De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
478.1.1
Ἐκπεπεράνθαι δὲ τοῦτο καὶ μάλα σαφῶς ἐφ' ἑαυτῷ καὶ αὐτὸς ἡμῖν ἀφικνεῖται λέγων ὁ Υἱός·" Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." Ὁ δὲ τῆς ἑτέρου θελήσεως δῶρον ἔχων τὸ βασιλεύειν καὶ νομοθετεῖν, πῶς ἂν οὐκ εἰσποίητον ἔχοι καὶ φυσικὴν μὲν οὐδαμῶς, εἰσκεκριμένην δὲ μᾶλλον τὴν ἐπ' ἀμφοῖν ἐξουσίαν; {Α.}" Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν," ἐπιφω νείτω τις καὶ μάλα εἰκότως τοῖς διεστραμμένοις. Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁ Υἱὸς τῷ Πατρί, κένωσιν μὲν ὑπέστη τὴν ἐθελούσιον, καθεὶς ἑαυτὸν εἰς εἶδος τὸ καθ' ἡμᾶς, γέγονε δὲ ἄνθρωπος, ᾧ τὸ βασιλεύειν καὶ νομοθετεῖν οὐχ ἑτέρως ἢ δοτόν. Ἐπειδὴ δὲ συνεπτώχευσέ τε ἡμῖν καὶ δουλοπρεπὲς ὑπέδυ μέτρον οἰκονομικῶς, εἰσποιη τὸν ἔχειν ὁμολογεῖ τὸ φύσει προσόν, καὶ τοῖς τῆς κενώσεως ἔργοις τε καὶ λόγοις εὖ μάλα συμπλάττεται, καὶ οὐδὲν ἄν, οἶμαι, τὸ βλάβος ἔκ γε τουτουῒ τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰ τὸν τοῖς λόγοις πρέποντα περιαθροῖεν καιρόν. Πότε γὰρ νενομοθέτηκε μὲν τοῖς ἔθνεσιν ὁ Χριστός, πότε δὲ ἀφῖκται διαγγέλλων ἐν Σιὼν τὸ πρόσταγμα Κυρίου; Ἢ ὅτε γέγονεν ἄνθρωπος; Καίτοι καὶ μάλα σαφῶς κατίδοι τις ἂν ἐν μωσαϊκοῖς συγγράμμασιν ὡς οὐ καθ' ἕτερόν τινα χρόνον ἐστάλη διαγγελῶν τὸ πρόσταγμα Κυρίου τοῖς ἐξ Ἰσραὴλ ὁ Υἱὸς ἢ ὅτε τὴν καθ' ἡμᾶς εἰσέδυ πτωχείαν, καὶ ὁ προφητῶν δεσπότης προφήτης ὠνόμασται, καὶ τοῖς ἐκ τῆς γῆς ἐναρίθμιος ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς ἀπεφάνθη Λόγος. Ἔφη γάρ που Θεός, Μωσέα τὸν ἱερώτατον ἐπ' αὐτῷ δὴ τούτῳ πληροφορῶν·" Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ. Καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ." Ἆρ' οὖν, ὦ φιλότης, οὔπω τὴν πρὸς σάρκα σύνοδον ἔχων ὁ Λόγος καὶ ὑπὲρ νοῦν τε καὶ ἀπορρήτως τῇ ἀνθρωπείᾳ φύσει συνηνωμένος, ἀδελφὸς ἂν νοοῖτο τῶν ἐξ Ἰσραὴλ καὶ ἐξ αὐτῶν ἀνέφυ τῶν γηγενῶν; Ἢ γοῦν ἐκεῖνό που φῂς ἄμεινόν τε καὶ ἀληθές, ὅτι κεχρημάτικεν ἀδελφὸς καὶ ἐν τάξει γέγονε τῇ Μωσέως, παιδαγωγὸς δηλονότι, καὶ εἰς τὸ χρῆναι νομοθετεῖν ἠγμένος καὶ ὑπουρ γικὴν ὥσπερ τινὰ τὴν διακονίαν ἀποπληρῶν, ὅτε τῆς ἐμφύτου δόξης τὸ ὑπερφερὲς εὖ μάλα παρωθούμενος, ὡς ἐν καιρῷ τε καὶ χρείᾳ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν; {Β.} Καὶ μὴν ὡς ἄριστα ἔφης, ἴσθι τοι νοοῦντα κἀμέ. 479 {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο τὸ ἑκάστῳ πρέπον καιρῷ διανέμειν ὀρθῶς, οὐκ ἄν, οἶμαι, διολισθήσειαν εἰς ἐξεστηκότα νοῦν καὶ καρδίαν διεστραμμένην· περιέσται δὲ σφίσιν ἤδη πως καὶ τὸ νοεῖν ὀρθῶς δύνασθαι τῆς ἀληθείας τὸν λόγον. Προσθεὶς δ' ἂν οἷς ἔφην εἴποιμ' ἂν ἔτι καὶ τόδε ὡς εἴ γέ τῳ σμικρὸν εἶναί τε δοκεῖ καὶ λελόγισται παρ' οὐδὲν τὸ ἑκάστῳ χρῆναι τῶν γεγραμμένων παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὸν αὐτῷ πρέποντά τε καὶ οἰκειότατον ἐφαρμόσαι καιρόν, τί τὸ ἐμποδών, κἂν εἰ νοοῖτο τυχὸν οὔπω καθ' ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τεθνάναι λέγειν αὐτόν, σταυρὸν ὑπομείναντα, καὶ τὰ ἐν αὐτῷ, καὶ πρὸ συνδρομῆς καὶ συνόδου τῆς εἰς τήνδε τὴν ἀπὸ γῆς σάρκα ἐμπαροινῆσαι μὲν ἀνοσίως τοὺς Ἰουδαίους αὐτῷ, δρᾶσαι δὲ καὶ εἰπεῖν ἃ τάχα που μόναις ταῖς ἐκείνων ἀπονοίαις πρέπει· ἐπεί τοι καὶ ὡς ἤδη πεπονθὼς ἔφη που Χριστός·" Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων." Ἆρ' οὖν οὐκ ἀποπληξία καὶ γέλως εἴη ἂν εἰκότως τὸ οἴεσθαι ταυτὶ μὴ ἐν καιρῷ τῷ καθήκοντι, δῆλον δὲ ὅτι τῷ μετὰ σαρκός, ἀνατλῆναι τὸν Υἱόν; {Β.} Ἀληθές. {Α.} Ἀλλὰ γὰρ ἀνέντες τὸν ἐπὶ τῷδε λόγον, εἴς γε τὸ παρὸν ἴωμεν εἴ τοι φίλον δοκεῖ. {Β.} Τὸ ποῖον; {Α.} Τὸ καθικέσθαι φημὶ πρὸς βάσανον καὶ ἀναμαθεῖν ἀκριβῶς, ἔρεσθαί τε τοὺς δι' ἐναντίας εἰ ἐν τῷ καθίστασθαι βασιλέα καὶ νομοθέτην τὸ τοιῶσδε εἶναι κατ' οὐσίαν ἢ γοῦν τοιῶσδε τυχόν ἐστι τοῦ Υἱοῦ. {Β.} Οὐκ ἐν τῷ καθίστασθαι, καθάπερ ἐγᾦμαι, τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ φαῖεν ἂν εἶναι τοῦ Υἱοῦ· οὐ γὰρ, οἶμαί που, καθίκοιντο ἂν εὐηθείας εἰς τοῦτο, καίτοι ληροῦντες ἀμέτρως, ὡς καὶ οὐσίας ὅρον τὸ καθίστασθαι λέγειν ἀπο τολμᾶν· ἐκεῖνο δὲ ἴσως ἐροῦσιν ὅτι τεκμηριοῖ τοῦ καθιστα μένου τὴν φύσιν αὐτὸ τὸ καθίστασθαι. Οὐ γὰρ ἂν ἐδέξατο παρ' ἑτέρου, φασί, τὸ φύσει προσὸν αὐτῷ. {Α.} Οὐκοῦν, ὦ γενναῖοι, πρὸς ἡμῶν εἰρήσεται πάλιν, ὡς ἥκιστα μὲν ἀρτίφρονες καὶ δογματικῆς ὀρθότητος ἐρασταί, κομιδῇ δὲ μᾶλλον εὔκολοι πρὸς παραφορὰν καὶ ἀπάτην ὄντες ἁλώσεσθε. Ἐκλέλησθε γὰρ ὀξέως τοῦ χρῆναι καιροῖς τοῖς καθήκουσιν ἀπονέμειν τὰ γεγραμμένα, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χαρίζεσθαι χρόνοις τὰ μὴ σφόδρα θεοπρεπῆ, κἂν εἰ λέγοιτο τυχὸν περὶ τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ οὐκ 480 εἰσάπαν τῶν εἰς ὀρθότητα διεκνεύοντες λογισμῶν, οὐκ οὐσίαν εἶναί φατε τὸ καθίστασθαι, κατηγορούμενον τοῦ Υἱοῦ, πράγματος δὲ εἶναι σημαντικόν, τί τὸ ἐμποδὼν οἴεσθαί τε καὶ λέγειν ὅτι βασιλέα καὶ νομοθέτην οὐσιωδῶς ὄντα τὸν Υἱὸν ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τοῦθ' ὅπερ ἐστὶν ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς; Καὶ οὔ τί πού φημι τοῦ βασιλεύειν ἀρξάμενον, ἀλλὰ διανεύσοντά πως ἐπὶ τὸ χρῆναι λοιπὸν θεσμοθετεῖν αὐτοῖς καὶ εἰς τὸ ἐθέλειν ἤδη τοῖς ἰδίοις ἐγκαταζεῦξαι σκήπτροις τοὺς ἀρχῆς τε καὶ ἐξουσίας τῆς ὑπ' αὐτῷ διὰ τῆς πολυθέου πλάνης ἀπολισθή σαντας. Ἄτοπον δὲ οἶμαι παντελῶς τὸν τοῦ Πατρὸς Λόγον, εἰ κατασοφοῦν ἕλοιτό τινας, εὐδοκίᾳ τοῦ γεγεννηκότος εἰς ἀρχὰς κεκλῆσθαι λέγειν τοῦ νομοθετεῖν, μὴ μὴν ἔτι νομοθέτην οἴεσθαι κατὰ φύσιν ὑπάρχειν ὡς Θεόν. Ἆρα γὰρ εἰ ἐν οἰκίσκῳ ζοφώδει καὶ ἀχλύος ἔμπλεῳ, κατὰ χρόνους μέν τινας τῆς ἡλιακῆς ἀκτῖνος οὐκ εἰσέδυ τὸ φῶς, οὐδενὸς ἀνέντος τὴν εἰσβολήν, εἶτα τοῦδε γεγονότος, εἰσέφρησέ τε εὐθὺς καὶ ἀπελήλατο μὲν ὁ σκότος, τὸ δὲ ἀσύνηθες τοῖς τόποις ἐνεγέλασε φῶς, ὃ καί, εἴπερ ἕλοι φωνήν, ἐκδιηγοῖτο τυχὸν τοῖς τὸ χρῆμα κατατεθηπόσιν ὡς εἴη τεθὲν παρὰ τοῦ τεκόντος ἡλίου πρὸς τὸ ἐγχεῖσθαι δεῖν καὶ ἐκείνῳ τῷ χώρῳ καὶ καταφαιδρύνειν ἀεὶ τὰ σκότῳ κεκρατημένα· ἆρα δοίη τις ἂν τότε δὴ πρῶτον αὐτὸ καὶ εἰς φωτὸς παρῆχθαι φύσιν, ὅτε καὶ πρῶτον εἰσέδυ; {Β.} Οὔ τί που, κατὰ τὸ εἰκός· ἦν γὰρ ἀεὶ φῶς. {Α.} Τί δὴ οὖν ἡμῖν ὡς δυσάλωτον ἐπιτείχισμα κατεξανι στᾶσιν ἐκεῖνοι τὸ λέγεσθαι τὸν Υἱὸν καθίστασθαι νομοθέτην ἤτοι βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρός, καίτοι τοῦ νομο θετεῖν ἥκιστα μὲν εἰς ἀρχὰς ἰόντα τότε τῆς κατὰ φύσιν εὐκλείας ἀποδεικνύοντος, τὸ δέ γε χρῆναι λοιπὸν θεσμοῖς ἰδίοις καὶ τὰς τῶν ἐθνῶν ἀγέλας ὑπενεγκεῖν σημαίνοντος, συνευδοκοῦντός τε καὶ συγκατανεύοντος τοῦ Θεοῦ καὶ Πατρός, καίτοι μόνον κατὰ τοὺς ἄνωθεν ἔτι καιρούς τε καὶ χρόνους κατεζευγμένου τοῦ Ἰσραὴλ καὶ τοῖς θείοις νόμοις ὑπέχοντος τὸν αὐχένα; {Β.} Ἀλλ' εἴπερ ἕλοιντο νομοθέτην ὄντα σαφῶς ἐπιδείκ νυσθαι τὸν Υἱόν, πῶς ἂν ἢ πόθεν τοῦτο γένοιτο πρὸς ἡμῶν; {Α.} Καὶ μὴν ἀποχρήσειν ἔν γε τουτωῒ τοῖς εὐμαθεστέροις οἰήσομαι δεῖν ὅπερ ἔφαμεν ἀρτίως. Νόμου γὰρ πέρι καὶ τῶν τοῖς ἀρχαιοτέροις τεθεσπισμένων Θεοῦ λέγοντος ἐναργῶς, ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν– πρέποι γὰρ ἂν καὶ μόνῃ τὸ χρῆναι θεσμοθετεῖν 481 τῇ τῶν ὅλων βασιλίδι φύσει, προσθεῖναί τε καὶ ὑφελεῖν τὰ ἅπερ ἂν βούλοιτο· τεθεσμοθέτηκεν ὁ Υἱός, καὶ τὴν μὲν ἀρχαίαν ὑφεῖλεν ὡς ἀνόνητον ἐντολήν, ἐπεισέφρησε δὲ τὴν νέαν, τουτέστι τὴν εὐαγγελικήν, καὶ τοῦτο ὡς νομοθέτης, οὐχ ὑπεσταλμένως, ἀλλ' ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ. Κατα σφραγιεῖ δὲ τὸν λόγον καὶ ὁ σοφὸς ἐπιστέλλων Παῦλος·" Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίουκερδήσω, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ, ἵνα κερδήσω τοὺς ἀνόμους." Ἄθρει γὰρ ὅπως τὸ ἄνομος εἶναι Θεῷ παρωθούμενος, ἔννομος εἶναί φησι τῷ Χριστῷ, τὸ ἐπ' ἀμφοῖν εὐκλεὲς ἀπονέμων αὐτῷ καὶ ὡς Θεῷ κατὰ φύσιν τὸ χρῆναι θεσμοθετεῖν ἀνατιθεὶς ὡς ἐξαίρετον. Ὅτε τοίνυν, κατὰ τὴν τοῦ ἁγίου φωνήν, οὐκ ἄνομος ἂν εἴη Θεῷ Χριστῷ τις ἔννομος ὤν, ποῖος ἔτι λόγος ἐξώσειεν ἂν τοῦ καὶ νομο θέτην εἶναι καὶ Θεὸν τὸν Υἱόν; {Β.} Οὐδείς, καθάπερ ἐγᾦμαι. {Α.} Ἐποίσειε δ' ἄν τις τοῖς εἰρημένοις εὖ μάλα καὶ τόδε. {Β.} Τὸ ποῖον; {Α.} Ὡς νομοθετοῦντα μὲν ἰδικῶς τε καὶ μόνον τοῖς ἀρχαιοτέροις ἢ τοῖς μετ' ἐκείνους ἔτι τὸν Πατέρα καὶ Θεὸν ἥκιστα μὲν δὴ καταδείξειεν ἄν, οἶμαι, τίς, καταθρήσαι δ' ἂν καὶ λίαν ἀμογητὶ σὺν Υἱῷ τε καὶ δι' Υἱοῦ. Ποῦ γὰρ ἢ τίσι τεθεσμοδότηκεν ὁ Πατήρ, σεσιγημένου τε καὶ ἀπόντος τοῦ Υἱοῦ; {Β.} Καὶ μὴν ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι" Πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις." Μωσῆς δὲ τοῖς ἐξ Ἰσραὴλ ἔφη που πάλιν·" Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ." {Α.} Εὖγε, ὦ φιλότης. Τετηρηκότων γὰρ τῶν ἁγίων, ὡς φῄς, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἐν σκιαῖς χρησμῴδημα, φέρε σοι δεικνύωμεν ἴδιον ὄντα λόγον ὀνομάσαντος αὐτὸ τοῦ Υἱοῦ. Ἀφῖκται γὰρ δὴ κατα λύσων μὲν οὐδαμῶς τὸν νόμον, ἥκιστα δὲ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον·" Λέγω γὰρ ὑμῖν, φησίν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Συνίης οὖν ὅπως ἐκτελευτῆσαι δεῖν πάντη τε καὶ πάντως ἅπαντα πρὸς ἀλήθειαν τὸν νόμον εἰπών, ἰδίους ἔφη λόγους αὐτόν; Ἴδοι δ' ἄν τις αὐτὸν καὶ ἑτέρωθί που δι' ἑνὸς τῶν 482 ἁγίων προφητῶν ἀνακεκραγότα σαφῶς·" Αὐτὸς ὁ λαλῶν πάρειμι."– Ἐνηνθρώπηκά τε γὰρ καὶ ἐν εἴδει γέγονα τῷ καθ' ὑμᾶς, ὁ πάλαι λαλῶν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ διὰ τῶν ἁγίων προφητῶν κεχρησμῳδηκότος. Ὅτι δὲ τῷ γε ἅπαξ τὴν τοῦ νομοθέτου δόξαν ἔχοντι, φυσικῶς ἕψεταί που πάντως καὶ τὸ δεῖν εἶναι κριτήν, τοὺς ἀτιμάζοντας τὸ διορισθὲν καὶ εἰς τὸ σφίσι δοκοῦν ἀποκλίνοντας πικραῖς ὑποφέροντα δίκαις, οὐδαμόθεν ἀμφίλογον. {Β.} Παντάπασι μὲν οὖν. {Α.} Ὥσπερ οὖν εἰ καὶ λέγοιτο τυχὸν εἷς μὲν νομοθέτης, εἷς δὲ κριτὴς ὁ Πατήρ, κατ' οὐδένα τρόπον διολισθήσειεν ἂν τῆς ἐπ' ἀμφοῖν δόξης τε καὶ ἀληθείας ὁ Υἱός, ἐπείτοι τὸ διατέμνον οὐδὲν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος φυσικῆς· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, κἂν εἰ μόνος ἔχειν τὴν ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσιν ἀθανασία, καὶ τοῖς τοῦ τεκόντος ὑψώμασι κατηγλαϊσμένος, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνηθήσεται. Εἰ δὲ δὴ φαῖεν ἂν οὐχ ὧδε ταῦτ' ἔχειν καὶ ψευδομυθίας ἡμῖν ἐπιπλέκουσι γραφήν, καίτοι πρεσβεύουσι τἀληθές, φραζόντων ἐκεῖνο. {Β.} Τὸ ποῖον αὖ; {Α.} Πρῶτον μὲν εἰ τὸ ζωῆς καὶ ἀθανασίας τητώμενον, οἴκοθέν τε τοῦτο οὐκ ἔχον, θνητὸν ἔσται πάντως, καὶ εἰσκε κριμένον ἔχει τὸ ζῆν, ὡς παρ' ἑτέρου δοτόν; {Β.} Θνητὸν γὰρ ἔσται δυνάμει, τὸ μὴ ἀθάνατον φύσει. {Α.} Καὶ πρός γε δὴ τούτοις, ἀποκρινάσθων ἔτι, τίς ἂν νοοῖτο τυχὸν ἡ ζωῆς ἐνέργεια εἰς τὰ ζωῆς ἐπιδεᾶ; {Β.} Ἡ ζωοποίησις δηλονότι, καθάπερ ἀμέλει καὶ τὸ φωτίζειν ἔργον ἂν εἴη φωτός. {Α.} Εὖ λέγεις. Εἰ δὲ δή τις οἴοιτο ζωογονεῖσθαι μὲν πρὸς ἑτέρου τὴν ζωήν, καταφωτίζεσθαι δὲ καὶ τὸ φῶς, ἄρα ἄν σοι δόξειεν εἰκάζειν ὀρθῶς; {Β.} Οὔ τί που· λογισμοῦ δὲ μᾶλλον ἀπολισθεῖν τοῦ σώφρονος. Ζωὴ γὰρ οὐκ ἔτι τὸ πρὸς ἑτέρου ζωοποιούμενον. {Α.} Ὅταν οὖν ἡμῖν εἰς μέσον ἥκῃ διακεκραγὼς ὁ Μονογενής·" Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή," ἀθανασίας ἐρήμην ὑποτοπητέον εἶναι τὴν εἰρημένην ζωήν, ἢ πῶς; {Β.} Οὐκ ἐρήμην, πόθεν; Ζωὴν γὰρ εἶναί φημι τὴν κατὰ φύσιν ἀθανασίαν. {Α.} Μόνου δὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ἀθανασίαν ἔχοντος– ὧδε γάρ που τὸ θεῖον ἡμῖν ἔφη λόγιον–, πῶς ἂν ἔχοι ταύτην καὶ ὁ Υἱός; Ἀλλ' οἶμαί που πάντως ὅτι τὸ τῆς ἑνότητος χρῆμα διαδείξειεν ἂν ἐπ' ἀμφοῖν, καὶ μάλα ῥᾳδίως, οὐσιώδη τὴν ζωὴν καὶ ἔμφυτον τὴν ἀθανασίαν, οὐκ 483 εἰσποίητον, ἀγαθόν. Εἰ δὲ δὴ δεῖν οἴοιντο παραφρονοῦντες λέγειν ὡς ὀθνεῖός τε εἴη τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ αὐτόχρημα ζωή, ἆρ' οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ προσόντα φύσει, καὶ τὰ δι' ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν; {Β.} Τίνα τρόπον; {Α.} Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ' ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ' ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐ τότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β.} Ἀληθές. {Α.} Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλ λακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον;" Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." {Β.} Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ' οὖν ὅμως·" Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα." Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. {Α.} Ἆρ' οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαρι θμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσ κουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολήσειεν ἂν αὐτὴν κατά γε τὸ ἐγχωροῦν, ὅτε μὴ φυσικοῖς εἰς τὸ ἀραρότως ἔχειν διακρατοῖτο νόμοις. {Β.} Πῶς οὖν οἴοιτ' ἄν τις αὐτὸν διὰ τὸν Πατέρα ζῆν, εἴπερ ἐστὶ καὶ αὐτὸς κατὰ φύσιν ζωή; {Α.} Καὶ μὴν τοῦτό γέ ἐστι τῆς ἐκ Θεοῦ καὶ Πατρὸς εὐγενείας ἀπόδειξις καὶ τῆς κατὰ φύσιν ταὐτότητος μήνυσις ἀκριβής. 484 {Β.} Πῶς λέγεις; {Α.} Ἔφη γὰρ οὔ τί που σαφῶς ζωογονεῖσθαι παρὰ τοῦ Πατρός, πλὴν ὅτι" Ζῶ διὰ τὸν Πατέρα." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ' ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα ὀρθῶς εἰπεῖν·" Ζωήν μοι δέδωκεν ὁ Πατήρ." Τοῦ γε μὴν εἰδότος ὅτι ζωὴ πέφηνεν ἐκ ζωῆς καὶ καρπὸν οὐσίας ἔχει τὴν ἀθανασίαν, τὸ φάναι θεοπρεπῶς·" Ζῶ διὰ τὸν Πατέρα." Ἆρα γάρ, εἰ τοῦ ἀνθρώπου γέννημα τυχόν, λογικὸν ἐκ λογικοῦ πεφηνὸς τοῦ ἰδίου πατρός, Λογικόν εἰμι, λέγοι, διὰ τὸν πατέρα, ἢ γοῦν καθ' ἕτερον τρόπον ἡ πυρὸς εἰς τὸ ἔξω διεκφοιτῶσα θερμότης, εἰ φωνὴν ἱεῖσα λέγοι· Θερμὴν ἔχω τὴν προσβολὴν διὰ τὸ ἐξ οὗ πέφηνα πῦρ, οὐκ ἄν τῳ δόξειαν, εἴ γε νοῦν ἔχοι, φύσεων ἰδιότητα τὴν ἐξ ὧν εἰσὶ λαχόντα μᾶλλον ἐφ' ἑαυτοῖς, ἢ γοῦν εἰσπεπορισμένην καὶ ἐν τάξει τῶν δεδωρημένων τὴν τοῦ εἶναι τοιῶσδε δόξαν ἑλεῖν; {Β.} Ἔοικεν. {Α.} Ζῇ τοιγαροῦν ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ζωὴ γὰρ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός, ἀληθινὸς ὢν Θεὸς καθάπερ ἀμέλει καὶ ὁ τεκών. Συλλήπτορα δὲ τοῖς ἐμαυτοῦ ποιήσομαι λόγοις καὶ τὸν σοφώτατον Ἰωάννην, ὡδὶ γεγραφότα περὶ αὐτοῦ·" Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἀγαθὴν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος." Ἆρα δή σοί τι τοῦδε ἂν γένοιτο φανερώτερον ἔτι, ἤγουν εἰς ἐλέγχους εὐσθενέστερον, τοῦ μὴ ἑτεροίως ἔχειν οἴεσθαι τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχοι κατὰ φύσιν ὁ Πατήρ; {Β.} Οὐδέν, ὡς ἐγᾦμαι, τῆς τοῦ Θεολόγου φωνῆς ἄμαχόν τινα τοῖς δι' ἐναντίας ἐξανιστάσης τὴν μαρτυρίαν. Πλὴν εἰ λέγοιτο Θεὸς ἀληθινὸς ὁ Υἱός, διαγελῶσιν εὐθὺς καί φασιν οὐκ εἶναι Θεὸν μὲν ὄντως ἀληθινόν, κεχαρίσθαι δὲ αὐτῷ τοὔνομα κατὰ θέλησιν τοῦ Πατρός. Ἔφη γάρ που, φασίν, ὁ θεσπέσιος Παῦλος ὅτι" Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα." {Α.} Κεχαρίσθαι μὲν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα φαίην ἄν, ἴσθι τοι, καὶ αὐτὸς ἐγώ. Τὸ γάρτοι φληνάφως ἀντιφέ ρεσθαι δοκεῖν ταῖς τῶν θεολόγων φωναῖς οἰηθείην ἂν οὔ τί που φρενὸς ἀγαθῆς, λογισμοῦ δὲ μᾶλλον παραπαίοντος ἤδη πως καὶ ἐξεστηκότος ἀδρανὲς ἐγχείρημα. Καταπέπληγμαί γε μὴν τὸ εἰς ἀπάτην εὐμήχανον τῶν δι' ἐναντίας, οἵ γε 485 τὴν μὲν τοῦ κεχαρίσθαι πρόφασιν οὐδ' ὅσον εἰς νοῦν ποιεῖσθαι σπουδάζουσι, λεξιθηροῦσι δὲ οὕτως καὶ τριποθήτως ἁρπά ζουσι πᾶν ὅπερ ἂν φαίνοιτο τῇ τοῦ Υἱοῦ τιμῇ τε καὶ δόξῃ καθεστηκὸς ἐναντίον, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, καίτοι τὸν τοῦ δεδωρῆσθαι καιρὸν οὐχ ἕτερον ἡμῖν τῆς θεοπνεύστου διοριζούσης Γραφῆς ἢ ἐκεῖνον αὐτὸν καθ' ὅν" Ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Μονογενὴς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," καθὰ γέγραπται" ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τότε γὰρ δὴ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Οἶμος ἂν εἴη ψιλή τε καὶ ὁμαλὴ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ἀναφέρουσα πρὸς τὸ ἀληθές. Σύνες οὖν, ὦ τᾶν, τὸ ὡς ἐν χάριτος τάξει λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστιν ἡ λαλουμένη κένωσις καὶ ἡ πρὸς ἡμᾶς οἰκονομικὴ τοῦ Λόγου ταπείνωσις. Εἰ δὲ ἐν τοῖς τῆς κενώσεως μέτροις εὑρίσκεται τὸ λαβεῖν, ἐξεστηκότα που πάντως τοῦ χρῆναι λαβεῖν τὰ πρὸ τῆς κενώσεως ὁρᾶται λοιπόν, διά γέ τοι τὸ κεκτῆσθαι φυσικῶς ὅπερ ἦν, τουτέστι τὸ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ εἰ τεταπείνωκεν ἑαυτόν, ἐξ ἀνῳκισμένου τινὸς καὶ ὑπερανέχοντος πράγματος ἐπὶ τὸ μεῖον ἐλθών, ὑπονοστήσει που πάντως εἰς ὅπερ ἦν ὑψούμενος, οὐκ εἰς ἀλλοτρίαν ἀναθρώσκων τιμήν τε καὶ δόξαν, ἀλλ' ὡς εἰς ἰδίαν τὴν ἐν ἀρχαῖς. Εἰ δὲ δὴ ποιοῖντο περὶ πολλοῦ τὸ ἰσχυρίζεσθαι δεῖν ὡς εἰς ἀσυνήθη τιμήν τε καὶ δόξαν ἀναπε φοίτηκεν ὁ Υἱός, τὸ ὑπὲρ πᾶν ὄνομα λαβὼν ὡς δοτὸν παρὰ τοῦ Πατρός, οὐδὲν ἔτι τὸ ἀντιστοιχοῦν, κατά γε τὸν ἐν εἰκότι λόγον, ἀντίστροφον ἤδη πειρᾶσθαι νοεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ μετατετράφθαι τὸ χρῆμα πρὸς πᾶν τοὐναντίον. Ἐρῶ δὲ καὶ ὅπως. Εἰ γὰρ μή ἐστι κένωσις τῷ Υἱῷ τὸ λαβεῖν, εὕρημα δὲ μᾶλλον αὐτῷ τῶν οὐδαμῶς προσπεφυκότων οὐσιωδῶς κενωθέντι συμβέ βηκε, κένωσις μὲν εἴη ἂν κατά γε τὸ ἀληθέστερον ὁ πρὸ τῆς κενώσεως καιρός, ὑπεροχῆς δὲ καὶ δόξης ὁ καθ' ὃν οὐκ οἶδ' ὅπως κεκενῶσθαι λέγεται, καίτοι κατακτώμενος τὰ 486 ὑπὲρ φύσιν τε καὶ μέτρον τὸ ἐνὸν αὐτῷ, καὶ τοῖς ἀσυγ κρίτως ὑπερκειμένοις ἢ πρότερον ἦν ἀδοκήτως ἐπιπηδῶν. Ἄραρεν οὖν ὅτι κατά γε τὸ ὀρθῶς ἔχειν καὶ αὐτῷ σοι δοκοῦν, πρέποι ἂν δὴ τότε δεδόσθαι νομίζειν τὸ ὄνομα τῷ Υἱῷ τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτε καὶ σχῆμα τὸ καθ' ἡμᾶς ὑποδύς, ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν ἐγράφετο Θεοῦ, θετὸς μεθ' ἡμῶν καὶ δι' ἡμᾶς, ὁ γνήσιος, ἵνα καὶ ἡμεῖς δι' αὐτόν, υἱοὶ τῆς ὑπὲρ φύσιν εὐκλείας ἐπιδραττόμενοι καὶ τῆς θείας αὐτοῦ φύσεως διαδεικνύμενοι κοινωνοί. Ἢ οὐκ οἴει κατευθὺ τοῦ πρέποντος διαστείχειν ἡμῖν τὸν ἐπὶ τῷδε λόγον; {Β.} Εἶσι γὰρ οὖν. {Α.} Καίτοι τῆς ἐκείνων δυσβουλίας τὰ ἀμείνω φρονεῖν εὖ μάλα διεσκεμμένοι, ἀλώβητον μὲν τὴν τοῦ Μονογενοῦς τηρήσομεν δόξαν, λογισμοὺς δὲ καθαιρήσομεν, καὶ" πᾶν ὕψωμα ἐπαιρόμενον," καθὰ γέγραπται, καὶ" πᾶν αἰχμα λωτιοῦμεν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ." Εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεξόμεθα, παραχωρήσομεν δὲ τὸ χρῆναι νικᾶν ταῖς ἐκείνων συκοφαντίαις, καὶ τοῦ εἶναι Θεὸν ἀληθῶς ἐκπέμψομεν τὸν Μονογενῆ, ἐροῦμέν τε οὕτω παρ' ἡμᾶς οὐδὲν διακεκτῆσθαι τὸ πλεῖον. {Β.} Φράσαις ἂν ὅπως, ἢ κατοκνήσεις εἰπεῖν. {Α.} Καὶ μὴν ἔγωγε προθύμως ἐρῶ, κατοκνήσαιμι γὰρ ἂν ἔν γε τούτοις οὐδαμῶς. Ἦ γὰρ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ αὐτῷ κεχάρισται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ δοτὸν ἤδη πως τὸ διακεκλῆσθαι Θεός, ἀπολισθήσειεν ἂν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν; Τὸ γάρτοι δοτὸν οὐκ εἰσάπαν ἐρηρει σμένον. Κατακινδυνεύσειε δ' ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὅσον ἧκεν εἰς λογισμούς, εἰς ἃ μὴ θέμις εἰπεῖν. Ἔσται γὰρ μείων ἢ καθ' Υἱόν, καὶ τὴν τοῦ γεγεννηκότος ὑπερκείσεται φύσιν ὁ κατ' αὐτοὺς ἐν ἐλάττοσι, μᾶλλον δὲ ὁ τὴν τῆς θεότητος δόξαν παράσημον ἔχων, καὶ νενοθευμένοις ἀξιώμασιν ἐπαυ χήσας μόλις, εἴπερ ἐστὶν ἀληθῶς ἐν ψιλῷ καὶ μόνῳ τῷ κεκλῆσθαι Θεός. {Β.} Ὡς δεινά γε ὁ λόγος ἡμῖν εἰσφέρει τὰ ἄτοπα. {Α.} Δεινὰ γάρ, ὡς ἀληθῶς, πλὴν ἀναγκαίαν ἔχοντα τὴν παράθεσιν. Μετασοβεῖ γὰρ ἔσθ' ὅτε τὸ μὴ ὀρθῶς ἔχειν ὑπειλημμένον ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ νενευκὸς εἰς ἀλήθειαν. Εἴπερ οὖν, ὡς οἴονται, μεμισθοφόρηκεν ὁ Υἱὸς καὶ ἀντέκτισιν ὥσπερ τινὰ τῆς κενώσεως ἐκομίσατο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, πρὸ τῶν τῆς κενώσεως χρόνων καὶ αὐτοῦ δὲ τούτου τητώμενος νοοῖτ' ἂν εἰκότως, εἴπερ ὁρᾶται πεπλουτηκὼς ἐν χρόνῳ τῷ κατ' αὐτὴν τὴν εἰσποίητον ταυτηνὶ καὶ εὐαπόβλητον χάριν. 487 Εἶτα, πῶς ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, κένωσιν μὲν οὔπω τὴν ἑκούσιον ὑποστάς, μορφὴν δὲ καὶ μέτρον τὸ δουλοπρεπὲς οὐκ ἀξιώσας ἑλεῖν; Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καίτοι τοῦτο ἔχειν ἐξόν. Εἴπερ οὖν εἶναί φαμεν καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς τὸν Υἱόν, ἐκτετίμηται δὲ κενωθεὶς καὶ ἀναπεφοίτηκεν εἰς μέτρον τῆς ἐνούσης αὐτῷ δόξης τὸ ὑπερτεροῦν, ὑπερήλατό που τάχα καὶ αὐτὸν τὸν Πατέρα. {Β.} Ὡς δριμὺς ὁ λόγος. {Α.} Ἀληθὴς δ' οὖν ὅμως, τό γε ἧκον εἰς λογισμούς. Καὶ εἰ μὲν δή τι τὸ ἄμεινον ἀποκεκέρδακεν ὁ Υἱὸς τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ὑπερανεστήξει που πάντως ἔν γε τοῖς καθ' ἑαυτὸν καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν. Τουτὶ γὰρ ἡμῖν ὁ δριμὺς ἀρτίως κατέδειξε λόγος. Εἰ δὲ ἥκιστα μὲν ἐν ἀμείνοσιν ἤπερ ἦν, κἂν εἰ νοοῖτο λαβών, κατίδοι τις ἂν αὐτόν, προσετίθει δὲ τὸ σύμπαν ἡ χάρις οὐδέν, οὐκ ἀσύφηλοι καὶ ψευδοεπεῖς ἁλοῖεν ἂν οἱ θράσους εἰς τοῦτο προήκειν οὐ παραιτούμενοι ὡς ἤδη φάναι τολμᾶν ὅτι μικρὰ τὴν κτίσιν, ἵνα μὴ λέγοιμι παντελῶς οὐδέν, ἡ τῆς ἀρρήτου θεότητος πλεονεκτήσει φύσις; Ὀνήσειε δ' ἂν ἥκιστά γε πρὸς τὸ λαμπρότερον ἀναφέρουσα καὶ εἴ τῳ τυχὸν τῶν ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ' ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Πατὴρ ὀφθήσεται, καὶ τῶν ἀμεινόνων ἢ ἐν οἷς ἐστι δοτήρ. {Β.} Τίνα τρόπον; {Α.} Ἐν μορφῇ γὰρ ὄντα καὶ ἐν ἰσότητι τῇ πρὸς ἑαυτὸν τὸν Υἱὸν καὶ πρό γε τῶν τῆς κενώσεως χρόνων, καὶ κατ' οὐδένα τρόπον τῆς ἐνούσης αὐτῷ δόξης μειονεκτούμενον, ἄνω που καὶ ὑψηλὸν ἐτίθει, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα αὐτῷ. Ἆρ' οὖν οὐχὶ συρφετός τε ἤδη ταυτί, καὶ δυσφημιῶν ἀγριότης, καὶ λογισμῶν ἀτοπία, τῆς ἁπασῶν ἐσχάτης ἀμαθίας ἐξόζουσα; {Β.} Πάνυ μὲν οὖν. {Α.} Καὶ ἑτέρως δ' ἄν τις τῆς ἐκείνων ἀτοπίας δικαιοτάτην ἄν, οἶμαι, ποιήσαιτο τὴν κατάρρησιν, κἀκεῖνο διεσκεμμένος. Εἰ γὰρ οἶδεν ἑαυτὸν ψιλῷ διακεχρημένον ὀνόματι τῷ τῆς θεότητος ὁ Υἱὸς καὶ οὐ φύσεως ἔχοντα τὸ χρῆμα καρπόν, τί τὸ ἀναπεῖθον ἀναφανδὸν ἤδη βοᾶν·" Ἐγώ εἰμι ἡ ἀλήθεια;" Τὸ γάρτοι νόθον οὐκ ἀληθές, καὶ τὸ τοῖς ἔξωθεν καὶ εἰσκεκριμένοις ὡραϊσμοῖς οὐχ ὅπερ ἐστὶ κατὰ φύσιν ὁρώμενον εἰσβιάζεται μὲν καὶ εἰσδύνειν ἀποτολμᾷ τῆς ἀληθείας τὴν δόξαν, ἔχοι δ' ἂν οὐχ ὧδε κατὰ ἀλήθειαν, καὶ βασάνοις τοῖς ἐκ λογισμῶν ἀκαλλὲς ἐξελέγχεται. Τί δὲ 488 οὐχὶ τοῖς κατὰ θέσιν θεοῖς ἑαυτὸν ἐπαριθμεῖν ὁ μὴ φύσει Θεὸς ᾤετο δεῖν, τῆς δὲ τῶν ἁγίων ἀπαλλάξας πληθύος, καὶ εἰς τόπον ἴδιον ὥσπερ τινὰ καὶ οὐδενὶ τῶν ἄλλων βατὸν ἀνεφοίτα, λέγων·" Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι;" Εἰ γὰρ ἐκεῖνοι, φησί, διακέκληνται θεοί, τὸν τοῦ Θεοῦ λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχήν, πῶς οὐκ ἂν εἴη Θεὸς ὁ δι' ὃν ἐκεῖνοι θεοί;" Θεὸς γὰρ ὁ Λόγος ἦν," κατὰ τὴν Ἰωάννου φωνήν. Τὸ δὲ ἦν, οὐ νεωτέραν αὐτῷ τὴν δόξαν, ἀλλὰ παντὸς δὴ χρόνου πρεσβυτέραν ἀνάπτει. Δια πταῖσαι γὰρ ἂν ὅποι ποτὲ ἄρα τὸ ἦν, ἢ πρὸς ποῖον ἡμῖν ἀφίξεται τέλος, ἀεὶ προσωτέρω χωροῦν καὶ ἀσχέτῳ δρόμῳ πεμπόμενον, καὶ χρόνῳ χαρίζεσθαι τὸ πρεσβύτερον οὐκ εἰδός, προαναθρώσκειν δὲ ὥσπερ ἐννοίας ἁπάσης τῆς ἐπέκεινα καιροῦ μεμελετηκός; {Β.} Εὖ λέγεις· χρόνου γὰρ ἄμεινον ἀεί πώς ἐστι τὸ ἦν. {Α.} Ὁ δὲ δὴ θεσπέσιος Παῦλος νόθοις μὲν οὐχὶ κατηγλαϊσ μένον ἀξιώμασι τὸν Υἱόν, φύσει δὲ μᾶλλον οἶδεν ὄντα Θεόν, ἑνώσει συνδέων τῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν οὐσιώδει καὶ φυσικῇ. {Β.} Τίνα τρόπον; {Α.} Γράφει γὰρ ὧδε·" Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." Εἴπερ οὖν ἠπίστατο τοῖς κατὰ χάριν θεοῖς ἐναριθμεῖσθαι πρέπειν αὐτόν, τί μὴ τοῖς ἄλλοις ἐφιεὶς ἀναμίξ, ἕνα καὶ μόνον ἡμῖν κατεδείκνυ Θεὸν καὶ Κύριον τὸν Πατέρα, ἀναμέρος δὲ ὥσπερ τὸ ἑκάτερον τιθείς, τὸ μὲν τῆς θεότητος ὄνομα τῷ Πατρί, τὸ δὲ τῆς κυριότητος ἀπονέμεσθαι δεῖν ἐδοκίμαζε τῷ Υἱῷ; Ἀλλ', οἶμαί που, σοφὸν ἂν νοοῖτο καὶ ἀναγκαῖον οὔτε τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν τοῦ δύνασθαι κρατεῖν καὶ κυριεύειν τῶν ὅλων ἐκμοχλεύεσθαι δόξαν, οὔτε μὴν τῆς ἀληθοῦς κυριότητος ἔξω πέτεσθαι φιλεῖν τὴν τῆς θεότητος φύσιν· προσείη δ' ἂν μᾶλλον ἀμφοῖν τὸ ἑκάτερον, καὶ ἀναμέρος εἶναι δοκοῦν. Φύσεως δὲ μιᾶς ἀπόδειξις ἐναργὴς τὸ οἱονεὶ κατεστέφθαι τελείως οἷς ἂν ἑκάτερον ἔχοι φυσικοῖς ἰδιώμασι, καὶ τὸ δι' ἀμφοῖν ἐν ἅπασιν ἰσοφυὲς καὶ ἀδιαβλήτῳ ταὐτότητι μαρτυρούμενον τὸ κατά τι γοῦν ὅλως ὀθνεῖον οὐκ εἰσδέξεται. {Β.} Πῶς γὰρ ἄν; 489 {Α.} Ἐρομένῳ δέ τῳ πότερα τὴν οὐσιώδη καὶ φυσικὴν περιθείης ἂν υἱότητα τῷ Υἱῷ, ἤγουν τὴν ἐν μόνῃ θελήσει τοῦ Πατρός, καθάπερ ἀμέλει δοίη τις ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν, τί ἂν ἔφης αὐτός, ὦ Ἑρμεία; {Β.} Οὐσιώδη μὲν ἔγωγε φαίην ἄν, δόξαιμι δ' ἂν ἥκιστά γε τοῖς δι' ἐναντίας ἀληθὴς εἶναί τις. {Α.} Δόξειας γὰρ ἄν. Προσθεῖεν δ' ἂν ὅτι καὶ φρενὸς ἐκκεκρούσμεθα καὶ παρατετράμμεθα λογισμοῦ τοῦ βλέποντος εἰς εὐθύ. Τίνα γάρ, εἰπέ μοι, τῶν οὐ συμφρονεῖν ἑλομένων αὐτοῖς οὐκ ἂν κατασκώψειαν, οἵ γε τοσοῦτον διαλελυττή κασι καὶ μανίας ἀκράτου πρὸς τοῦτο ἥκουσι μέτρον ὡς εἰσποίητον εἶναι δεῖν οἴεσθαι τὸν Υἱὸν καὶ συντετάχθαι τοῖς ἄλλοις, εἰ καὶ τοῖς ἰδίοις εὑρήμασιν ἐπερυθριῶντες, καὶ λελυπημένην ὥσπερ καταγοητεύοντες τὴν ἀλήθειαν, δόξαν αὐτῷ περιπλάττουσι τὴν ἐξαίρετον καὶ τοῖς ἄλλοις ἀστιβῆ, καὶ τοσαύτην αὐτοὶ καθ' ἑαυτοὺς ἐπινοοῦσι τὴν εὔκλειαν ὅσηνπερ ἂν βούλοιντο κατ' ἐξουσίαν ἐπιμετρεῖν. Ἀλλ' ὡς ἥδιστα ἂν ἠρόμην αὐτοὺς τῆς ἐπ' ἀμφοῖν νοουμένης υἱοθεσίας τὸν τρόπον τίνα δὴ ἄρα πεπρᾶχθαί φασι. Κεκλήμεθα μὲν γὰρ εἰς υἱοὺς ἡμεῖς, τὸ δὲ ὅπως οὐχ ἡμεῖς ἐροῦμεν, μυσταγωγήσει δὲ γράφων ὁ Παῦλος·" Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ." Οὐκοῦν, ἐπειδήπερ ἡμῖν ἀρρήτως ἐνῴκισται διὰ τοῦ ἰδίου Πνεύματος ὁ Υἱός, πρὸς υἱότητα τὴν πνευματικὴν ἑαυτοὺς εἰσκεκλῆσθαί φαμεν. Ἦ οὐχ ὧδε πεπρᾶχθαι τοῦτο ἐρεῖς; {Β.} Καὶ μάλα. Μεμνήσομαι γὰρ καὶ τοῦ σοφωτάτου διακεκραγότος ἡμῖν Ἰωάννου περὶ τοῦ Υἱοῦ·" Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι." {Α.} Ἄθρει δὴ οὖν, ὦ φιλότης, ὅποι ποτὲ ἡμῖν ὁ περὶ τοῦ Μονογενοῦς ἐκτελευτήσει λόγος, εἰ τοῖς εἰς υἱότητα κατακε κλημένοις ἰσοτρόπως συντετάξεται. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἐν υἱοῦ τάξει τὸ ποιηθὲν εἰ μὴ δι' Υἱοῦ ἐν Πνεύματι. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος·" Ὅτι δέ ἐστε υἱοί, ἐξαπέ στειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ." Ἐν τίνι δὴ οὖν εἰς Υἱὸν ἔσται καὶ αὐτός; Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ἐν ἑαυτῷ τε καὶ δι' ἑαυτοῦ, καίτοι τοῖς κατὰ θέσιν ἐναρίθμιος ὤν, εἴπερ ἐξοίχοιτο κατ' αὐτοὺς τοῦ κατὰ φύσιν καὶ ἀληθῶς. {Β.} Ἀλλ' εἰ φαῖεν ὅτι τὸν μὲν Υἱὸν ἡμεῖς, αὐτός γε μὴν εἰσοικίζεται τὸν Πατέρα, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν; {Α.} Φαίην ἂν ὅτι εἰ μὲν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὴν 490 θείαν ἡμῖν ὅπως ἔχει διορίζουσι φύσιν καὶ νόμους ἐπ' αὐτῇ κατὰ τὸ ἀβασανίστως δοκοῦν ἐκφέρουσι, βραχὺς κομιδῇ, μᾶλλον δὲ ὅλως οὐδεῖς γένοιτ' ἂν εἰκότως τῶν γε ἅπαξ εἰς τοῦτο ἡκόντων ὁ λόγος, ἐπείπερ ἐρεύγονται μὲν τὰ ἀπὸ καρδίας αὐτῶν, τῶν δὲ ἀπὸ στόματος Κυρίου λαλοῦσιν οὐδέν. Εἰ δὲ δεῖν οἴονται τὴν τῆς ἀκραιφνοῦς θεογνωσίας διαστείχειν ὁδόν, ὃ φρονεῖν ἐγνώκασι ταῖς ἀπὸ τῆς θείας Γραφῆς κατασφραγιζόντων φωναῖς. {Β.} Ναί, φησίν. Ἔφη γὰρ ὁ Υἱὸς πρὸς Φίλιππον·" Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;" {Α.} Ἆρ' οὖν ἁγιάζει τὸν Υἱὸν ὁ Πατὴρ ἐν αὐτῷ γεγονώς; {Β.} Ἐροῦσί που πάντως. {Α.} Ἅγιος ὢν κατὰ φύσιν καὶ οἴκοθεν ἔχων τὸν ἁγιασμὸν καὶ τὸ ἁγιάζειν δύνασθαι τοὺς ἐν οἷς ἂν γένοιτο τυχόν, ἢ γοῦν παρ' ἑτέρου τοῦτο τὸ χρῆμα πεπλουτηκώς; {Β.} Ἅγιος δηλονότι κατὰ φύσιν αὐτὸς ὤν. {Α.} Οὐκοῦν, ὦ γεννάδαι καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν ἀπηχεστάτων, ἁγιότητος μὲν φυσικῆς ὁ Υἱὸς ἐστέρηται, καὶ τοῦ πλημμελεῖν οὐκ ἐλευθέραν, ἤγουν εἰσάπαν ἀπηλλαγ μένην τὴν φύσιν διεκληρώσατο, τό γε ἧκον εἰς αὐτήν. Εἴπερ οὖν ἀπόνασθαί τι δοῖεν ἂν αὐτήν, ἔκ γε τοῦ ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τὴν ἐφ' οἷς τεθαύμασται πρὸς ἡμῶν ἴδρυσίν τε καὶ δόξαν ἑλεῖν, προστιθέντος δὲ τῷ Υἱῷ τοῦ ἡγιάσθαι μηδέν, εἰκαῖον, οἶμαί που, τὸ φάναι λοιπὸν ἐνηυλίσθαι τε καὶ ἐνοικεῖν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. Ἀλλὰ μὴν αὐτός τέ ἐστιν ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Καὶ τίς ἂν γένοιτο τυχὸν ὁ τοῦδε τρόπος ἢ ὅπως ἂν ἔχοι τὸ χρῆμα ἄριστα ἂν ὧδε διασκεψαίμεθα. Ὁ μὲν γὰρ Υἱός, κατά γε τὸ αὐτοῖς τάχα που καὶ μόνοις ἀνοσιώτατα δοκοῦν, εἰσοι κίζεται τὸν Πατέρα δεδεημένος ἁγιασμοῦ. Τί δ' ἂν νοοῖτο πεπλουτηκὼς καὶ αὐτὸς ὁ Πατήρ, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ; Εἰ μὲν οὖν ὡς ἔστιν ἐροῦσι τρόπος οὑτοσὶ τοῦ τελείως ἁγιάζεσθαι δεῖν τὸ ἁγιάζεσθαι πεφυκός, τί μὴ καὶ ἡμεῖς τὸ Πνεῦμα δεχόμενοι μετακεχωρήκαμεν εἰς αὐτό, ὡς ἐκεῖνο μὲν ἐν ἡμῖν, ἡμᾶς δὲ αὖ κατοικεῖν ἐν αὐτῷ; Εἰ δὲ θορυβεῖ ἐν τούτοις τὸ λίαν ἀπρεπές– τὸ Πνεῦμα γὰρ ἐν ἡμῖν, καὶ οὐχ ἡμεῖς ἐν αὐτῷ κατὰ φύσιν–, πῶς οὐχ ἑώλοις ἐπινήχονται λογισμοῖς, οὐχὶ τῇ ταὐτότητι τῆς οὐσίας ἀπονέμεσθαι δεῖν οἰόμενοι τὸ ἐν Πατρὶ μὲν Υἱόν, Πατέρα δὲ αὖ καταγράφειν ἐν Υἱῷ, ἀλλ' ἐν μοίρᾳ τῶν θύραθεν καὶ συμβεβηκότων ἀγαθῶν ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα 491 διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι; Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ διὰ τοῦ Πνεύματος ἐν τοῖς ἑλοῦσιν ἐνεργουμένῃ, πρὸς υἱότητα διαμορφούμεθα, πρὸς δόξαν ὥσπερ ἰδίαν ἀναπλάτ τοντος ἡμᾶς τοῦ Υἱοῦ καὶ τοὺς τῆς ἰδίας μορφῆς χαρακτῆρας ἐνσημαινομένου καὶ οἱονεί πως ἐγγράφοντος ταῖς τῶν δεχο μένων ψυχαῖς; {Β.} Καὶ πάνυ. {Α.} Ἀνακείσεται δὴ οὖν ὡς ἐνέργεια φυσικὴ τὸ υἱοποιεῖν δύνασθαι τῷ Υἱῷ, καὶ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, καλῶς τε καὶ ἀμωμήτως ἔχειν ἢ ἐπείπερ ἐστὶν Υἱός; {Β.} Ἔστω. Τί δὴ οὖν ἐντεῦθεν; {Α.} Ὅτι τὴν Πατρὸς ἐνοίκησιν κατά γε τὸν εἰκότα καὶ ἀκριβῆ λογισμὸν οὐχ ἑτερουργὸν εἶναι δώσομεν, ἐπιτε λεῖσθαι δὲ οὕτως ὡς ἂν νοοῖτο καὶ ἐφ' Υἱοῦ τὸ δι' αὐτοῦ πληρούμενον. Πατέρα γὰρ πάντως καὶ οὖχ Υἱὸν διαδείξειεν ἂν ὁ Πατὴρ τὸν ἐν ᾧπερ ἂν ἕλοιτο κατοικεῖν καὶ εἰς ἰδίαν αὐτὸν εἰκόνα διαμορφοῦν. {Β.} Ἆρ' οὖν, εἰπέ μοι, τὸν θεῖον ἐν ἡμῖν ἐξεικονισμόν, ὃν ἡ τοῦ ἀνθρώπου φύσις καταπλουτῆσαι λέγεται– πεποίηται γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ–, πρὸς μόνην ἐμφέρειαν τὴν εἰς Υἱὸν εἶναι δώσομεν, ἢ καὶ εἰς τοῦτο συνεισδεξόμεθα τῷ Υἱῷ τὸν Πατέρα, καὶ πρὸς ὅλην ἐροῦμεν τὴν θείαν ἡμᾶς μεμορφῶσθαι φύσιν, καίτοι χρηματίζοντας υἱοὺς καὶ τεταγμένους ἐν τέκνοις; {Α.} Εἶτα, ὦ φιλότης, οὐκ οἴει χρῆναι νοεῖν ὡς ὁ σύμπας ἡμῖν τῆς πίστεως ἔν γε τουτῳῒ λόγος εἰς μίαν μὲν βλέπει θεότητος φύσιν, τὴν ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, αἳ σύμμορφοι καὶ ταὐτοειδεῖς ἀλλήλαις εἰς ἕν τι τὸ ἀνωτάτω συνθέουσι κάλλος, πρὸς ὃ καὶ ἡμεῖς μεμορφώμεθα, κατὰ τὰς Γραφάς, κατεσφραγίσμεθα δὲ πρὸς υἱότητα δι' Υἱοῦ ἐν Πνεύματι; Εἴη γὰρ ἂν εἰκὼν Υἱοῦ μὲν υἱότης, Πατρὸς δὲ πατρότης· οὐκοῦν υἱοὶ δι' Υἱόν, εἰκὼν δὲ Θεοῦ καὶ ὁμοίωσις ἡμεῖς, πρὸς ὅλην οὕτω τὸ ἐν ἀρχαῖς πεπλαστουργημένοι τὴν φύσιν, δῆλον δὲ ὅτι τὴν ἀνωτάτω. {Β.} Εὖ λέγεις. {Α.} Ἀδολεσχία τοιγαροῦν, τὸ τελοῦν εἰς ὄνησιν οὐδὲν ἔχουσα παντελῶς, τὸ ὑπερτείνεσθαι φιλεῖν εἰς τὴν τοῦ πρέποντος ἐπέκεινα ζήτησιν. Χρῆμα δὲ οἶμαι σοφὸν τὸ διασκέπτεσθαι καὶ φρονεῖν τὰ οἷσπερ ἂν ἕποιτο πάντη τε καὶ πάντως τὸ λυσιτελές. {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Ὕθλοι δὴ οὖν τὰ ἐκείνων, καὶ διερρίφθω μακρὰν πρὸς αὐτό που τὸ λοῖσθον ἥκοντα τῶν κακῶν. Ἥκιστα δὲ ἡμεῖς οἰηθείημεν ἄν ποτε νόθον μὲν εἶναι Θεὸν καὶ ἀρτιφανῆ τὸν 492 Υἱόν, ἁγιάζεσθαί τε, ἤγουν εἰς υἱότητα διακεκλῆσθαι παρὰ Θεοῦ, καὶ δόξαν ἑλεῖν τὴν εἰσποίητον σὺν ἡμῖν, φύσεως δὲ μᾶλλον διακεκτῆσθαι νόμῳ τοῦθ' ὅπερ ἐστίν. Υἱοποιηθείη δ' ἂν οὔ τί που διὰ τοῦ ἰδίου Πνεύματος. Ὅτι γὰρ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός, ἀναμάθοι τις ἄν, καὶ λίαν ἀμογητί, αὐτοῦ μὲν λέγοντος·" Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;" Καὶ πάλιν·" Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Ὡδὶ δὲ καὶ Παύλου τοῖς πιστεύουσιν ἐπιστέλλοντος·" Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην." Τὸ τοίνυν ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ παντελῶς περὶ τὸν οὗπέρ ἐστιν, οὐκ εἰσκεκριμένον, οὔτε μὴν ἔξωθεν εἰσπεφοιτηκός, ἀλλ' οὐσιωδῶς ὑπάρχον αὐτοῦ, καὶ δι' αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Ἢ οὐκ ὀρθῶς σοι ταῦτα φάναι τε καὶ ἐννενοῆσθαι δοκῶ; {Β.} Παντάπασι μὲν οὖν. {Α.} Ὁ δὲ δὴ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Ἰωάννης, ὅταν εἰς μέσον ἥκῃ βοῶν περί τε Θεοῦ καὶ ἡμῶν·" Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν," πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφοίτηκεν ὁ Υἱός, εἴπερ ἐστὶν ὡς Θεὸς καὶ οὐχ ἕτερόν τι κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ; Καὶ πρός γε τούτῳ φημί, εἰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾧ τὴν τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ζωοποιεῖ τε καὶ ἁγιάζει φύσιν, ἴδιόν ἐστι καὶ τοῦ Υἱοῦ, τίς ἂν εἰς τοῦτο προήκοι χυδαιότητος λογισμῶν ὡς νοεῖν ἢ φράσαι τῆς πρὸς Πατέρα καὶ Θεὸν ὁμοουσιότητος ἐκπεφοιτηκέναι καὶ τελεῖν ἐν κτίσμασι, καὶ οὐχὶ τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα τῶν ταύτης ὅρων ἐξοίσει τε καὶ χαριεῖται τῇ κτίσει, ὡς ὁρᾶσθαι λοιπὸν τὸ παραλλάττον οὐδέν, ἰσομέτρως δὲ εἶναι λαμπρὰν κτίσιν τε καὶ φύσιν ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος; {Β.} Σφαλερὸν τὸ χρῆμα. Πῶς γὰρ οὔ; {Α.} Οὐκοῦν, ἐπειδήπερ τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ἐκλε 493 λαμπρυσμένον παρά γε τοῖς ἱεροῖς Γράμμασι καταθρήσαι τις ἂν εὖ μάλα τὸν Μονογενῆ, φέρε δή, φέρε, καὶ ἑτέρας ἐννοίας τοῖς εἰρημένοις ἐπισυλλέγοντες, τὸν ἀδρανῆ καὶ ἀπόπληκτον τῶν δι' ἐναντίας ἐκπολιορκῶμεν λόγον, καὶ παραθῶμεν εἰς μέσον τὰ δι' ὧν ἂν φαίνοιτο καὶ ἰσουργὸς καὶ ἰσοσθενὴς τῷ Θεῷ καὶ Πατρί, καὶ μὴν καὶ Θεός, οὐ τοῖς κατὰ χάριν εἰς τοῦτο ἠγμένοις ἐναρίθμιος ὤν, οὔτε μὴν εὐκλείαις ταῖς ἔξωθεν κατηγλαϊσμένος, ἀληθινὸς δὲ μᾶλλον, καὶ τὸ κατά τι γοῦν ὅλως μειονεκτεῖσθαι φυγὼν τῆς τοῦ τεκόντος ὑπεροχῆς, ἧσπερ ἀνέχειν νοοῖτο κατὰ παντὸς γενητοῦ. {Β.} Ὡς πολλοῦ γε, ὦ τᾶν, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον φαίην ἂν ἔγωγε τουτί. {Α.} Οἴει δὴ οὖν, ὦ ἑταῖρε, μετεῖναί τινι τῶν κεκλημένων εἰς ὕπαρξιν τὸ ἐνεργεῖν δύνασθαι καὶ διαπεραίνειν εὐκόλως ἅπερ ἂν αὐτὴ καὶ μόνη κατορθώσειεν ἥ γε τῶν ὅλων κατάρ χουσα φύσις; {Β.} Οὐδενί. {Α.} Ὀρθῶς ἔφης. Ἀνάπτει δὴ οὖν ὁ ἱερώτατος Παῦλος ὡς ὑπερφυὲς καὶ ἐξαίρετον καὶ τοὺς ὅρους ὑπερτρέχον παντός, οἶμαι, τοῦ πεποιημένου τῷ Θεῷ καὶ Πατρὶ τὸ ζωογονεῖν δύνασθαι τοὺς νεκρούς. Ἔφη δὲ οὕτως·" Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα." Ἴθι δὴ οὖν καὶ ἐπ' αὐτήν, εἰ δοκεῖ, τὴν τοῦ Υἱοῦ δόξαν. Ἥκιστα μὲν γὰρ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἰσομέτροις δὲ μᾶλλον ταῖς ἐνεργείαις κατεστεμμένον κατόψει δὴ πάλιν. Ὁ αὐτὸς γὰρ ἡμῖν ἔφη Παῦλος·" Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ζωὴ γάρ ἐστιν, οὐχ ἑτεροίως ἔχων ἔν γε τοῖς καθ' ἑαυτὸν ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Διεπύθου γάρ που λέγοντος αὐτοῦ·" Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Τοιγάρτοι τὸ θεοπρεπὲς εἰς ἐνέργειαν μήνυσιν ἐναργῆ τῆς ἑαυτοῦ φύσεώς τε καὶ δόξης ἐποιεῖτο λέγων·" Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε." Ἦ γὰρ οὐχὶ διὰ τούτων ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἠξίου γνωρίζεσθαι; Ὡς εἴπερ τῳ φαίνοιτο προσὸν τὸ ἰσουργεῖν δύνασθαι τῷ Θεῷ, ἰσοκλεὴς 494 πάντως που καὶ ἕτερον οὐδὲν εἴη ἂν ἢ Θεός. Ἄγει γάρ, οἶμαι, πρὸς τοῦτο ἡμᾶς ὁ λόγος. {Β.} Ἔοικεν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἴσοις ἀπαραλ λάκτως ἐπαυχεῖν κατορθώμασι, μὴ οὐχὶ τῆς ἴσης μετα ποιούμενος δόξης. {Α.} Ἱεροῦ δὲ ἡμῖν ἐπιφωνοῦντος Γράμματος·" Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι κατα βαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔστι παραλ λαγὴ ἢ τροπῆς ἀποσκίασμα," πόθεν ἂν ᾠήθης αὐτὸς τὴν τῶν θείων ἡμῖν χαρισμάτων πράττεσθαι διανομήν; {Β.} Ἐκ Θεοῦ Πατρὸς δηλονότι. {Α.} Καὶ μὴν τοῖς ἁγίοις ἀποστόλοις ἐπ' ἐξουσίας ἐδίδου τὴν κατὰ πνευμάτων ἀκαθάρτων εὐσθένειαν ὁ Χριστός, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν, καὶ αὐτοῦ δύνασθαι καταθλεῖν θανάτου διεκελεύετο, θεοπρε πέστατα λέγων·" Ἀσθενοῦντας θεραπεύετε καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε." Διωμολόγηκέ τε καὶ μάλα σαφῶς ὁ θεσπέσιος ἡμῖν Ἰωάννης λέγων·" Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν." Δόσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερόν τι, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πλὴν ὅτι τοι τὸ μεταλαχεῖν ἁγίου Πνεύματος; {Β.} Οὐδαμῶς. {Α.} Ἄθρει δὴ οὖν καὶ διὰ τούτων ἡμῖν, ὦ φιλότης, ἐξ ἰδίου πληρώματος προϊέντα τὸν Υἱὸν τὸ ἴδιον αὐτοῦ καὶ ἀναποβλήτως ἐμπεφυκὸς ἅγιον Πνεῦμα, δι' οὗ πᾶσα δόσις ἀγαθή. Ἐπειδὴ γὰρ ἀνέβη ὁ καταλύσας τὴν φθορὰν καὶ τοῖς τοῦ θανάτου δεσμοῖς ἐρρῶσθαι φράσας, ἀνακομίζων ἡμᾶς εἰς ἁγιασμὸν καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους τοῖς ἀποστόλοις ἐντιθείς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν λέγων·" Λάβετε Πνεῦμα ἅγιον." Ἀλλ' εἴπερ ἐστὶν ἄνωθέν τε καὶ παρὰ Πατρὸς πᾶν δώρημα τέλειον, ἐνεργεῖ δὲ τὴν τούτων διανομὴν οὐ διακονικῶς ὁ Υἱός, ἐν ἐξουσίᾳ δὲ μᾶλλον τῇ θεοπρεπεῖ, κατὰ τίνα δὴ ἄρα λοιπὸν ἀφεστήξει τρόπον τοῦ μὴ εἶναι κατὰ φύσιν τοῦθ' ὅπερ ἐστὶν ὁ γεννήσας αὐτόν, ἀληθινὸς δηλονότι Θεός, καὶ οὐ νόθαις τισὶ καθάπερ ἐν πίνακι κατακεχρωσμένος τιμαῖς; {Β.} Κατ' οὐδένα, καθάπερ ἐγᾦμαι. {Α.} Ὁ δὲ δὴ τῆς πίστεως λόγος οὐκ ἂν διαρκέσαι πρὸς ἔνδειξιν τὴν τελεωτάτην τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱόν; {Β.} Πῶς φῄς; {Α.} Ὅτι Χριστῷ πιστεύοντες, πρόσιμεν οὕτω Θεῷ τῷ 495 κατὰ φύσιν καὶ ἀληθινῷ, καὶ τῆς πολυθέου πλάνης ἀπηλ λάγμεθα, τὸ κτίσει λατρεύειν ἐκβεβηκότες, καὶ τῆς ἐπὶ τούτῳ γραφῆς ἐλευθέραν ποιούμενοι τὴν προσκύνησιν. Καὶ γοῦν τοῖς κεκλημένοις διὰ τῆς πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁ σοφὸς γράφει Παῦλος πῇ μὲν ὅτι" Διὸ μνημο νεύετε ὑμεῖς, τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ." Καὶ ἑτέρωθι δὲ πάλιν φησίν·" Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;" Ἄθεοι δὲ εἴπερ ἦσαν οἱ δίχα Χριστοῦ, καὶ Θεὸν ἐπεγνώκασι λοιπὸν διὰ τοῦ προσήκασθαι τὴν πίστιν καὶ συγκατανεῦσαι λέγοντι τῷ Υἱῷ·" Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὅτι πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ," πῶς οὐκ ἂν νοοῖτο Θεός, οὐ ταῖς καταπλάστοις καὶ ἔξωθεν εὐφημίαις πρός τε ἡμῶν αὐτῶν καὶ ἀγγέλων τιμώμενος, ἀλλ' οὐσιωδῶς εἶναι πεπιστευμένος ὅπερ ἐστίν, ἀληθῶς Θεὸς δηλονότι καὶ ἐκ Θεοῦ κατὰ φύσιν; Τί γάρ, εἰπέ μοι, δοίης ἂν ἐννενοηκέναι τὸν Παῦλον, γεγραφότα περὶ αὐτοῦ καὶ λέγοντα·" Ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν· ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ Θεῷ." Ὅτε τοίνυν εἰ Χριστῷ τις ἴοι πρὸς καταλλαγήν, Θεῷ καταλ λάσσεται, καὶ ἐν Χριστῷ τὴν σύμβασιν κόσμος ἔχει πρὸς Θεόν. Ἆρ' οὐκ ἂν γελῷτο, καὶ σφόδρα εἰκότως, τὸ δεῖν οἴεσθαι τῆς τοῦ Πατρὸς οὐσίας ἀπολισθεῖν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ ἐν αὐτῷ Λόγον; {Β.} Παντελῶς. {Α.} Τὸ δὲ δὴ χρῆναι κατάρχειν τῶν ὅλων καὶ τὸ ἐκπρεπὲς ἐν ὑπεροχῇ κατὰ παντὸς τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, ἀναθείης ἂν ὅτῳ μάλιστα τῶν ὄντων, καὶ οὐκ ἂν ἁμάρτοις λογισμοῦ τοῦ καθήκοντος; {Β.} Θεῷ δηλονότι. Ψάλλει γάρ που Δαβίδ·" Ὅτι τὰ σύμπαντα δοῦλα σά." Καὶ μὴν ὅτι·" Δεῦτε, προσκυνή σωμεν καὶ προσπέσωμεν αὐτῷ, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς 496 καὶ οὐχ ἡμεῖς. Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ." {Α.} Εὖγε, ὦ ἑταῖρε· Θεὸς γὰρ ἡμῖν ἔν γε τουτοισὶ διαρρήδην ὁ ὑμνούμενος. Μέτεστι δὴ οὖν τῶν πεποιημένων οὐδενὶ τὸ ὡς ἐν ἰδίοις εἶναι τοῖς κτίσμασιν, ἤγουν ἑαυτοῦ τὰ ὄντα λέγειν καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἀποτολμᾶν. Ἢ εἴπερ ἕλοιτο τοῦτο δρᾶν τῇ τῆς βασιλείας δόξῃ μὴ κατεστεμμένος, οὐκ ἂν ὑπαίτιον εἶναι φήσομεν ἐγκλήματος καὶ γραφῆς; {Β.} Ὧδε ἔχει. {Α.} Εἶτα τί μαθὼν ὁ Υἱὸς οὔ τί που μᾶλλον ἔφη Πατρός, ἑαυτοῦ δὲ πρόβατα τοὺς πεπιστευκότας;" Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου." Ἀφῖχθαί γε μὴν" εἰς τὰ ἴδιά" φησιν αὐτὸν ὁ θεολόγος ἡμῖν Ἰωάννης, ἴδια λέγων αὐτοῦ τήν τε ἐπὶ γῆς ἀνθρωπότητα, καὶ πᾶν, οἶμαι, τὸ πεποιημένον. Ἐνεργεῖ δὲ καὶ εἰς ἡμᾶς τὴν Πατρὸς ἐνέργειαν οὐχ ὑπεσταλμένως, καὶ τὴν τῆς κυριότητος δόξαν οὐκ ὀθνείαν ἔχων ὁρᾶται, ποιεῖται δὲ μᾶλλον ἰδίαν τῇδέ τε ἔχειν ἀξιοῖ. Διαλεγόμενος γάρ που τοῖς συνθέουσί τε καὶ ἑπομένοις αὐτῷ μαθηταῖς·" Ὁ μὲν θερισμός, ἔφη, πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ." Ἀλλὰ τὴν τῶν ἀμώντων ἀνάδειξιν, καίτοι τοῖς τοῦ Πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων ὡς ἐξαίρετον. Αὐτοῦ δὲ εἶναι τὴν ἅλω καὶ ὁ σοφὸς Ἰωάννης διισχυρίσατο λέγων·" Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ." Καὶ πρός γε τούτοις, αὐτῷ τοὺς πεπιστευκότας ὡς Δεσπότῃ καὶ Θεῷ καταγράφει λέγων ὁ Παῦλός ποτε μέν·" Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Ποτὲ δὲ αὖ·" Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·" καίτοι Θεῷ λέγοντός τινος, μᾶλλον δὲ ἁγίου παντός·" Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Ἆρ' οὖν ἔσθ' ὅπως οἵπερ ἂν, ἴδιοι νοοῖντο τοῦ Πατρὸς, εἶεν ἂν οὗτοι Χριστοῦ κατὰ τὸν ἴσον τρόπον μὴ οὐχὶ συνεισδουμένης εἰς ἑνότητα τῆς ἀμφοῖν οὐσίας; {Β.} Οὔ φημι. Θεὸς γὰρ εἷς ἐφ' ἡμᾶς καὶ Κύριος εἷς. Διήκοι δ' ἂν ἐπ' ἀμφοῖν οὐσιωδῶς ἑκάτερον. {Α.} Ἀληθὴς ὁ λόγος. Ἀνάπλεως γὰρ κυριότητος καὶ τῆς ἐπὶ τούτῳ δόξης μεμεστωμένος ὡς Θεὸς ὁ Πατήρ, καὶ 497 μὴν καὶ Θεὸς ὡς Κύριος ὁ Υἱός. Εἴη δ' ἂν οὔτε Θεὸς ὁ Πατὴρ τοῦ κυριεύειν δίχα, οὔτ' ἂν ἀληθῶς Κύριος ὁ Υἱὸς τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος ἐκμεμοχλευμένος. Τοιγάρτοι πρὸς ἀδιάσπαστον κοινωνίαν οἱονεί πως ἀνακιρνὰς τὰ ἀμφοῖν ὁ θεσπέσιος Παῦλος, ὁτὲ μὲν Θεοῦ τοῦ Πατρὸς ὁτὲ δὲ Χριστοῦ τὸ Εὐαγγέλιον εἶναί φησι. Βούλει, λέγωμεν τὰ ἐξ ἱερῶν ἑλόντες Γραμμάτων εἰς πληροφορίαν; {Β.} Καὶ μάλα. {Α.} Ἔφη τοίνυν·" Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ." Μετακομίζων δὲ ὥσπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπὶ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ νοούμενον Υἱόν, ἔφη πάλιν·" Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ." Ἀμφοῖν δὲ τοῖν ὀνομάτοιν τὴν δήλωσιν κατασφίγγων εἰς ἕν, διὰ τὴν ταὐτότητα τῆς οὐσίας·" Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ." Ἓν οὖν ἄρα τὸ Εὐαγγέλιον Χριστοῦ καὶ Θεοῦ, καὶ ὅσπερ ἂν γένοιτο περὶ Θεοῦ λόγος, οὑτοσὶ ἤδη πρέπων ἂν εἴη καὶ τῷ Υἱῷ. Εἰ δὲ δή τι τὸ μεσο λαβοῦν καὶ διιστῶν εἰς ἀνομοιότητα κατεφαίνετο τοῦ τεκόντος τὸ γεννηθέν, γένοιτ' ἂν ἤδη πως οὐχ ὁ αὐτὸς ἐπ' ἀμφοῖν ἔτι λόγος. Ἢ οὐκ ἀληθὲς εἶναι φῄς, ὦ Ἑρμεία; {Β.} Ἔγωγε. {Α.} Διεστήξει δὴ οὖν καὶ ἀποιχήσεταί ποι πρὸς τὸ ἑτεροίως ἔχον τὰ διηγήματα, καὶ οὐχ ὅπερ ἄν τις ὀρθῶς ἔχειν οἴοιτο τυχὸν περὶ Θεοῦ καὶ Πατρός, τοῦτό τοι διανοεῖσθαι προσήκοι ἂν καὶ περὶ Υἱοῦ. Ἓν οὖν ἄρα πῶς ἂν εἴη τὸ ἀμφοῖν Εὐαγγέλιον, προήκοι δ' ἂν ὅπως διὰ τῶν αὐτῶν ἡμῖν ἀπα ραλλάκτως διηγημάτων, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καὶ οὐχὶ δὴ μᾶλλον καταπλανήσειεν ἂν τὸν μυσταγω γούμενον, ἢ γοῦν σαγηνεύσει πρὸς ἀληθείας ἐπίγνωσιν; {Β.} Ἀληθές. {Α.} Ὁ δὲ τὸ τοῦ Θεοῦ μυστήριον, τουτέστι τὴν ἐπ' αὐτῷ πίστιν, τοῖς οὔπω μαθοῦσιν ἱερουργῶν, πῶς ἂν λέγοιτο Χριστοῦ λειτουργὸς καὶ Χριστὸν διακηρύξῃ, Θεῷ τὴν δόξαν πραγματευόμενος καὶ Θεοῦ μὲν διάκονον ἑαυτὸν ἀποκαλῶν;" Ἐν παντὶ γάρ, ἔφη, συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διά κονοι." Ἐτέρωθι δέ που περί τινων·" Διάκονοι Χριστοῦ 498 εἰσι; παραφρονῶν λέγω, ὑπὲρ ἐγώ." Ἆρ' οὖν ἐστί τις ὡς ἔν γε τουτοισὶ λόγος, πρὸς ἀνομοιότητα φυσικὴν διιστὰς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν; {Β.} Οὐκ ἔχω νοεῖν. {Α.} Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν εἶναι τὸν Υἱόν, Θεοῦ μὲν εἶναι τὴν Ἐκκλησίαν, Χριστοῦ δὲ αὖ πάλιν ἀνακεκραγότων αὐτὴν τῶν ἱερῶν Γραμμάτων. Ἔφη γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος·" Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησι καὶ τῇἘκκλησίᾳ τοῦ Θεοῦ." Ἑαυτῷ δὲ πάλιν παραστῆσαι τὴν Ἐκκλησίαν ἄσπιλόν τε καὶ ἀρρυτίδωτον διισχυρίσατο τὸν Υἱόν. Καὶ μὴν καὶ Θεοῦ λέγοντος δι' ἑνὸς τῶν προφητῶν κατοικήσειν τε καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, Χριστὸς ἐνοικεῖ, καὶ τὸ πάλαι τεθεσπισμένον ὡς Θεὸς ἐνεργεῖ." Πιστὸς μὲν γὰρ ἦν ὁ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, κατὰ τὸ γεγραμμένον, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς." {Β.} Τὸ ἀπεῖργον οὖν ἄρα παντελῶς οὐδὲν οἴεσθαί τε καὶ φρονεῖν ἀληθῶς ὡς ἐπείπερ ἡμῖν ἐξ αὐτῆς ἀνέφυ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱός, οὐχ ἕτερος ἂν νοοῖτο παρ' αὐτὸν ὑπάρχειν, ὅσον εἰς ταὐτότητα φυσικήν. {Α.} Εὖγε, ὦ φιλότης· ἐδόκει γὰρ ὀρθῶς ἔχειν τὸ τῇδε δοξάζειν καὶ τῷ μακαρίῳ Παύλῳ·" Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, φησί, τίς καθ' ἡμῶν; Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;". Εἴπερ οὖν ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱός, ἆρα ἂν ἐξοίχοιτο πρὸς ἀλλοτριότητα φυσικήν, ἐπινοηθείη δ' ἂν λόγος τὸ καταψέγεσθαι δεῖν οὐκ ἔχων, εἰς ὀθνειότητα διιστὰς καὶ ἀλλότριον ἀποφαίνων τό τινος ἴδιον, οὗπερ ἂν ἴδιον νοοῖτο καὶ λέγοιτο; {Β.} Οὐκ οἶμαι. {Α.} Τί δέ; Οὐχὶ μυρίους εἶναί φαμεν τοὺς εἰς υἱότητα κεκλημένους τὴν ὑπὸ Θεῷ; {Β.} Καὶ μάλα. Γέγραπται γάρ·" Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες." {Α.} Ἆρ' οὖν ἕνα τυχὸν ἢ δύο τῆς οὕτως ἀμέτρου πληθύος ἐξελών, κατατολμήσειεν ἄν τις ἰδίους υἱοὺς εἶναι λέγειν τοῦ Θεοῦ καὶ Πατρός, καὶ οὐκ ἂν ὄφλοι δίκην ἥνπερ ἄν τις ἐπαρτήσαι τυχὸν τοῖς παρασημαίνειν ἐθέλουσι τῆς ἀληθείας τὸ κάλλος; {Β.} Φαίην ἂν ἔγωγε· λέγεις γὰρ ὀρθῶς. {Α.} Εἰ δὲ δὴ βουλοίμην ἀναμαθεῖν ἀνθ' ὅτου μυρίοι μὲν ὅσοι διακέκληνται θεοὶ καὶ υἱοί, ἕρπει γε μὴν τὸ ἴδιον ἐφ' ἑνὸς κυρίως τε καὶ ἀληθῶς, τί ἂν ἔφης αὐτός; {Β.} Ἔφην ἄν, ὅτι, οἱ μὲν γὰρ εἰσπεποίηνται πρὸς υἱότητα