Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 499 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
499.1.1
φιλοτιμίας τῆς ἄνωθεν εὕρημά τε καὶ δῶρον τὴν ἐπὶ τῷδε κλῆσιν ἀποκερδαίνοντες· ὁ δέ ἐστιν οὐχ ὧδε ἔχων, ἀλλ' ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός, ἅτε δὴ καὶ σὺν αὐτῷ τὴν ἐπέκεινα πάντων ἀποτεμόμενος φύσιν. {Α.} Ἴδιον δὲ Θεοῦ φυσικῶς τὸ μὴ Θεὸς ἄρα, κτιστὸν δὲ μᾶλλον, ἢ πῶς; {Β.} Καὶ μὴν τοῦτο ἀμφίλογον οὐδαμῶς. Θεότης γὰρ πάντως ἴδιον Θεοῦ, καθάπερ ἀμέλει καὶ κτιστὸν κτίσεως. {Α.} Εἰ δὲ δή τις οἴοιτο κτιστὸν ἢ κτίσιν ἴδιον εἶναι Θεοῦ φυσικῶς, τὴν ἀντίστροφον ἰέναι τῷ λόγῳ τρίβον ἀσφαλὲς οἶμαί που. Κτίσεως γὰρ ἴδιον θεότητα λέγειν, τὸ λυποῦν οὐδέν· ἀλλ' ὧδε φρονεῖν οὐ θέμις. Συνωθούσης οὖν ἄρα τῆς τῶν λογισμῶν ἀτοπίας ἐπὶ τὸ χρῆναι νοεῖν ὀρθῶς, ἴδιος ἂν εἴη λοιπὸν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, οὐ τοῖς εἰσποιήτοις ἐπαριθμούμενος, ἀλλ' ὡς Θεὸς ἐκ Θεοῦ. Καὶ ἐπείπερ οὐ διάφορόν τε καὶ διεσχοινισμένον εἰς ὀθνειότητα φυσικὴν τὸν τοῦ πῶς εἶναι λόγον διεκληρώσατο τὰ ὅσαπερ ἂν εἰς ἓν καὶ ἀπαραλλάκτως ἀναδεσμοῖτο γένος τε καὶ εἶδος· εἷς γὰρ ἂν γένοιτο κατὰ παντὸς ἀνθρώπου λόγος τε καὶ ὅρος τῆς οὐσίας σημαντικός· οὐκ ἄρα Θεὸς ἑτεροφυὴς παρὰ τὸν ἐξ οὗ πέφηνεν ὁ Υἱός, Θεὸς δὲ μᾶλλον ἀληθινός· ἴδιος γὰρ ὠνόμασται Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς, καὶ πληθύος μὲν εἰσποιήτου διενεγκών, εἰς δὲ τὴν τοῦ ἑνός τε καὶ ἀληθῶς ἀναθρῴσκων δόξαν. {Β.} Εὖ λέγεις. {Α.} Τοιγάρτοι καὶ Γράμμα πάλιν ἡμῖν ἱερὸν οὐσιώδη τὴν ἕνωσιν ἀποσώζεσθαι δεῖν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα φησίν. Ἔχει γὰρ ὧδε·" Παντὸς γὰρ ἀνδρός, φησίν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός·" τό, οἶμαι, γνήσιον τῆς οὐσίας καὶ τὸ αὐτῆς ἐκπεφάνθαι κατ' ἀλήθειαν τὸν Υἱὸν διὰ τούτου σημαῖνον. {Β.} Πῶς λέγεις; {Α.} Βασανίζεσθαι γὰρ ὅλως οἴει χρῆναι πρὸς ἡμῶν τὸν ἐπὶ τῷδε λόγον; Τί τὸ ἄναντες καὶ κατασοβοῦν εἰς δυσχέρειαν ἐρομένῳ φράσον. {Β.} Φασὶ γὰρ μάλιστα τοῦτο ἐξοικιεῖν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος τὸν Υἱόν. {Α.} Τίνα δὴ τρόπον, ἆρα ἂν ἔχοις εἰπεῖν; {Β.} Καὶ μάλα. Εἰ γὰρ δὴ γυναικὸς μέν, φησίν, ὁ ἀνὴρ κεφαλὴ διάτοι τὸ πρὸς αὐτὴν ὁμοφυές τε καὶ ἐν οὐσίᾳ ταὐτόν, εἰ καὶ ἐν μοίρᾳ τυχὸν νοοῖτο τῇ κρείττονι– χρῆμα γὰρ τίμιον καὶ ἐν δόξῃ πλεονεκτοῦν ἐν σώματι κεφαλή– ἀνδρὸς δὲ ὠνόμασται Χριστὸς κεφαλή, σχέσεως δὲ δηλονότι φυσικῆς καλούσης αὐτὸν εἰς ἀγχιστείαν τοῖς κτίσμασι, καθάπερ ἀμέλει καὶ ἐπ' ἀνδρός τε καὶ γυναικός, πῶς 500 ἂν λέγοιτο Θεὸς ἔτι καὶ ἀληθινός, ἢ πῶς ἂν ἔχειν δύναιτο τὴν πρὸς Θεὸν Πατέρα ταὐτότητα φυσικήν, τοῖς ἐν γενέσει κατειλεγμένος, εἰ καὶ ἐν τάξει νοοῖτο τῆς κεφαλῆς; Ὑπερ κείσεται γάρ, φησί, τὸ τῆς κτίσεως μέτρον ὡς ἐν ὑπεροχῇ δόξης, ὁ Υἱός. {Α.} Βαβαὶ τῆς εὐροίας τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπω τάτων. Ὡς δεινὸς ἡμῖν καὶ οἷον κατὰ πρανοῦς ὁ παράσημος οὑτοσὶ τῶν δι' ἐναντίας διᾴττει λόγος. Ποίημα γὰρ ἐναργῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα δεδυσφήμηκεν Υἱόν. Ἀλλὰ τοῦδε μὲν πέρι διαληψόμεθα, καιρὸν ἀπονέμοντες ταῖς θεωρίαις τὸν πρέποντα, καὶ σχολαῖοι πάλιν εἰς τοῦτο καθέντες καὶ νοῦν τε καὶ γλῶτταν. Ὃ δὲ δὴ μάλιστα θαυ μάζειν ἔπεισιν ἐκεῖνό φημι· διημαρτήκασι γὰρ τῶν εἰς ὀρθότητα λογισμῶν οὐδὲν ἧττον ἢ πάλαι καὶ νῦν, ὡς ἔοικεν, οἱ πρὸς πᾶσαν ἀμαθίαν εὔκολοι. Ἀνδρὸς μὲν γὰρ εἴρηται κεφαλὴ Χριστὸς διὰ τὸ ἐν σχέσει φυσικῇ συναφές· ἐξαρνή σομαι γὰρ οὔ τί που τό γε ὡς ἄριστά τε καὶ ὀρθῶς εἰρημένον. Ἐπειδὴ δὲ Χριστοῦ κεφαλὴ τέθειται Θεός, τί τὸ ἀντι στατοῦν, ὦ γενναῖοι, φαίη τις ἂν αὐτοῖς, ἢ τί τὸ ἀπεῖργον ἐννοεῖν ὡς, εἴπερ ἐστὶν ὁμογενὴς τοῖς κτίσμασιν ὁ Υἱὸς ἐπείπερ ἀνδρὸς εἴρηται κεφαλή, καὶ αὐτὸν ἤδη κατακομίζειν ἀποτολμᾶν ἐν γενητοῖς τὸν Πατέρα; Κεφαλὴ γὰρ τέθειται τῷ Υἱῷ, καίτοι κτιστῷ καὶ πεποιημένῳ καθ' ὑμᾶς ὑπάρχοντι. Δοκεῖ γὰρ οἴεσθαι ταυτὶ καλῶς τε καὶ ἀμωμήτως ἔχειν παραληρεῖν ᾑρημένοις, ἀλλ', οἶμαι, τῆς δυσφημίας τὸν ὄγκον καταναρκήσειν αὐτούς, καίτοι λίαν ἀπεσκληκότας καὶ τοῖς οὕτως ἀναγκαίοις μειρακιωδῶς ἐναθύροντας. Φέρε δὴ οὖν, ταυτὶ διωθούμενοι καὶ μεθέντες εἰς ὄρος ἢ διαρριπτοῦντες εἰς κῦμα, καταλογιζώμεθά τι τῶν ἐπιεικεστέρων. Κεφαλὴν μὲν γὰρ γυναικὸς τὸν ἄνδρα φαμέν, ἐπείπερ ἐξ αὐτοῦ πέφηνεν ἐν ἀρχαῖς καὶ διεμορφώθη πρὸς τὴν ἀνδρὸς εἰκόνα, Θεὸν τὸ ἀρχέτυπον ἔχοντος– πεποίηται γὰρ οὕτω, κατὰ τὰς Γραφάς. Ὁριζόμεθα δὲ κεφαλὴν ἀνδρὸς εἶναι Χριστόν, ὡς ῥίζαν τοῦ γένους δευτέραν καὶ ἀπαρχὴν ἀνθρωπότητος ἀναθρῳσκούσης εἰς ἀφθαρσίαν δι' ἁγιασμοῦ ἐν Πνεύματι. Ὄνομα δὲ Χριστῷ δεύτερος Ἀδὰμ καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ' ἢ τοῦδέ τε καὶ μόνου. Χριστοῦ γε μὴν εἶναι κεφαλὴν τὸν Πατέρα διακεισόμεθα καὶ πιστεύσομεν ὡς ὁμοούσιον αὐτῷ καὶ συναφῆ φυσικῶς, καθὸ νοεῖται καὶ ἔστι Θεός, εἰ καὶ πέφηνεν ἐν σαρκὶ καὶ γέγονε καθ' ἡμᾶς. 501 Μεθόριον δὲ ὥσπερ τι θεότητός τε καὶ ἀνθρωπότητος ὁ Χριστός, τὴν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων εἰς ταὐτότητα συνδρομὴν καθ' ἕνωσιν οἰκονομικήν, ἀστιβῆ μὲν νῷ καὶ ἀνέμβατον, γλώττῃ δὲ καὶ λόγοις οὐκ ἐγνωσμένην. Θεὸς γὰρ ἅμα καὶ ἄνθρωπος ὁ Χριστός, πηγὴν μὲν ὥσπερ καὶ ῥίζαν τῆς ἰδίας ὑποστάσεως Πατέρα ἔχων τὸν ἐν οὐρανοῖς, συνάναρχόν τε καὶ συναΐδιον, καὶ οὐ προτερεύοντα κατὰ χρόνον, εἴπερ ἀνάγκη συνυ φεστάναι τῇ κεφαλῇ τὸν οὗπερ ἂν λέγοιτο κεφαλή, ἐξημμένος δὲ κατὰ σάρκα καὶ τῆς πρὸς ἡμᾶς σχέσεως φυσικῆς. Ὅτε τοίνυν Χριστοῦ Θεὸς κεφαλὴ νοεῖταί τε καὶ ἔστιν οὐ διεψευσμένως, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινὸς ὁ ῥίζαν ἔχων θεότητα τὴν ἀληθινὴν καὶ οὐσιωδῶς ἐξημμένος τοῦ γεγεννη κότος; Ὁμοφυᾶ γάρ πως τῷ λοιπῷ νοεῖσθαι σώματι τὴν κεφαλὴν ἀναγκαῖον. Εἰ δὲ δὴ χρῆναι νομίζουσι τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὅρων ἀπολισθεῖν καὶ εἰς τὸ τῶν ποιημάτων καθικνεῖσθαι μέτρον, ἀκουόντων ἐναργῶς·" Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν." {Β.} Ἄριστα ἔφης. {Α.} Ἐμβροντησίας γὰρ ἀληθῶς τῆς ἐσχάτης καὶ τῆς ἄγαν ἠλιθιότητος ἀπόδειξις ἐναργὴς κατατεθηπέναι μὲν τὸ φυτόν, ὡς ἄριστόν τε εἴη καὶ εὐγενές, ἑτεροφυᾶ δὲ ὥσπερ ἀπονέμειν αὐτῷ τὸν καρπόν. Θεὸς γάρ που πάντως τέξεται Θεόν, ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς; {Β.} Ἔγωγέ φημι. {Α.} Πῶς γὰρ οὐ Θεός, καὶ τοῦτο ἀληθινός, ὁ ἐν ᾧ καὶ μόνῳ γνοίη τις ἂν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθῶς τὸν Πατέρα; Γράφει γὰρ ὡδὶ τοῖς πεπιστευκόσιν ὁ Παῦλος·" Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ." Ὅτε τοίνυν ἐν Χριστῷ πέφηνεν ἡ ὀσμὴ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν αὐτῷ γινώσκεται, πῶς δὴ ἄρα καὶ τοῦτο διαπεραίνεσθαι δεῖν ὑποτοπητέον; Φύεται μὲν γὰρ ἔν τε λειμῶσι καὶ κήποις τὰ ἐξ ὡρῶν, μῆλον δὲ ἔστω ταυτὶ καὶ κρῖνον. Ἆρ' οὖν, ὦ ἑταῖρε, μήλῳ μὲν ἐφιζήσειεν ἂν φυσικῶς ἡ κρίνου τυχὸν ὀσμή, κρίνῳ δὲ αὖ τὸ μῆλον ἐκδανείσειε τὴν οἰκείαν, ἔσται δὲ ἐν ἀμφοῖν εἰσάπαν ἐκκεκριμένως τὸ ἑκατέρῳ προσόν; {Β.} Οὐδαμῶς, ἐκδώσει γὰρ πάντως τὸ οἰκεῖον ἑκάτερον. {Α.} Πῶς οὖν ἂν εἴη τῆς τοῦ Θεοῦ καὶ Πατρὸς γνώσεως 502 ἀληθοῦς εὐωδία Χριστὸς εἰ μὴ τῆς ἀληθοῦς θεότητος ἐκφύναι πιστεύοιτο; Δέδεικται γὰρ ὅτι τὴν οἰκείαν ἕκαστον οἱονεί πως ἀπόζει φύσιν· θεότητος δὲ τῆς κατὰ φύσιν ὀσμὴ πῶς ἂν γένοιτο διὰ κτίσματος καὶ φύσεως ἑτεροειδοῦς ἢ ὥσπερ ἂν ἔχοι Θεός; Ὥσπερ γὰρ οὐκ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, τὴν τῆς θεότητος εὐωδίαν τῇ τῶν γενητῶν ἐνεῖναι φύσει, κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστιν, οὕτως οὐκ ἂν τῇ ἀγεννήτῳ καὶ ὑπὲρ πάντα θεότητι δυσγενῆ τε καὶ ἑτεροφυᾶ τὴν ἀπ' αὐτῆς ἀπόδοσιν ὡς ἐν ὀσμῆς τάξει προσ άψειε τὸν Υἱόν. Ἐκπέφυκε γὰρ ἀπορρήτως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενής, ὅλην ἡμῖν εὐωδιάζων ἐν ἑαυτῷ τοῦ τεκόντος τὴν φύσιν. Τοιγάρτοι καὶ πρὸς αὐτὸν ὡς ἐν προσώπῳ τῆς νύμφης ἡ ἐξ ἐθνῶν Ἐκκλησία φησί·" Μῦρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε." Δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὸ εὐῶδες τῆς γνώσεως τοῦ Πατρὸς εἰσδεδέγμεθά τε καὶ πεπλου τήκαμεν. {Β.} Σύμφημι. Δοκεῖς γὰρ ὀρθῶς φράσαι τε ἅμα καὶ κατεσκέφθαι ταυτί. {Α.} Εἴη δ' ἂν καὶ ἑτέρως οὐκ ἀσυμφανὲς ὅτι καὶ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ πέφηνεν ὁ Υἱός, εἰ καὶ τῇδέ πῃ τὸν ἐπ' αὐτῷ καταθρήσαιμεν λόγον. {Β.} Τίνα φῂς τρόπον; {Α.} Πρέποι ἄν, εἰπέ μοι, τῶν ὄντων τινὶ διανέμειν δύνασθαι τὰ ὅσαπερ ἂν ἡ θεία τε καὶ μόνη χαρίσαιτο φύσις; {Β.} Παντάπασι μὲν οὖν. {Α.} Οὐκοῦν ἐν ὑψώμασι τοῖς ἀνωτάτω καὶ ἐν τοῖς εἰς λῆξιν ἥκουσι δόξης τῆς θεοπρεποῦς εἴη ἂν καὶ σφόδρα εἰκότως ὁ ᾧπερ ἂν ὁρῷτο προσὸν τὸ διαπεραίνειν δύνασθαι ταυτί; {Β.} Πῶς γὰρ οὔ; {Α.} Εἰρήνη τοίνυν θεόσδοτον ἀγαθὸν καὶ ξένιον οὐρανοῦ καὶ ἐκ μόνων ἧκον ἡμῖν τῶν θείων διανευμάτων. Ποιήσομαι δὲ τοῦ λόγου συλλήπτορα τὸν προφήτην Ἡσαΐαν διακε κραγότα καὶ λέγοντα·" Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν·" ὡς ἔν γε τῷ τὴν εἰρήνην ἑλεῖν, μετόν, οἶμαί που, παντὸς ἀπόνασθαι καλοῦ τοῖς γε ὅλως εἰρηκόσι. {Β.} Μέτεστι γὰρ οὖν. {Α.} Ἐνεργείας οὖν ἄρα τῆς ἄνωθεν ἡ εἰρήνη καρπὸς καὶ ξένιον ἀληθῶς, καθάπερ ἔφην ἀρτίως, οὐδενὸς μὲν τῶν πεποιημένων, Θεοῦ δὲ μόνου τοῦ κατὰ φύσιν. Τὸν γάρ τοι διδόντα μόνον ἔφη Θεὸν εἰδέναι, καὶ ἐπ' αὐτῷ μηδένα. {Β.} Ἀληθές. {Α.} Ἄθρει δὴ οὖν χορηγόν τε ἅμα καὶ πρύτανιν ὧνπερ ἂν ἡμῖν ἐπιδοίη Θεὸς ὁ Πατὴρ τὸν ἐξ αὐτοῦ πεφηνότα 503 Λόγον. Ἔφη γάρ που τοῖς ἁγίοις μαθηταῖς·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Ἴδιον δὲ τὴν εἰρήνην ἀγαθὸν εἶναί φησι, θεόσδοτον γὰρ τὸ χρῆμα καὶ οὐχ ἑτέρως. Καὶ πρός γε τούτῳ φησὶν ὁ θεσπέσιος Παῦλος·" Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." Ὁ δὲ τῷ Θεῷ καὶ Πατρὶ συγχορηγός τε καὶ δοτὴρ καὶ διὰ τῆς ἴσης ἀπαραλλάκτως φιλοτιμίας τε ἅμα καὶ μεγαλοπρεπείας ἰών, πῶς ἄν, εἰπέ μοι, τῆς θεοπρεποῦς μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννη κότι; {Β.} Ὀρθῶς ἔχει. {Α.} Ἴθι δὲ δὴ καὶ ἐπ' ἐκεῖνο αὖ. {Β.} Τὸ ποῖον τί φῄς; {Α.} Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ' αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ' Υἱῷ χρησμῳδούμενον; {Β.} Καὶ τί δὴ τοῦτό ἐστιν; {Α.} Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός·" Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν– ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας– ὅτι οὐ ψεύδομαι." Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀνα πλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον·" Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγί ζοντος τοῦ Ἀμήν. Ἆρ' ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι' ἐναντίας; {Β.} Οὐδαμῶς· ἔχοι δ' ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα.

Intertext edge

Open linked passage

Note