πατρὸς τὸν Υἱόν, τὸν οἱονεὶ ῥίζαν ἔχοντα καὶ πηγὴν τὸν γεννήτορα; Συνυβριοῦμεν γὰρ πάντως τῷ φυτῷ τὸν καρπὸν καὶ ὁμοῦ τῇ ῥίζῃ τὸ βλάστημα, τῇ πηγῇ τὸ ἐξ αὐτῆς προχεόμενον νᾶμα καὶ οὐκ ἀλλότριον αὐτῆς, τῷ φωτὶ τὸ ἐξ αὐτοῦ διαλάμπον καὶ ἀπαστράπτον ἀπαύγασμα. {Β.} Συνυβριοῦμεν· πῶς γὰρ οὔ; {Α.} Ἀναγκαίως οὖν ἄρα παραληψόμεθα τὸν εἰς ἑνότητα φυσικὴν συνεισδέοντα λόγον τῷ Πατρὶ τὸν Υἱὸν καὶ ἐν τῇ κατὰ φύσιν καὶ ἀληθινῇ θεότητι συνεισφέροντα; {Β.} Ἀναγκαῖον μὲν οὖν· ἔχει γὰρ ὧδε ταυτί. Πλὴν ἐκεῖνο λέγε τὸ ὅπως ἂν προὔχοι τε καὶ ὑπερκείσεται τῆς ἀρχαίας καὶ νομικῆς παιδεύσεως ἡ γνῶσις Χριστοῦ, καίτοι συμπαραληφθέντος εἰς ταὐτότητα φυσικὴν τῷ Πατρὶ καὶ Θεῷ τῷ ἀληθινῷ συγκεκηρυγμένου διὰ τῶν ἀρχαίων Γραμμάτων; {Α.} Ἀμείνων ἔσται παρὰ πολὺ καὶ ὑπεραλεῖται τὴν πρώτην. Φανερωτέραν γὰρ ἔχει τὴν ἀνάρρησιν καὶ εἰς γνῶσιν εὐρύνεται τὴν ἀσυνήθη τῷ νόμῳ. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωσῆς ἐλιπάρει μέν, καὶ μάλα συχνῶς, ἀκριβῆ τε καὶ ἀκατάσκιον τὴν περὶ τοῦ Ὄντος γνῶσιν ἑλεῖν, καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν·" Ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε." Προσετάττετό γε μὴν ὀρύττειν ἐν πέτρᾳ καὶ διὰ στενοτάτης ὀπῆς, εἰ βούλοιτο, καταθρεῖν, αἰνιγματωδῶς ἡμῖν ὑποσημαί νοντος, οἶμαί που, κἀν τούτῳ Θεοῦ ὅτι βραχεῖαν ὁ νόμος τὴν περὶ Θεοῦ γνῶσιν ἐναστράπτει τοῖς παιδευομένοις καὶ μονονουχὶ δι' ὀπῆς τὸν ἐπὶ τῷδε μόλις ἐνίησι φωτισμόν. 476 Ὅτι γὰρ μόνον εἷς ἐστι Θεὸς πιστεύειν ἤθελε τῶν ἐν ὑπολήψει θεότητος ἀφιστὰς τοὺς πεπλανημένους· τὸ δὲ ὅπως ἐν τοῖς καθ' ἑαυτὴν ἡ θεία τε καὶ ἄρρητος ἔχει φύσις οὐ παρέδειξε σαφῶς, καθάπερ ἀμέλει τὸ σωτήριον κήρυγμα, φημὶ δὴ τὸ διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἐγνώκαμεν τὸν Υἱόν, πιστεύομεν ὅτι πέφηνέ τε καὶ ἀνέφυ καθάπερ ἐκ ῥίζης τοῦ Πατρός, καὶ ἡ τοῦ γεννήματος δόξα τὴν τοῦ γεννήτορος φύσιν καθάπερ ἐν πίνακι καταγράφουσα τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐφικνεῖσθαι παρεσκεύασε τῆς διανοίας τὸν ὀφθαλμόν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν·" Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις·" πρὸς δέ γε τοὺς Ἰουδαίους·" Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε." Τὸ δὲ εἰδέναι μέν τι τῶν ὄντων ὅτι ἔστι, μὴ μὴν ἔτι καὶ ὅπως ἔχει, μεῖον, οἶμαί που, παρὰ πολὺ πᾶς τισοῦν εἶναι φήσειεν ἂν τοῦ εἰδέναι δεῖν μετὰ τοῦ ὅτι ἔστι καὶ ὅπως ἔστιν. Οἴχεται δὴ οὖν κατόπιν ἡμῖν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ διὰ νόμου παίδευσις, εἷς μὲν ὅτι δὴ μόνον ἐστὶ Θεὸς τοῖς ἀρχαιοτέροις διακηρύττουσα, ἀνευρύνουσα δὲ οὐδαμῶς τὴν τῆς θεότητος φύσιν εἰς τὸ τριπλοῦν καθ' ὑπόστασιν καὶ αὖ συλλέγουσα πρὸς ἑνότητα φυσικήν. Ταυτὶ γὰρ ἡμᾶς τὸ νέον ἐδίδαξε Γράμμα. Ἑνώσεως τοίνυν καὶ ταὐτότητος φυσικῆς οὐκ εἰσδεδεγμένης ἐπί τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Υἱοῦ– εἶμι γὰρ δὴ κατευθὺ τῶν ἐν ἀρχαῖς προκειμένων–, σύγχυσις ἔσται καὶ δια στροφή, καὶ τῶν ἱερῶν Γραμμάτων ἡ πίστις οὐδαμόθεν ἔτι, καθάπερ ἐγᾦμαι, τὸ βέβαιον ἕξει καὶ ἐρηρεισμένον. {Β.} Πῶς ἢ τίνα τρόπον; {Α.} Ἕνα γὰρ εἶναι Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς τῆς θείας ἡμῖν ἀναβοώσης Γραφῆς, τῆς ἐπὶ τούτῳ τιμῆς τε καὶ δόξης τὸν Υἱὸν ἐκπέμψομεν, εἰ μὴ τὸ τῆς οὐσίας ταὐτὸν καὶ ἀπαραλλάκτως ἔχον συνεισφρήσαι τρόπον τινὰ τῷ Θεῷ καὶ Πατρί. Ἢ οὐ διεπύθου τῶν ἁγίων ἡμῖν ἀνακεκραγότων περὶ Θεοῦ, πῇ μέν, ὅτι" Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς," πῇ δὲ αὖ," Ὁ μόνος ἔχων ἀθανασίαν;" Τίνα δὴ οὖν ὑποτοπητέον μόνον εἶναι νομοθέτην καὶ κριτὴν καὶ μόνον ἔχοντα τὴν ἀθανασίαν; {Β.} Τὸν Πατέρα που πάντως· οἶμαι γὰρ αὐτοὺς οὐχ ἕτερόν τι παρὰ τοῦτο ἐρεῖν. {Α.} Ἐροῦσι γὰρ οὖν καὶ αὐτὸς οἶδ' ὅτι· ἥκει γὰρ δὴ πρὸς τοῦτο αὐτοῖς δυσβουλίας ὁ σκοπός. Οἰησόμεθα δὴ οὖν ἥκιστα μὲν εἶναι νομοθέτην καὶ κριτὴν τὸν Υἱόν, τητᾶσθαι 477 δὲ καὶ ἀθανασίας καὶ θύραθεν εἰσπεπορισμένην ἔχειν ἐν 477 ἑαυτῷ τὴν ζωήν; Καὶ τί τὸ ἐντεῦθεν; Ὑπὸ νόμον ἤδη πως καὶ κρίσιν ἔσται καὶ οὐχ ἑκὼν καὶ τοῖς ἀποθνήσκουσι συντετάξεται κατά γε τὸ τῆς ἰδίας φύσεως μέτρον. Εἶτα πῶς οὐκ ἀπάτη καὶ φενακισμὸς καὶ ἐν τοῖς ἔτι τούτων αἰσχίοσι τὸ θεῖον ἡμῖν ἔσται κήρυγμα, φημὶ δὴ τὸ εὐαγγε λικόν, τοῖς τοῦ Υἱοῦ λόγοις ἐπιψηφίζεσθαι δεῖν ἀναπεῖθον ἡμᾶς τὴν ἀλήθειαν; Ἔφη γὰρ ὅτι" Ἐγώ εἰμι ἡ ζωή," καίτοι κατ' ἐκείνους ἀθανασίαν οὐκ ἔχων, εἴπερ ἐστὶ μόνος ἀθάνατος ὁ Πατήρ. Καὶ μὴν ὡς ἔσται κριτὴς καὶ πέφηνε νομοθέτης, οὐδενός, οἶμαί που, δεηθείης ἂν εἴς γε τὸ συνιέναι πόνου. Ἦ γὰρ οὐκ ἐπύθου λέγοντος πῇ μὲν ὅτι" Ἐρρέθη· Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμεῖσθαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ," πῇ δὲ αὖ," Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;" {Β.} Ἐπυθόμην. Φράζε δὲ ὅμως ἐκεῖνο, βούλει ταῖς εἰς ἀντιλογίαν ἐνστάσεσι τὸν λόγον διαγυμνάζωμεν, ἢ καταθεῖν ὥσπερ ἐρήμην ἐῶμεν τῶν δι' ἐναντίας παραποδίσματος δίχα; {Α.} Καὶ μὴν ἴθι τοι πρός γε τοῦτο γεννικῶς. Καταθήξαι γὰρ ἂν τὸ χρῆμα τὸν νοῦν, εἰς τὸ θερμότερον μὲν ἢ πάλαι τοῖς ἀντεξάγουσιν ἀντιφέρεσθαι, νεανικώτερον δὲ τοὺς τῶν ἀνθεστάναι δοκούντων ἀποκρούεσθαι λογισμούς. {Β.} Οὐκοῦν ἀναμέρος ἕκαστά τε καὶ σαφῶς ἤδη λέγωμεν. {Α.} Φράζε τὸ δοκοῦν. Καταλογιοῦμαι γὰρ ἥκιστα μὲν εἶναι σήν, δόξαν δὲ μᾶλλον αὐτὸ τῶν δι' ἐναντίας. {Β.} Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ Θεὸς καὶ Πατήρ. Πρέποι γὰρ ἂν καὶ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει τὸ θεσμοθετεῖν καὶ τὸ κρίνειν. Ἀφῖκταί γε μὴν καὶ ὁ Υἱὸς εἰς τοῦτο δόξης, κατανεύσαντος αὐτῷ τὸ ἑλεῖν τοῦ Θεοῦ καὶ Πατρός. {Α.} Καὶ τίνι τῶν εὖ φρονούντων ἀσυμφανὲς ὡς εἰκαίους ἡμῖν, ὦ φιλότης, ἐπαντλήσεις λόγους, ψυχρὰν δὲ καὶ ἄχρηστον ἐννοιῶν ἐπισωρεύσεις πληθύν, εἰ μὴ συνηχούσας οἷς ἔφης τὰς τῶν ἁγίων ἡμῖν ἐπιδείξαις συγγραφάς; Ἑψόμεθα γὰρ οὐχὶ τοῖς ἐθέλουσί τε καὶ εἰωθόσι τὰ ἀπὸ μόνης τῆς σφῶν αὐτῶν ἐρεύγεσθαι διανοίας, ἀλλὰ τοῖς λαλοῦσιν" ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. {Β.} Εὖ λέγεις. Οὐκοῦν ὁ μὲν θεῖος, φησίν, ὕμνησέ που Δαβὶδ (ἐποιεῖτο δὲ τοὺς λόγους ὡς πρὸς τὸν Πατέρα Θεὸν περὶ τῆς κλήσεως τῶν ἐθνῶν)·" Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν."

Intertext edge

Open linked passage

Note