De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
518.1.1
καὶ εἰ φύσιν ἀπετέμετο τῶν ἄλλων ἐξῃρημένην ὁ Μονογενής, ἧς ἂν ἴοι κατόπιν πᾶν τὸ ἐκτίσθαι πεπιστευμένον. Ἄρα γάρ, εἴ τις ἀναμαθεῖν ἀξιῶν τί μὲν ἥλιος κατὰ φύσιν, ὦ τᾶν, τί δὲ καὶ ἵππος, λέγοι, πότερα γενητὰ καὶ ἐξ οὐκ ὄντων τὴν φύσιν, ἤγουν ἕτερόν τι παρὰ τοῦτο; Τί ἂν ἔφης αὐτός; {Β.} Ἔφην ἂν ὅτι γενητά. {Α.} Εἰ δὲ δὴ προσπεριεργάζοιτο καὶ προσερωτῴη λέγων· Τί δὴ οὖν ἄρα τὸ ἐν ἀμφοῖν θατέρου προτετάξεται, κατά γε τὴν δόξαν; ἆρ' οὐκ ἂν ἡμῖν καὶ προσόφλοι γέλωτα, πεῦσιν οὕτω προθεὶς τὴν ἐναργεστάτην καὶ τοῖς ἐθέλουσιν ἑτοίμην εἰπεῖν; {Β.} Καὶ μάλα. {Α.} Λῆρος δέ, οἶμαι, τὸ χρῆμά ἐστιν. Ἵππος γὰρ δὴ πρὸς ἡλίου δόξαν, πῶς ἂν ἢ πόθεν ἀμιλλήσηται; Μέτρου γὰρ ἄμεινον τὸ μεσολαβοῦν, ἀλλ' εἰ ταλαντεύοιτο τυχὸν τῆς ἀμφοῖν οὐσίας ὁ λόγος καὶ τί δὴ τούτων ἑκάτερον εἴη ἂν κατασκέπτοιτό τις, οὐχ ἑτεροίως ἕξει πρὸς ἄλληλα, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καίτοι τοσοῦτον ἐν δόξῃ διενεγκόντος ἡλίου. Ὅταν οὖν ἡμῖν ἐκβασανίζοιτο λόγος, ὁ ἐφ' Υἱῷ, καὶ τί κατὰ φύσιν ἐστὶ προκέοιτο βλέπειν, ψυχρὸν ἀληθῶς καὶ κατάπλαστον αὔχημα τὸ προὔχειν ἐν δόξῃ καὶ προτετάχθαι τῶν ἄλλων οἴεσθαι δεῖν αὐτόν, εἰ κτίσει συντάττοιτο καὶ νοοῖτο μεθ' ἡμῶν ὡς πεποιημένος. Ὑπεροχαῖς γὰρ αὐτὸν ταῖς ἔξωθεν καταχρυσοῦσί τινες, πλήττοντες μὲν ὥσπερ εἰς τὰ καιριώτατα, δοξαρίων δὲ καὶ εὐφημιῶν λαμπρότησι κατακαλλύνειν ὑποκρινόμενοι τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἀτερπές. Τὸ γὰρ ὅλως τῇ κτίσει συντεταγμένον οὐσιωδῶς καὶ τελοῦν ἐν γενητοῖς οὔτ' ἂν κατὰ φύσιν εἴη Θεός, οὔτε μὴν Υἱὸς καὶ Κύριος ἀληθῶς, ἀλλ' ὡς ἐν οἰκέταις ἐξαίρετον καὶ ἐν τοῖς ὑπὸ ζυγόν, ψιλῇ τε καὶ μόνῃ τῇ δόξῃ διενεγκόν. {Β.} Εὖ λέγεις. {Α.} Ἔπεισι δὲ δή μοι κἀκεῖνο καταθαυμάσαι. {Β.} Τὸ τί δή; {Α.} Παρέντες γὰρ ὥσπερ τὸ διειδέναι καὶ φρονεῖν ὅτι καὶ Μονογενής ἐστιν ἀεί, λέγουσι φληνάφως τὸ πρωτότοκος ὄνομα, τοῖς ἁπλουστέροις ἐπιτειχίζοντες. Καίτοι πῶς οὐκ ἀψευδὴς εἴη ἂν εἴ γέ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκαταγράφει τῇ κτίσει τὸν Υἱόν, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ διὰ τοῦτο πρωτότοκον, ἀσύντακτον ἄρα καὶ ἀσυμφυᾶ παντελῶς τὸ μονογενὴς ἀποφανεῖ. Ὡς γὰρ οὐκ ὄντος ἑτέρου παρ' αὐτὸν κατὰ φύσιν εἴη ἂν μονο γενής. Εἰ δὲ δὴ μέλλοι πρωτότοκος μὲν οὐκ εἶναι διὰ τὸ 519 μονογενής, ἀλλ' οὐδ' αὖ μονογενὴς διὰ τὸ εἶναι πρωτό τοκος, ὥρα που τάχα μηδὲ ὑπάρχειν ὅλως οἴεσθαι τὸν Υἱόν. Ἀντιφέρεται γὰρ ἀλλήλοιν, καὶ οἱονεὶ συνδιόλλυται, σφίσιν αὐτοῖς προσπταίοντα καὶ τὴν τῶν σημαινομένων ἀντεξάγοντα δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ' ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; {Β.} Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρεισ τρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας. {Α.} Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον. Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ προσμεμαρτύρηκεν ὡς Θεῷ. Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυστα γωγοῖς·" Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ," καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός. Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ' αὐτοῦ μὴ γινωσκόμενος. Δέδεικται δὲ οὕτω λοιπὸν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἔχων μὲν ἴδιόν τε καὶ ἐξαίρετον τὸ εἶναι μονογενής· Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος· ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος. Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ' ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; Ποῦ δὲ ὅλως" ἐπτώχευσε πλούσιος ὤν," εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι' οὗ καὶ ἐπτώχευσεν; Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ' οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; {Β.} Πρέποι γὰρ ἄν. {Α.} Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι' ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνε πτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής. Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ ἓν ἐπ' αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν. Ἔστι δὲ ἐν ταὐτῷ