De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
520.1.1
καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα. {Β.} Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα." Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." {Α.} Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί; Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ' ἡμᾶς; {Β.} Τίνα δὴ τρόπον; {Α.} Ὅτι, ὦ' γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν κατα χρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον. Ἆρ' οἶσθα ὅ φημι καὶ συνίης εὖ μάλα; {Β.} Οὐ σφόδρα. {Α.} Ἄκουε δὴ οὖν. Ἑνὸς ἐφ' ἡμᾶς ὄντος τε καὶ προσκυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλου τήκαμεν δόξαν. Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; {Β.} Ναί. {Α.} Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ' ἔσθ' ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; {Β.} Οὐδαμῶς. Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός; {Α.} Εὖγε, ὦ ἑταῖρε· μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκα θιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων. Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι
520.2.1
Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι' ἡμᾶς ὅτε πέφηνε καθ' ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς. Ὥσπερ γὰρ ἡμᾶς οὐκ ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ παραιτοῖντό τινες τὸ τῆς λέξεως ἀδιάφορον καὶ τὸ λίαν οὐκ ἀκριβὲς εἰς κατά χρησιν παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, ἀπορήσειν, οἶμαι, λόγου παντὸς ἡμᾶς τε κἀκείνους, εἴ γέ τῳ δοκεῖ 521 περιεργότερον ἀναμαθεῖν ἐπείγεσθαί τε καὶ λέγειν τὴν ὑπὲρ πάντα φύσιν, τὴν ὑπὲρ σῶμα καὶ εἶδος, ἄποσόν τε καὶ ἀμεγέθη, καὶ ἀναφῆ, καὶ ἄϋλον, πρὸς σωματικοὺς ἀνθότου καταφέρουσι τύπους αἱ θεόπνευστοι Γραφαί, πρόσωπον Κυρίου, χεῖράς τε καὶ πόδας ἡμῖν ὀνομάζουσαι; Ῥᾷστα δ' ἂν ἀποσκευασαίμεθα καὶ μάλα νεανικῶς τὰς τῶν τοιούτων ἐπιτιμήσεις, ἐκεῖνό που λέγοντες τὸ σοφόν, ὡς καταλω βήσαιτ' ἂν οὐδὲν εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ τὴν ὑπὲρ σῶμα φύσιν ἡ τῶν λέξεων ἀδιάκριτος προφορὰ διὰ τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις ἀναγκαίως ἐπινοουμένη. Ἢ οὐκ ἂν γένοιτο πιθανὸς ὁ λόγος καὶ μάλα ἔχων ὀρθῶς; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Ἐπειδὴ δὲ ταῖς ἄγαν δοκησισοφίαις ἀναφυσώμενοι, κατεξανιστᾶσι φληνάφως ὡς δυσανάτρεπτον ἐπιχείρημα τῷ μονογενεῖ τὸ πρωτότοκος, οὐκ ἀσύντακτον εἶναι δεῖν κτίσει λέγοντες αὐτόν, ὡς ἀδελφὴν καὶ ὁμοφυᾶ τοῖς ὅλοις λαχόντα τὴν φύσιν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, οὐκ ἀσυντελὲς εἰς ὄνησιν; {Β.} Ὡς ἥδιστά γε ἐρεῖς καὶ ἐθέλοντί μοι. {Α.} Ἆρ' οὐχὶ δι' Υἱοῦ κεκλήμεθα πρὸς υἱοθεσίαν οἱ πίστιν εἰσδεδεγμένοι τὴν εἰς αὐτόν, καὶ μεμορφώμεθα πρὸς αὐτὸν οἱονεὶ πρὸς ἀρχέτυπον εἰκόνες; {Β.} Ναὶ κεκλήμεθά τε καὶ μεμορφώμεθα πρὸς Υἱόν. Γέγραπται γὰρ ὅτι," Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." {Α.} Ἄριστα ἔφης. Τὸ δ' οὖν ἀναγκαῖον ἔν γε τουτῳὶ φράσαις ἂν οἶδ' ὅτι καὶ μάλα ὀρθῶς. Κεκλήμεθα πρὸς υἱοθεσίαν, ἆρ' οὐσιώδη καὶ φυσικήν; Καὶ εἰ μὴ κληθῆναι συμβαίνει λαχόντες τὴν ἀδελφότητα καὶ τὸ συγγενές, ἢ πῶς; {Β.} Οὐκ οὐσιώδη ποθέν, ἀλλ' εἰσποίητόν τε καὶ κατὰ χάριν. {Α.} Πῶς οὖν ἔτι γενητὸς ὁ Υἱὸς διὰ τὸ πρωτότοκος; Κατὰ τίνα δὲ τρόπον οὐσιωδῶς ὡς ἀδελφοῖς συντετάξεται διὰ τὸ ὁμοειδές, καίτοι τὴν πρὸς αὐτὸν ἀδελφότητα φυσικὴν μὲν οὔ τί που, θύραθεν δὲ μᾶλλον καὶ ἐν χρόνοις ἀποκερ δαίνομεν, καὶ οὐχὶ τοῖς ἀνωτάτω τῆς μετὰ σαρκὸς ἐπιδημίας, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς; Οὐ γάρ, οἶμαι, φαῖεν ἄν, καίτοι σφόδρα παραληρεῖν ᾑρημένοι, ὡς εἰς ἀδελφότητα τὴν πρὸς τὸν Υἱὸν τοὺς ἀρχαιοτέρους ἐκάλει τὸ γράμμα τὸ νομικόν. Πνεῦμα γὰρ ἦν ἐν ἐκείνοις δουλείας. Ὅθεν τοι καὶ μάλα ἐστὶν ἐναργὲς ὡς οὐκ ἐν δούλοις ἡμῖν ὁ ἐκ Θεοῦ Λόγος, 522 τὸ ἐν δούλου τάξει κείμενον ἔτι πρὸς ἀδελφότητα μὴ λαβών. Πλὴν ἐπ' ἐκεῖνο νυνὶ σοφῶς καὶ ἀπερισπάστως ἰτέον. {Β.} Τὸ τί; {Α.} Τὸ φύσει προσόν, ὦ Ἑρμεία, τῶν ὄντων τισὶν οὐκ ἐν χρόνοις ἂν γένοιτο μεθεκτόν, ἀλλ' οὐδ' ἂν ἴοι ποθὲν ὡς ὀθνεῖον εἰσκεκριμένως, ἀεὶ δ' ἂν μᾶλλον ἐνυπάρχον ὁρῷτο, καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν. Οἷον δὲ δή τί φημι, λογικὸς ἐν ἀρχῇ καὶ κατὰ φύσιν ὁ ἄνθρωπος, πλούσιός γε μὴν οὐκ ἔτι. Ἆρ' οὖν εἰσδέξεται μὲν ὡς ἐπακτόν τε καὶ ἔξωθεν τὸ πλουτεῖν, φυσικοῖς δὲ νόμοις ἐρηρεισμένον ἔχει τὸ εἶναί τε καὶ κεκλῆσθαι λογικός; Οὐκοῦν ἀληθὲς ὡς οὐκ ἄν, οἶμαί, τις νοοῖτο λαβεῖν, καὶ τοῦτο ἐν χρόνοις, ὃ τῇ πρὸς τὸ εἶναι προόδῳ σύνδρομον ἔχει. {Β.} Ἀληθές. {Α.} Εἰ τοίνυν ἀεὶ τοῖς κτίσμασιν ἀδελφός τε ἦν καὶ ἐναρίθμιος ὁ Υἱός, ὡς ὁμογενὴς αὐτοῖς, διά τε τοῦτο πρωτό τοκος, τί τὸ φύσει προσὸν ἡμῖν, ὡς οὐκ ἔχουσιν ἐχαρίζετο, φημὶ δὴ τὴν ἀδελφότητα; Τί δὲ δὴ καὶ μόνοις ἐδίδου τοῖς πεπιστευκόσι, καίτοι πᾶσι μετόν, καὶ εἰ μή πω πιστεύσειαν; Τί γὰρ ἔτι τὸ μεσολαβοῦν καὶ οἰκειότητος ἀποτέμνον, κατά γε τὸ πεποιῆσθαι κοινῶς, γενητοῦ τὸ γενητόν; Ἆρ' οἷ πρόεισιν ὁ λόγος τοῖς δι' ἐναντίας αἰσθάνῃ λοιπόν; {Β.} Ναί. {Α.} Οὐκοῦν τὸ φληνάφοις ἐντρίβεσθαι λογισμοῖς μεθέντες, ὦ τᾶν, τὸ ἀμωμήτως ἔχον διαπεραίνωμεν, φρονοῦντες ὀρθῶς ὡς εἴη μὲν δι' ἡμᾶς πρωτότοκος, ὅτε γέγονε καθ' ἡμᾶς, μονογενὴς δὲ αὖ ὡς οὐδενὶ τὸ σύμπαν συντεταγμένος, ἐπείτοι μόνος ἐξέφυ, καὶ ἐξ αὐτῆς γεγέννηται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Ἀλλ' εἴπερ ἕλοιντο καὶ αὐτοὶ μονογενῆ δεῖν οἴεσθαι λέγειν αὐτὸν ἐπειδὴ μόνος ἐκ μόνου γέγονε τοῦ Πατρός, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν· {Α.} Οἰηθείην ἂν εἰκότως ἐκκεκροῦσθαι μὲν νοῦ καὶ ἀπο λισθῆσαι φρενὸς ἀνδροπρεπές τι καὶ ἐρρωμένον εἰθισμένης ὁρᾶν. Φαίην δ' ἂν ὅτι καὶ αὐτῆς οὐ μετρίως διημαρτήκασι τῆς τῶν ὀνομάτων ἀκριβοῦς εὐμαθείας, οἱονεί πως παροχε τεύοντες τὰ ἐξ αὐτῶν δηλούμενα καὶ πρὸς ὁτιοῦν τῶν σφίσιν αὐτοῖς καθ' ἡδονὴν ἀπερινοήτως ἐξέλκοντες. Τὸ γάρτοι μονογενής, τὸ ἔκ τινος φύσει γεγεννημένον, οὐχὶ τὸ ἐκ τέχνης ἐξειργασμένον παραδηλώσειεν ἄν· ἤγουν ἡκόντων εἰς μέσον ἐρομένοις ἀποκρινόμενοι, ποῦ τὴν λέξιν ἀνεγνώ κασιν ἐφ' ὁτῳοῦν τῶν ἐκ τέχνης τε καὶ ἐπιστήμης κειμένην. 523 Οὐ γὰρ δὴ ταῖς ἐκείνων ἀβελτηρίαις παραχωρήσομεν ἃ ἂν βούλοιντο νομοθετεῖν, ἀκαλλέστατα παρευθύνοντες ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς τῶν σημαινομένων τὴν δύναμιν. Ἆρα γάρ, εἰ σκάφος ἕν τε καὶ μόνον διατεχνήσαιτό τις ἀνὴρ ξυλουργός, μονογενὲς ἂν καλοῖτο αὐτοῦ, καίτοι τέχνημα καὶ ἐπιστήμης ἔργον ὄν; Εἶτα πῶς τοῦτο οὐ καταγέλαστον ἢ σοφὸν εἶναί σοι τὸ χρῆμα δοκεῖ; {Β.} Ἥκιστά γε. {Α.} Τὸ δὲ δὴ καὶ διατείνεσθαι περιττὰ τοὺς δι' ἐναντίας καὶ ἀσυνετώτατα λέγειν μόνον ἐκ μόνου γεγεννῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ταύτῃ τοι καὶ λίαν ἐξαίρετον ἀποτεμέσθαι τὴν φύσιν, καὶ εἰς λῆξιν εὐκλείας τὴν ἀνωτάτω διαδραμεῖν, διχῆ πλημμελεῖν ἑλομένους παραδείξειεν ἂν καὶ ἀμαθαίνον τας κομιδῇ. {Β.} Φράσον ὅπως. {Α.} Πρῶτον μὲν γὰρ ὡς ἐξ ἀναγκαίου τε καὶ ἀφύκτου λογισμοῦ τὴν μεθ' Υἱὸν ἀργίαν καταγράψουσι τοῦ Πατρός, καὶ τὴν ἀεικίνητον φύσιν ἀπρακτῆσαι πρὸς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντες ὁμολογήσουσι, καὶ καταλῆξαι δημιουργίας, οὐδενὸς τὸ σύμπαν ἔτι μετ' ἐκεῖνον ἐπιθιγγάνουσαν, μεθεῖσαν δὲ ὥσπερ τῇ τοῦ Υἱοῦ δυνάμει τε καὶ φύσει τὸ ἐνεργεῖν τε καὶ δρᾶν τὰ δι' ὧνπερ ἂν εἴη καὶ μόνων τὴν ἀνωτάτω φύσιν ἐπιγινώσκεσθαι. Καὶ γενητῆς μὲν οὐσίας καρποὶ τὰ τῆς θεότητος ἴδια, κατακαυχήσεται δέ, ὡς ἔοικεν, ὁ μὲν Θεὸς καὶ Πατὴρ ἐφ' ἑνὶ καὶ μόνῳ κτίσματι, τῷ Υἱῷ· ὁ δὲ τοῖς οὕτω πλείοσιν ἐναβρυνεῖταί που, καὶ φρονήσει μεῖζον ἢ ὁ Πατήρ, ἰσοσθενὴς μὲν αὐτῷ διὰ τοῦ πεφυκέναι δημιουργεῖν ἀναδεδειγμένος, καὶ διὰ τοῦ παράγειν εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, πλεονεκτῶν δέ, οἶμαί που, κατά γε τὸ εἶναι χρηστός, εἴπερ ἐστὶν ἀγαθοῦ τὸ παρακομίζειν εἰς ὕπαρξιν ἐξ ἀνυπαρξίας καὶ ὄντα ποιεῖν τὰ οὔπω τοῦ εἶναι λαχόντα τὴν χάριν. Ἐξέρπει δὴ οὖν ἐπὶ τὸ ἀκαλλὲς ὁ λόγος, ἀεργῆ καθιστὰς τὴν ἀεικίνητον φύσιν, ᾗ δὴ καὶ μόνῃ πρέποι ἂν τὸ τοῖς οὐκ οὖσι τὸ εἶναι προσνέμειν· ἦ γὰρ οὐχὶ τὴν τῆς ἡμερότητος πηγήν τε καὶ γένεσιν τοῖς ἐξ ἰδίων ἐνθυμημάτων καταπεδήσαντες λογισμοῖς, μέχρι τῆς Υἱοῦ κατασκευῆς ἱστᾶσιν οἱ δείλαιοι κατά γε τὸ σφίσι δοκοῦν; Καίτοι τί δήποτε τοῦ Θεοῦ καὶ Πατρὸς ἀργεῖν ἑλομένου καὶ ἀπρακ τοῦντος εἰς τὰ λοιπά, συνετίθει λόγους ἡμῖν ὁ μακάριος Μωσῆς καὶ φενακισμοὺς εἰκαίους, κατά γε τὸ εἰκός, ἤγουν κατ' ἐκείνους ἀναγράφει λέγων·" Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίω σιν." Τὸ γάρτοι, Ποιήσωμεν, κατοκνοῦντα μὲν οὐδαμῶς 524 εἰς ποίησιν, τήν γε εἰς ἡμᾶς αὐτούς, συνεργάζεσθαι δὲ μᾶλλον Υἱῷ καὶ Πνεύματι κατηυτρεπισμένον καὶ δὴ καὶ ἐνηργηκότα διαμεμήνυκεν ἐναργῶς." Καὶ ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν." Ἀλλ' οὐκ ἂν ὁρῷτο ψευδοεπής, θεηγόρος τε ὢν καὶ ψήφῳ τῇ ἄνωθεν εὖ μάλα κατεστεμμένος, ὁ θεσπέσιος Μωσῆς. Καὶ ἀναπείσει μειζόνως, ἀεικίνητόν τε καὶ ἐνεργῆ τὴν τοῦ Πατρὸς φύσιν ἀνακηρύττων ὁ Λόγος ὁ ἐξ αὐτοῦ πεφηνώς. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις ἐπιτιμῶν· ἀνακαίεσθαι γὰρ εἰς ὀργὰς ἐδόκει τισὶν εἴπερ τι δρῴη κατὰ τὸ Σάββατον·" Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Καὶ ἑτέρωθί που·" Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὴ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Ἆρ' οὐκ ἀπηχές, ὦ Ἑρμεία, φαίην δ' ἂν ὅτι καὶ σφαλερώτατον τὸ τοῖς τοῦ Σωτῆρος ἡμᾶς ἀντιφέρεσθαι λόγοις, καὶ τῆς θεοπνεύστου Γραφῆς τῶν ὅλων δημιουργὸν συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατα τολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; {Β.} Σφαλερώτατον. {Α.} Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. {Β.} Τὸ τί δή; {Α.} Εἰ γὰρ ἐξαίρετον ὁ Υἱὸς τὸν τῆς ποιήσεως τρόπον καὶ διαφερόντως ἀμείνω τούτου γε ἕνεκα καὶ μόνου διεκλη ρώσατο ἐπεὶ μόνος ὑπὸ μόνου γέγονε τοῦ Πατρός, ἀναμαθεῖν ἐθέλοντί μοι φραζόντων ἐκεῖνοι πότερα τοῖς κτίσμασι τοῖς μεθ' Υἱὸν καὶ δι' αὐτοῦ γεγονόσι διεφθόνησεν ὁ Πατήρ, τὸ εἰς λῆξιν ἥκειν μακαριότητος οὐκ ἐφιεὶς αὐτοῖς διὰ τοῦ μὴ ἀνασχέσθαι τὴν ἐπ' αὐτοῖς αὐτουργίαν, ἤγουν φθόνου κρείττονα καὶ ὄκνου παντὸς ἐροῦσιν αὐτόν; {Β.} Ἐροῦσι, καθάπερ ἐγῷμαι. {Α.} Ὀρθὰ φρονοῦντες, ὦ τᾶν, κἂν γοῦν ἔν γε τούτῳ. Οὐ γὰρ δὴ χείρους ἀναφανοῦνται τῶν
520.3.1
Ἕλλησι σοφῶν, ὧν εἷς τις ἔφη περὶ Θεοῦ, Πλάτων οὗτος ἦν·" Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται." Ὅτε τοίνυν ἀγαθὸς ὁ Πατήρ, ἤγουν αὐτόχρημα τὸ ἀγαθόν, τό γε μὴν εἰς ἄκρον ἥκειν τοῖς κτίσμασι τοῦ γε ἄριστά πως ἔχειν διὰ μόνης ἂν ἐνεποιήθη τῆς παρ' αὐτοῦ θελήσεώς τε καὶ αὐτουργίας, τί μὴ τοῖς πᾶσι τὸ χρῆμα κοινὸν ἀδια φθονήτως προθείς, ὡς ἀγαθὸς θαυμάζεται, παρεχώρει δὲ δημιουργεῖν ἑτέρῳ, τοῦ ἀσυγκρίτως ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; {Β.} Ἀλλ' οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργά ζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. {Α.} Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων 525 συνεισφοράν; Ἆρ' ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ' αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ; Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ' ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ, τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν, δι' οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. {Β.} Ἀλλ' οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπό βρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ' ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν; Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ' ἂν ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ φάναι προχείρως ἀποτολμᾶν μὴ καθικνεῖσθαι πρέπειν τὴν Πατρὸς ὑπεροχὴν καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, διττὴν ἂν ἔχοι τὴν δυσφημίαν. Καθυβριοῦσι μὲν γὰρ τὸν Υἱόν, καταμωμήσονται δὲ καὶ αὐτόν, καίτοι τιμᾶν οἰόμενοι, τὸν Πατέρα. {Β.} Τί νοοῦντες ἢ λέγοντες; {Α.} Τῆς μὲν γὰρ ἐν Πατρὶ νοουμένης ὑπεροχῆς ὑποβι βάζουσι τὸν Υἱόν, πλήν, οἶμαί που, τό γε ἥκειν αὐτὸν εἰς λῆξιν τὴν ἀνωτάτω καὶ ὑπεροχῆς καὶ δόξης οὐκ ἂν ἀφέλοιντο, καὶ εἰ σφόδρα τινὲς εἶεν τῶν ἄγαν ἀπηχεστάτων. Ἆρ' οὖν, ὧδε φύσεως ἔχοντι τῷ Υἱῷ καὶ εἰς τοῦτο τιμῆς καὶ μεγα 526 λειότητος ἀφιγμένῳ, τὸ μὲν χρῆναι δημιουργεῖν Ἀρχάς τε καὶ Θρόνους καὶ Κυριότητας καὶ τὰ ἔτι τούτων ἐπέκεινα πρέποι ἄν, εἰπέ μοι, τὸ δὲ καὶ στρουθίον ἐργάσασθαι βραχύ, καὶ τὸ ἔτι κατωτέρω, ταῖς ἑτέρου τινὸς δυνάμεσιν ἀναθή σομεν; Εἶτα τί φρονοῦντας ὑγιὲς ἑαυτοὺς εὑρήσομεν; {Β.} Οὐδαμῶς." Πάντα γὰρ γέγονε δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν," κατὰ τὸ γεγραμμένον. {Α.} Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ' ὅτου δὲ καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, μὴ οὐχὶ καὶ ταυτηνὶ διεσώσατο πρὸς αὐτὸν τὴν ὁμοίωσιν, τὸ ἀπαξιῶσαί φημι καὶ τοῖς οὕτω καταβεβλημένοις τὴν ζωοποιὸν καὶ πρὸς τὸ εἶναι παρακομίζουσαν ἐπαφεῖναι δύναμιν; Ἆρ' οὐχ ὥσπερ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπερτάτην ὑπεροχὴν θαυμάζοντες, μικρὸν εἶναί φασιν αὐτῷ τὸ δημιουρ γεῖν ἀγγέλους, φαῖεν ἂν εἰκότως ἀναμετροῦντες καὶ τὸν Υἱόν, ὡς ἀφεστήξει πολὺ τῆς αὐτῷ πρεπούσης ἀξίας ἡ ἑρπετοῦ ποίησις, καὶ στρουθίου γένεσις, καὶ τῶν κατ' ἀγροὺς ἀνθέων ἡ παμποίκιλος διαφορά; Καίτοι τί δήποτε τοῖς ὑπὲρ λόγον ἐπαίνοις ταυτὶ δεδημιουργηκότα στεφανοῖ λέγων ὁ Ψαλμῳδός·" Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Ἢ τοίνυν ἡμῖν παρεισ κρινόντων ἑτέρους ἀναλόγως ἔχοντας τῇ φύσει τῶν γεγονότων δημιουργούς, ἢ καθυβριοῦσιν οὐκ ἀσυμφανῶς τὸν Μονογενῆ, γενεσιουργὸν εἰσφέροντες καὶ τῶν οὕτως εὐτελεστάτων. {Β.} Κινδυνεύσειεν ἂν αὐτοῖς οὐ μετρίως ὁ λόγος. {Α.} Πῶς δ' ἂν οὐχὶ τύφον τε καὶ ἀμαθίαν καταρραψῳ δήσειαν τοῦ Πατρός, εἶτα, ὧνπερ ἂν εἶναι βούλοιτό τε καὶ ἔστι Θεός, ἀπαξιοῦν ἐροῦσι δημιουργεῖν; Καίτοι λέγοντος ἀκούω Χριστοῦ, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατα θαυμάζοντος πρόνοιαν·" Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;" Ὁ δὲ καὶ μέχρι στρουθίου τὴν τῆς ἑαυτοῦ προνοίας εὐρύνων περιβολήν, πῶς ἂν διαπτύσαι τὸ δημιουργεῖν ἀγγέλους καὶ στερεοῦν οὐρανὸν καὶ διαπήξασθαι γῆν, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα παρενεγκεῖν, ἐφ' οἷς καὶ τεθαύμασται κατακροτούντων ἐπαίνοις τῶν ἁγίων ἀγγέλων ὡς μεγαλουργόν; Ἔφη γὰρ ὅτι" Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου." Ἆρ' οὔ σοι δοκῶ διεσκέφθαι τὰ εἰκότα καὶ λέγειν ὀρθῶς; {Β.} Πάνυ μὲν οὖν. {Α.} Φαίης δ' ἄν, εἰπέ μοι, τῶν πεποιημένων ἢ μικρὸν ἢ