De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
504.1.1
{Α.} Τὸν δὴ Θεὸν ἐκ Θεοῦ κατὰ τὴν ἄρρητον πεφηνότα γέννησιν, ἆρ' ἔσθ' ὅπως οὐκ ἐν Υἱοῦ μὲν δόξῃ τοῦ κατὰ φύσιν τιθείς, γενητὸν δέ τις καὶ πεποιημένον εἰπών, οὐκ ἂν ὄφλοι δίκην ἣν τοῖς εἰωθόσι κατακερτομεῖν τὴν τοῦ Θεοῦ δόξαν ἐπηρτῆσθαί φαμεν, ψηφηφορούσης ὡδὶ τῆς θεοπνεύστου Γραφῆς·" Ἄνθρωπος, ὃς ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται· ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω, λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα ἡ συναγωγή· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευ τάτω;" {Β.} Οὐκ ἂν οἶμαι διαδράναι τὸ μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς αὐτῷ πρεπούσαις ἁλῶναι δίκαις. {Α.} Ἄριστον οὖν, ὦ Ἑρμεία, τὸ μὴ ταῖς ἑτέρων ἀθυροστομίαις ἀναπτοεῖσθαι φιλεῖν, ἐπείτοι πρὸς νοῦν ἡμᾶς τὸν ἀδόκιμον ἀποφέρουσι, πίστεως δὲ κανόνα τὸν εὐθυτενῆ τε καὶ ἀδιάστροφον τοὺς τῶν θεηγόρων ποιεῖσθαι λόγους. Πρέποι γὰρ ἄν, οὐχ ἑτέροις μᾶλλον ἡμᾶς, ἢ ἐκείνοις αὐτοῖς ἐπικροτεῖν τε καὶ λέγειν·" Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." {Β.} Ὀρθότατα ἔφης. {Α.} Οὐκοῦν, ἥκιστα μὲν γενητόν, ἤγουν τὴν εἰς τὸ ἐκτίσθαι λαχόντα πάροδον, προσκυνεῖν ἐγνώκασι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καρπὸν δὲ εἶναί φασι τῆς τοῦ τεκόντος οὐσίας σύνδρομόν τε καὶ συναΐδιον, καὶ Υἱὸν ὀνομάζουσι καὶ Θεὸν ἀληθινὸν καὶ ζωὴν αἰώνιον. Καὶ γοῦν ὁ θεῖος ἡμῖν μυστα γωγὸς Ἰωάννης·" Καὶ οἴδαμεν, φησίν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος." Ἀλλ' εἴπερ ἐστίν, ὦ' γαθέ, καὶ Θεὸς ἀληθινὸς ὁ Υἱὸς καὶ ζωὴ αἰώνιος, διέδρα δὲ οὐχὶ τὸ εἶναι κτίσμα καὶ ποίημα, καίτοι τὴν οὕτως εὐκλεᾶ φύσιν ἀποτεμόμενος, 505 ἆρ' οὐχὶ καὶ αὐτὴν ἤδη πως καταλωβήσαιτ' ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν τὸ κατηγόρημα, παραποδίζοντος οὐδενός; {Β.} Τίνα τρόπον; {Α.} Οὐ γὰρ δὴ Θεὸς μὲν ἀληθινὸς κατωνόμασται καὶ αὐτός, ζωογονεῖ δὲ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων;" Ζῶμεν γὰρ ἐν αὐτῷ καὶ κινούμεθα καί ἐσμεν," ὥς που καὶ σοφὸς ἔφη λόγος. {Β.} Ἀληθές. {Α.} Ἴτω δὴ οὖν καὶ ἐπ' αὐτὸν ἀτεχνῶς, τῆς δυσφημίας ὁ λόγος, καὶ διακεκλήσθω γενητός· τὸ ἀπεῖργον γάρ, οἶμαί που, καὶ ἐμποδὼν οὐδέν, τῆς ἀληθοῦς θεότητος παθούσης ἅπαξ ἐν Υἱῷ τὸ τελεῖν ἐν γενητοῖς, καὶ τῆς αἰωνίου ζωῆς οὐκ οἶδ' ὅπως ἐκμεμοχλευμένης τοῦ εἶναι ζωῆς, καὶ τοῖς ἄλλοις κτίσμασιν ἀναμὶξ καθάπερ ἐξ ἀνάγκης εἰσδεδεγμένης ἐκμεμετρημένην χρόνῳ τὴν ὕπαρξιν. Τὸ γὰρ γενητὸν οὐκ ἄναρχον, οὔτε μὴν χρόνου παντὸς πρεσβύτερον. {Β.} Ὡς δεινόν γε, ὦ τᾶν, τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἀληθῶς ἡ τῆς δυσσεβείας γραφή. {Α.} Εὐδιάφυκτος μὲν οὖν· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσιν εὐκόλως ἀποφοιτᾶν, καὶ τὸν ὀλετῆρα καὶ φθόρον τῶν δι' ἐναντίας διωθεῖσθαι λόγον, τὸ χρῆναι νικᾶν ἀπονέμουσιν εὐσεβῶς ταῖς τῶν ἁγίων φωναῖς. Ποιητὴν μὲν γὰρ οὐδαμῶς τοῦ Μονογενοῦς, Πατέρα δὲ μᾶλλον γεννητικῶς κεχρησ μῳδήκασι τὸν Θεὸν οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς, παρὰ τοῦ τὴν ἰδίαν οὐκ ἠγνοηκότος φύσιν, φημὶ δὴ Χριστοῦ. Ἔφη γάρ που πρὸς αὐτούς·" Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Καὶ μὴν καὶ μυσταγωγοὺς ἀποφαίνων αὐτοὺς ἀπλανεῖς τε καὶ ἀληθεῖς," Πορευθέντες, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος." Ἔνθα δὲ Πατὴρ ἀληθῶς, καὶ γέννησις, καὶ μὴν καὶ Υἱός, οὐκ εἰσποιητὴν ἔχων τὴν τῆς υἱότητος δόξαν, ἀλλ' οὐσιώδη καὶ ἐκ Πατρός, ποῖον ἂν ἔχοι τόπον, ἡ ἐπὶ τῷ πεποιῆσθαι συκοφαντία; {Β.} Οὐδένα, καθάπερ ἐγᾦμαι. {Α.} Μὴ γὰρ δή τινες ὅλως τῶν ὀρθότητος ἐπιμελητῶν, εἰς τοῦτο ἡκόντων σκαιότητος λογισμῶν ὡς οἴεσθαι δεῖν ἡμᾶς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπωτάτω ποιεῖσθαι τὴν ἀπότεξιν, ἤτοι τὸ τῆς γεννήσεως χρῆμα, κατερυθριῶντας ἀμαθῶς μὴ ἄρα τι καὶ πάθοι τῶν ἀβουλήτων ἐφ' ἑαυτῇ, καὶ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπενεχθεῖσα κάμοι. Ἐπιφημίζουσι γὰρ τῶν ἀσυνέτων τινὲς ἀποτομὰς αὐτῇ, καὶ τὴν θρυλλουμένην ἀπορροήν, οἳ καὶ σφᾶς αὐτοὺς διαλε λήθασί πως τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, οἵ γε τὴν 506 ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων. Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπί δεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ' ἂν μᾶλλον ἁπτῇ τε καὶ παχείᾳ φύσει τὸ καὶ τοιούτοις τισὶν ἁλῶναι τυχόν. Εἰ λέγοιτο τοίνυν ἐπὶ Θεῷ τὸ" γεγέννηκε," διερρίφθω μὲν πάθους ὑποψία παντός, ἐπικρατείτω δὲ λογισμὸς τῇ τοῦ Θεοῦ φύσει προσάπτων τὰ πρεπωδέστερα. Ἀποτέξεται γὰρ οὐ καθ' ἡμᾶς, ἀλλ' ὡς ἂν εἰδείη καὶ πέφυκεν αὕτη. Τερθρεῖαι δὴ οὖν καὶ γραώδη δείματα τῶν ἑτεροδόξων αἱ σκήψεις. Ὑποπλαττόμενοι γὰρ τὸ ἐκδεδιέναι μὴ ἄρα τι καὶ πάθοι τεκοῦσα τυχὸν ἡ τοῦ Πατρὸς φύσις, τῶν ὅτι μάλιστα φανοτάτων αὐτὴν ἀποστεροῦσι γερῶν. Γεννήτορα γὰρ μᾶλλον ἢ ποιητὴν τοῦ Μονογενοῦς ὁμολογεῖσθαι δεῖν τὸν Πατέρα καὶ Θεὸν ἁπαστισοῦν, οἶμαι, σοφὸς ἀναπείσει λόγος. Εὐκλεέστερον γὰρ ἂν ἀποφήνειε μὲν ὡδί, ψῆφον δὲ αὐτῷ δικαίως ἀπονεμεῖ, τὴν ἐπὶ τοῖς ἄγαν ὑπερκειμένοις, εἴπερ ἀσυγκρίτως καὶ παρ' ἡμῖν αὐτοῖς ὑπερανεστήξει τε καὶ ὑπερκείσεται ποιουμένου παντὸς τὸ ἐξ ἡμῶν γεννώμενον. Εἰ δὴ ποιητὴς μὲν ἔσται Θεός, καὶ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν διακεκτήσεται δόξαν, εἴη δ' ἂν γεννήτωρ οὐκ ἔτι, καταφρίξαιμι μὲν ἂν τὸ παλίμφημόν τι καὶ ἀπηχὲς εἰπεῖν, ἐρῶ δ' οὖν ὅμως, οὔ τι που μάλα ἑκών, ὅτι τοῦ πάντων ἀρίστου καὶ διαφανεστέρου διωλίσθηκεν ἀληθῶς ἡ τοῦ Θεοῦ φύσις, εὐρυτέρα δέ πως εἰς εὐκλείας ἡ κτίσις, ᾗ μέτεστι μὲν τοῦ τεκταίνειν δύνασθαι καὶ δημιουργεῖν τὰ ἐκ διαφόρου τέχνης, συμπαρομαρτεῖ δὲ καὶ τὸ γεννᾶν, ὅπερ ἐστὶν ἐναργῶς θατέρου λαμπρότερον. {Β.} Εὖ λέγεις. {Α.} Υἱὸς οὖν ἡμῖν, ὦ Ἑρμεία, καὶ οὐ ποίημα τὸ ἐκ Θεοῦ πεφηνὸς κατὰ φύσιν καὶ οὐσιωδῶς γέννημα κατ' ἀλήθειαν, οὐ σοφίας εὕρημα καὶ τέχνης καρπός, τοῦτο γὰρ εἶναί φαμεν τὴν σύμπασαν κτίσιν. {Β.} Ὧδε ἔχει. {Α.} Τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης τὸ ἥκιστά γε ψευδοεπεῖν ἐπιψηφιεῖται, λέγων ἀναφανδὸν ὅτι·" Πολλὰ μὲν καὶ ἄλλα σημεῖα πεποίηκεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ." Ἀριστείοις δὲ τοῖς ἀνωτάτω καταχρυσοῖ τὸν ὧδε πεπιστευκότα. Γράφει γὰρ πάλιν· 507" Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;" Καὶ πρός γε τούτοις, ὦ τᾶν, αὐτὸς ὁ Υἱὸς κατατέθηπεν οὐ μικρῶς τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρός." Οὕτω γὰρ ἠγάπησε, φησίν, ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Καίτοι τί δήποτε κορωνίδος τρόπον τινὰ καὶ ὑστεροδόμιον τῶν ἰδίων ἡμῖν ἐποιήσατο συγγραμμάτων, τὸ χρῆναι πιστεύειν ὡς ἔστι Θεοῦ κατ' ἀλήθειαν Υἱὸς ὁ ἐνανθρωπήσας Λόγος, εἴπερ ἐστὶν οὐχ Υἱός; Καταθλήσει δὲ ὅπως τοῦ κόσμου παντὸς ὁ μὴ τὴν δόξαν ἑλὼν ὡς ἔστι ποίημα καὶ γενητός, ἀξιόληπτον ἀντίδοσιν τῶν οὕτως ὀρθῶς ἐγνωσμένων εὖ μάλα κεκερδακὼς τὸ νικῆσαι τὸν κόσμον; Εἰ μὲν γάρ ἐστιν οὐκ ἐπισφαλὲς εἰπεῖν ὅτι φρο νοῦντας διεστραμμένα καὶ τιμᾷ καὶ προσίεται Θεός, καὶ θείοις χαρίσμασι στεφανοῖ τῶν ὄντων τινάς, φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως, παντὸς ἀξιοῦσθαι λόγου καὶ γερῶν τοὺς ἥκιστα μὲν Υἱόν, κτίσμα δὲ καὶ γενητὸν ὑπάρχειν τὸν Μονογενῆ φληνάφως ὑπειληφότας, κἂν εἰ γεγεννῆσθαι λέγοιτο, καὶ Υἱὸς ὠνομάσθαι πρός τε αὐτοῦ τοῦ Πατρὸς καὶ ἁγίου παντός. Εἰ δὲ τοῦτο φράσαι μὲν οὐ θέμις, ἐννοεῖν δὲ δυσσεβές, ἀληθές που πάντως τὸ ἐναντίον. Στεφανοῖ γὰρ μόνους τῆς ἀληθείας τοὺς ἐραστὰς, καὶ διὰ τοῦτο πεπιστευκότας ὡς εἰς Υἱὸν ἀληθῶς, οὐκ εἰς ἔργον εὐτεχνίας· νόσημα γάρ τι δεινὸν καὶ ἀποπληξία τοῦτό γε. Ταύτῃ τοι μεμακαρίσθαι θεῖος ἡμῖν ἔφη λόγος τῶν ἁγίων ἀπο στόλων τὸν ἔκκριτον Πέτρον. Ἐπειδὴ γὰρ διεπυνθάνετο μὲν ὁ Σωτήρ, περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου, τό·" Τίνα δὴ εἶναί φασιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;" καί· Τίς ὁ θρύλλος ὁ ἐπ' αὐτῷ τὴν τῶν Ἰουδαίων διαπεφοίτηκε χώραν ἤτοι τὰς ὁμόρους τῇ Ἰουδαίᾳ πόλεις; τὰ μειρακιώδη καὶ ἀπρεπῆ δοξάρια τῶν ἀγελαίων ἀφείς, εὖ μάλα σοφῶς καὶ ἐπιστημόνως ἀνεκεκράγει λέγων·" Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος," καὶ τῆς ἀληθοῦς ἐπ' αὐτῷ διαλήψεως τὴν ἀντέκτισιν οὐκ εἰς μακρὰν ἐκομίζετο, Χριστοῦ λέγοντος·" Μακάριος εἶ, Σίμων Βὰρ Ἰῶνα, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκο δομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύ σουσιν αὐτῆς·" πέτραν, οἶμαι, παρωνύμως ἕτερον οὐδὲν ἢ τὴν ἀκατάσειστον καὶ ἑδραιοτάτην τοῦ μαθητοῦ πίστιν 508 ἀποκαλῶν, ἐφ' ᾗ καὶ ἀδιαπτώτως ἐρήρεισταί τε καὶ δια πέπηγεν ἡ Ἐκκλησία Χριστοῦ, καὶ αὐταῖς ἀνάλωτος ταῖς ᾅδου πύλαις εἰσαεὶ διαμένουσα. Πέτρου δὲ ἡ πίστις ὡς εἰς Υἱόν, οὐκ ἀπερισκέπτως ἐσχεδιασμένη καὶ ἐξ ἀνθρωπίνων νοημάτων ἀναπηγάζουσα, ἀλλ' ἐξ ἀπορρήτου μυσταγωγίας τῆς ἄνωθεν, διαδεικνύντος σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἴδιον Υἱόν, καὶ τὴν ἐπὶ τούτῳ πληροφορίαν ταῖς τῶν γνησίων ἐνιέντος ψυχαῖς. Ἥκιστα γὰρ ἂν διαψεύσαιτο Χριστὸς εἰπὼν ὅτι" Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος." Εἰ δὴ οὖν μακάριος Πέτρος καὶ τῶν οὕτως ὑπερφερεστάτων ἀξιοῦται γερῶν, Υἱὸν Θεοῦ ζῶντος διωμολογηκὼς αὐτόν, πῶς οὐ τρισάθλιοι καὶ ἀπερ ριμμένοι, καὶ τὸ τῷ Θεῷ καὶ Πατρὶ δοκοῦν καὶ εὖ ἔχον ὡς ἀληθῶς προχειρότατα καθυβρίζοντες, οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα κατασύροντες καὶ τὸ ζωῆς βλάστημα συναΐδιον ἐν τοῖς ἐπακτὸν ἔχουσι τὸ ζῆν ἀνοητότατα κατα λογιζόμενοι; Ἢ οὐκ ἀμαθεῖς οἱ τοιοίδε λίαν; {Β.} Παντάπασι μὲν οὖν. {Α.} Ἐπείτοι καὶ δόξαν ἔχοντες ἐφ' Υἱῷ καταβεβλημένην οὕτω καὶ σμικροπρεπῆ, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα, ἁλώσονται δὲ καὶ αὐτοῖς ἐπιθήγοντες τοῖς τῆς θεότητος ἀξιώμασι τὸ ἀπύλωτον στόμα. {Β.} Φράσειας ἂν ὅπως, ἕπομαι γὰρ οὔ τί που. {Α.} Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. Δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; {Β.} Καὶ πάνυ. {Α.} Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλο τεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς οὐσίας. {Β.} Τί οὖν τοῦτό γε; {Α.} Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψη κότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; {Β.} Συνίημι. {Α.} Οἶμαι δὲ ἔγωγε– καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ– ὡς οὐδ' ἂν ἀντάξιος 509 εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ' ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. {Β.} Εὖ λέγεις. {Α.} Προσθείην δ' ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι' ἑαυτῆς καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Διασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ' ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων Δεσπότου Θεοῦ·" Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου." Ἀλλ' ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί. Πῶς οὖν ἔτι ποίημα μεθ' ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς; Ἦ οὐχ ὧδε ἔχει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστι θέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι' ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδί νοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι' αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιή σεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; {Β.} Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ' ἂν καὶ λέγοιτο. {Α.} Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρ μοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ 510 πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; {Β.} Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς. {Α.} Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ·" Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε." Ἐρομένοις δὲ τῆς ἐπιπλή ξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων·" Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει." Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν. Οὐκοῦν καὶ συνυφε στάναι καὶ συναναιρεῖσθαι δι' ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι' ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι. Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ' ἂν εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον·" Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με;" Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός. Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι λοιπὸν" ἐν ὀνόματι τοῦ Πατρός;" Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός; Ὄνομα γὰρ ἔσθ' ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον·" Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολύς." Ἆρ' οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς" ἐν ὀνόματι τοῦ Πατρὸς" ἀναφανδὸν εἰρηκότος; {Β.} Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ἡ ἀλήθεια. {Α.} Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην. Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο· καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης·" Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής·" Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ 511 Πατρὸς τῶν φώτων." Ἥκει δὴ οὖν ἐκ Πατρὸς ἡμῖν ὡς ἀπὸ πηγῆς ὁ Υἱὸς καὶ ῥίζης ἐκπεφυκὼς τῆς ἀνωτάτω, τὴν ὅθεν ἐξέφυ λαμπρότητα διαδείκνυσιν ἐν ἑαυτῷ, τὸ ἐπάνω πάντων εἶναι λαχών, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Ἐπάνω δὲ πάντων ἔν γε δὴ τούτῳ μάλιστά φαμεν οὔ τί που κατὰ μόνην τὴν δόξαν οὔτε μὴν ταῖς κατ' εὔκλειαν ὑπεροχαῖς πλεονεκτοῦντα τὴν κτίσιν, ἀλλὰ τῷ τῆς οὐσίας ὑπερτάτῳ ὑπερανεστηκότα καὶ ὑπερανέχοντα τῶν ὅλων ὁμοῦ τῷ τεκόντι Πατρί. Εἰ δὲ ἐπάνω πάντων ἐστί, πῶς ἂν ἐν πᾶσι νοοῖτο; Κτίσμα γὰρ εἴπερ ἐστὶν ἀληθῶς, κτίσμασιν ἑτέροις συντετάξεται. Πῶς οὖν ἕτερος παρὰ πάντα καὶ ἐπάνω πάντων ἐστίν, εἰ μὴ διάλλοιτο φυσικῶς τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν; Ἢ τοπικοῖς ὑψώμασι τὴν ἀσώματον τοῦ Υἱοῦ φύσιν ἐκτετιμηκότες, οὐκ εἰκῆ ῥαψῳδήσομεν; {Β.} Πῶς φῄς; {Α.} Βούλει τὸ ἄνωθεν ὡς ἐκ τόπου λέγωμεν, ἀντινοουμένου πρὸς τὸ κάτω καὶ μετρητοῦ διαστήμασιν; {Β.} Εἶτα τί δράσομεν τὸν Υἱόν, εἴπερ ἐστὶν ἐν τόπῳ τοιούτῳ; Σωμάτων γὰρ ἴδιον τοῦτό γε. {Α.} Οὐκοῦν ἄριστά φαμεν, ὡς ἐκ Πατρὸς νοεῖσθαι τὸ ἄνωθεν. Τοιγάρτοι, καὶ ὑπὸ μόνου γνωρίζεται τοῦ Πατρὸς καὶ γνωρίζει μόνος τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν. Ἄποπτον γάρ τι χρῆμα καὶ οὐδενὶ τῶν ὄντων διεγνωσμένον ὅ τί ποτέ ἐστιν ἀληθῶς αὐτὴ καθ' ἑαυτὴν ἡ ἁνωτάτω φύσις. Ὅτι μὲν γὰρ ὑφέστηκέ τε καὶ ἔστι Θεός, πιστεύομεν· τί δὲ κατὰ φύσιν ἐστὶν ἀπηχὲς ἐρευνᾶν, ἐπεὶ μηδέ ἐστιν ἁλώσιμον. Νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ Θεοῦ φύσις. Εἶτα πῶς, εἴπερ ἐστὶν ἐκτισμένος καὶ γενητός, εἰδείη μὲν ἂν αὐτός τε καὶ μόνος τὸν Πατέρα, μόνος δὲ αὖ ὑπὸ μόνου γνωρίζοιτο τοῦ Πατρός; Καίτοι τὸ μὲν φύσιν εἰδέναι Θεοῦ παντὶ δήπου πάντως ἀνέφικτον γενητῷ, τὸ δὲ ἐξεπίστασθαί τι τῶν κεκλημένων εἰς γένεσιν ὅ τί ποτ' ἔστιν οὐκ ἂν ὑπερθρῴσκοι πάντα νοῦν, εἰ καὶ ἀνῴκισταί πως τοῦ καθ' ἡμᾶς. Οὐκοῦν εἰ μόνος αὐτὸς ἔγνωκε τὸν Πατέρα, καὶ αὖ ὑπὸ μόνου γινώσκεται τοῦ Πατρός, διαπέφευγεν εἰκότως τὴν ἐπὶ τῷ πεποιῆσθαι γραφήν τε καὶ δόξαν. Μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἀνωτάτω καὶ ἀπόρρητος φύσις, καὶ τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις ἀστιβὲς τὸ χρῆμα παντελῶς. {Β.} Ἀστιβὲς μὲν οὖν καὶ ἀνέμβατον, ἐπείτοι νοῦ παντὸς προσωτέρω Θεός. {Α.} Ἐκτίσθαι δὲ ὅλως πῶς ἂν καὶ λέγοιτο πρὸς ἡμῶν ὁ Υἱός, καίτοι διακεκραγότος ὡδὶ τοῦ σοφωτάτου Παύλου· 512" Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλ' ὑπὸ ἐπιτρό πους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν." Οὐκοῦν, ἀρρωστοῦντες μὲν ἔτι τὸ ἀμαθὲς καὶ τοῖς τῆς ἀρχαίας νηπιότητος αἰτιάμασι καθεστηκότες ἔνοχοι, τοῖς τοῦ κόσμου στοιχείοις ὑπενηνέγμεθα, τῇ κτίσει λελατρευκότες, καίτοι δέον ἀνάπτειν τὸ σέβας τῷ γε ἀληθῶς καὶ μόνῳ κατὰ φύσιν Θεῷ. Ἐπειδὴ δὲ ἡμῖν ἐπέλαμψεν ὁ Υἱός, τότε δή, τότε κρείττους τε καὶ προφερέστεροι τῆς ἐν νηπιότητι φρενὸς ἀναδεδειγμένοι καὶ εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, ἀπηλλάγμεθά που, καθάπερ ἐγῷμαι, συναινέσεις δὲ καὶ αὐτὸς οἶδ' ὅτι, τοῦ κατεζεῦχθαι στοιχείοις κοσμικοῖς. Τοῦτο γὰρ ἡμῖν ὁ ἱερὸς ἀρτίως διεσήμηνε λόγος, ὃν καὶ ὡς εἴη σοφός τε καὶ ἀληθὴς φαῖεν ἂν ἴσως οἷς ἂν ὀρθότη τος μέλοι· λαλεῖ γὰρ ἐν Χριστῷ μυστήρια. {Β.} Φαῖεν γὰρ ἄν. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, πᾶν εἴ τί φαμεν διακεκλῆσθαι πρὸς ὕπαρξιν τοῖς τοῦ πεποιηκότος νεύμασιν, οὐχὶ τοῖς τοῦ κόσμου στοιχείοις ἐναριθμητέον, ἢ καὶ ὡς μέρος τοῦ κόσμου τῷ παντὶ συντετάξεται; {Β.} Καὶ μάλα. {Α.} Λελυτρώμεθα δὲ πρὸς τελειότητα νοῦ καὶ φρενὸς ἱγμένοι, κιβδηλεύοντές τε τὸ ὑποκεῖσθαι θέλειν τοῖς τοῦ κόσμου στοιχείοις; {Β.} Οὕτω φημί. {Α.} Ἆρα τὴν εἰς Υἱὸν ὡς εἰς Υἱὸν ἀληθῶς παραδεδεγμένοι πίστιν, ἢ πῶς; {Β.} Οὕτως. {Α.} Οὐκοῦν ἀγένητος εἴη ἂν ὁ Μονογενής, ἵνα μὴ φαίνοιτο μὲν αὐτὸς μετὰ τῶν ἄλλων στοιχείων καὶ τελῶν ἐν κτίσμασι, νήπιοι δὲ ἡμεῖς καὶ αὐχημάτων ἔτι τῶν εἰς τελειότητα νοῦ τητώμενοι, εἰκαίοις τε λογισμοῖς πεφενακισμένοι μᾶλλον ἥπερ οὖν ἀληθῶς ἐλπίδα βεβαίαν καὶ γνῶσιν πεπλουτηκότες, δῆλον δὲ ὅτι τὴν εἰς Υἱόν. Τί γὰρ ὅλως ὀνήσειεν ἂν ἡμᾶς ὁ Μονογενής, καίτοι δι' ἡμᾶς γενόμενος ἄνθρωπος, εἰ μὴ τοῦ λατρεύειν τῇ κτίσει λελυτρώμεθα; Τὴν δὲ εἰς αὐτόν, εἰπέ μοι, προσηκάμενοι πίστιν ὡς εἰς Υἱόν, ἆρ' οὐ πεπλανή μεθα; {Β.} Ἔοικεν, εἴπερ ἐστὶ γενητός. {Α.} Τί δὲ, οὐκ ἀμείνων παραπολὺ τῆς διὰ Χριστοῦ παιδεύσεως ἡ διὰ Μωσέως, εἴπερ ἐστὶν ἀληθῶς εἰς ἕν τι 513 τῶν γενητῶν ἡ πίστις; Φαίην δ' ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν. Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ' ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμ μένων παραδεξαίμεθα λόγους. {Β.} Φράσαις ἂν ὅπως. {Α.} Ἀοκνότατά γε καὶ μάλα προθύμως. Φάθι δέ με ταυτὶ βεβουλῆσθαι λέγειν. {Β.} Τὰ ποῖα ἄττα φῄς; {Α.} Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος·" Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ πρός γε δὴ τούτοις·" Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω." Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων·" Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς." Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος· ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν. Ἀλλ' ἐκεῖνα μὲν ὁ νόμος· παρῆκται δὲ ὅποι τὰ καθ' ἡμᾶς, φέρε δὴ λέγωμεν. Παρῴχετο μὲν ὁ νόμος, ὡς ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ' ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημέ νον. Ἆρ' οὐ τρισάθλιοι μὲν ἡμεῖς, οἱ ἐν δοκήσει καὶ μοίρᾳ τῇ κρείττονι, πολλῷ δὲ ἀμείνους οἱ κατὰ τὸν νόμον Θεὸν τὸν ἕνα καὶ φύσει δεδιδαγμένοι προσκυνεῖν; Καὶ τό γε παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι' αὐτῆς πεπλανήμεθα καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμ πρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι. {Β.} Ὡς δριμὺς ὁ λόγος. {Α.} Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως. {Β.} Τὸ ποῖον; 514 {Α.}" Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν." Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου. {Β.} Ἐπυθόμην. {Α.} Βασανιστέον δὴ οὖν ἐφ' ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ. Ἆρ' ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν; {Β.} Εἰς ἀμείνω καὶ φανοτέραν. {Α.} Εὖγε, ὦ φιλότης· ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ. Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι' ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν." Νόμον γὰρ εἰς βοήθειαν δέδωκε," τῶν ἁγίων τις ἔφη. Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος; Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον φύσιν. {Β.} Ὀρθότατα ἔφης. Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι' ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; {Α.} Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυ τέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν. {Β.} Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; {Α.} Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ' αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει λόγος. {Β.} Οὐδαμῶς, φησί. Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ" Υἱοὺς ἐγέννησα καὶ ὕψωσα" φησίν. {Α.} Ἆρ' οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ' ἡμῶν ὁ Μονο γενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ' αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; {Β.} Οὕτω φασί. {Α.} Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν·" Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα;" Εἴρηται γὰρ πρωτότοκος 515 πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν. Καιροὶ γὰρ ἡμῖν καὶ μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων· ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ' οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ' αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή· κἂν οἴοιτό τις ἐκτεθνάναι κατ' ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους· εἰκαιομυθήσει δὲ ἄρα καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν. Πᾶν γὰρ ἤδη πως τὸ ἐπ' αὐτῷ πέφηνεν ἀδιάκριτον. {Β.} Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα. {Α.} Οὐ γάρ, ὦ' γαθέ, καὶ εἰς ἑτέραν αὐτοὺς ἀτοπίαν κατωθήσειεν ἂν καὶ μάλα νεανικῶς ὁ λόγος; {Β.} Εἰς τίνα δὴ φῄς; {Α.} Δασμολογοῦσί τινες, κατὰ νόμον εἰς τοῦτο τὸν διὰ Μωσέως ἱγμένοι καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν συλλέγουσιν ὑπὲρ δυεῖν κεφαλαῖν ἐξαιτοῦντες τὸ ἕν. Ἐπειδὴ δὲ τῷ Πέτρῳ προσῄεσαν– ἀναπυνθάνεσθαι γὰρ ἐδόκει, πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν–, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς·" Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;" Πέτρου δὲ εἰπόντος·" Ἐκ τῶν ἀλλο τρίων," ἔφη προστιθείς·" Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ." Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ' ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακε κράγει Δαβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν·" Ὅτι τὰ σύμπαντα δοῦλα σά." Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός, 516 ἀλλ' ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά. {Β.} Ἀληθές. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ' ἕτερόν τι μεταδρομὴν ποιοῖτ' ἂν εἰκότως. Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ' ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ' εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. {Β.} Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; {Α.} Οὐκοῦν, ἀκουόντων οἱ δι' ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι' ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ' Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι' αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον·" Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Τὸ γάρτοι ποιή σωμεν οὐχ ἑνί, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν. Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος," ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τετα πείνωκεν ἑαυτόν," ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως 517 μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν; Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος, ὡς Υἱὸς ἐκ Πατρός. Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ' ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς ἀποφήνας Θεοῦ. Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ· ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα. Τὸ γάρ τοι τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενό μενος καθ' ἡμᾶς, οὐ καθ' ἡμᾶς ἔσται ποθέν, τὸ ἴδιον ἀποβεβληκώς, ἀλλ' ἡμεῖς δι' αὐτὸν ὑπὲρ ἑαυτούς, τῇ τοῦ τιμῶντος χάριτι τὸ τῆς ἰδίας φύσεως ὑπερθρῴσκοντες μέτρον, καὶ πρὸς τὸ ἄνω καὶ ὑπερκείμενον ἀναθέοντες. {Β.} Πῶς ἔφης; {Α.} Ἢ γὰρ οὐχὶ Πνεύματος γεννητοὶ καὶ τέκνα Θεοῦ διακεκλήμεθα; {Β.} Ναί. {Α.} Τοιγάρτοι καὶ προστετάγμεθα πατέρα μὲν ἐπὶ γῆς ἀποκαλεῖν μηδένα, Θεῷ γε μὴν ὡς Πατρὶ τὰ καθ' ἑαυτοὺς προσνέμειν, διὰ τὸν ἐν ἡμῖν γεγονότα πρωτότοκον, καὶ οὐχ ἑτέρου του χάριν ἢ ἵνα καὶ ἡμεῖς δι' αὐτὸν υἱοί. Πρέποι γὰρ ἂν οὑτοσὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ ὁ σκοπός. Ποῦ γὰρ ἔτι σοφὸν τὸ Χριστοῦ μυστήριον εἰ πρό γε τῶν ἄλλων τὴν ἰδίαν αὐτὸς ἠδίκησε φύσιν, οὐδὲν ὀνήσας τὰ καθ' ἡμᾶς; Κατέθορε γὰρ εἰς τὸ εἶναι πρωτότοκος, ἵνα πολλοῖς συντάτ τηται, καίτοι τὸ ἕτερος εἶναι καὶ ἀμείνων κατὰ φύσιν, παρὰ τὰ οἷς ἂν συντάττοιτο, κατά γε τὸ ἐκείνοις δοκοῦν, οὐδαμόθεν ἔχων. {Β.} Ἀλλ' ὡς ἐν δόξῃ φησὶν οὐ μετρίως διενεγκὼν καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ συντεταγμένα νικῶν τῆς ὅλης κτίσεως καλεῖται πρωτότοκος. {Α.} Καὶ ποῦ τὸ ἀσύγκριτος ἐν δόξῃ, ἢ ποῖον ἂν εἴη τῆς ὑπεροχῆς τὸ μέγεθος, ἔστ' ἂν ἐν ἴσοις ἡμῖν τοῖς λόγοις κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων τὸ δεῖν ἐκτίσθαι κατηγοροῖτο; Πολυπραγμονεῖ δὲ ἡμῖν ὁ λόγος εἰς τὸ παρὸν οὐχὶ τί τὸ ὑπερκύπτον ἢ μειονεκτούμενον κατά γε τὸ ἐν τιμῇ καὶ δόξῃ, ἀλλὰ τί μὲν ἂν εἴη τὸ φύσει κτιστὸν καὶ παροισθὲν εἰς γένεσιν, τί δὲ τὸ ὑπὲρ τοῦτο καὶ ἐπέκεινα,