Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 527 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
527.1.1
μέγα, μὴ οὐχὶ θείας ἔργον εἶναι δυνάμεως; {Β.} Οὐδαμῶς. {Α.} Εἶτα πῶς οὐκ ἀμαθὲς θεῖα μὲν ἔργα κατωνομάσθαι καὶ λέγεσθαι τὰ δι' Υἱοῦ γεγονότα, Θεὸν δὲ αὐτὸν οὐκ εἶναι πιστεύειν, συγκαταγράφειν δὲ μᾶλλον τοῖς πεποιη μένοις, ὡς αὐτοῖς ὁμοφυᾶ; Θεὸς γὰρ οὐκ ἔστι τὸ γεγονός, ἀλλ' οὐδ' ἂν εἶεν ἔτι τῆς τοῦ πεποιηκότος οὐσιώδους ὑπεροχῆς δεικτικὰ τὰ κτίσματα, μὴ οὐχὶ μείω τε καὶ ἑτεροίως ἔχουσαν λαχόντα τὴν φύσιν, ἢ ὥσπερ ἂν νοοῖτο τυχὸν ὁ Δημιουργός. Καὶ τοῦτο εὖ μάλα συνεὶς ὁ θεῖος ἡμῖν γράφει Παῦλος·" Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης." Ἆρα γάρ, ἔν γε τῷ νοεῖσθαι γενητὸν τὸν ἁπάντων γενεσιουρ γὸν Λόγον, ἡ θειότης αὐτοῦ γνωρίζεται, καὶ ἡ ἀεί τε καὶ ὡσαύτως ἔχουσα δύναμις; Τοῦτο γὰρ τὸ ἀΐδιον. Ἀλλ', οἶμαί που, τὸ ἐξεῖργον ἔτι παντελῶς οὐδὲν τῇ τῆς θεότητος κλήσει καὶ αὐτὴν ἤδη πως ἐπαυχῆσθαι τὴν κτίσιν. Καὶ τί τὸ ἐντεῦθεν; Τὴν οἰκείαν ἡμῖν θειότητα κατασημανεῖ τὰ ὁρώμενα, τὴν δὲ Θεοῦ οὐκ ἔτι. {Β.} Τί οὖν εἰ φαῖεν τὴν τοῦ Πατρὸς θειότητα καὶ τὴν ἀΐδιον δύναμιν διὰ τῆς τῶν ποιηθέντων μεγαλουργίας ἐκφαίνεσθαι; {Α.} Αὐτοὶ τῶν ἰδίων καταγορεύουσι λόγων, καὶ ταῖς σφῶν αὐτῶν ἐννοίαις ἀντιτεταγμένοι παραδειχθεῖεν ἂν καὶ μάλα εὐκόλως. {Β.} Πῶς ἔφης; {Α.} Ὅτι μέχρι τοῦ παραγαγεῖν τὸν Υἱὸν ἀναμετροῦντές τε καὶ ὁρισάμενοι τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Πατρός, ἀπὸ κτίσεως κόσμου καθορᾶσθαί φασιν αὐτόν, καίτοι τῆς ἁγίας Γραφῆς τὴν τοῦ κόσμου ποίησιν ἀνατιθείσης τῷ Υἱῷ. Γέγραπται γὰρ ὅτι" Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Δημιουργὸν οὖν ἄρα διακηρύξειεν ἂν ὁ κόσμος ἡμῖν τὸν Λόγον, καὶ τὴν αὐτοῦ δύναμιν καὶ θειότητα καθίστησιν ἐναργῆ. Οὐ γὰρ κτίσιν ὁρῶντες, ὡς κτίσιν θαυμάζομεν τὸν δημιουργὸν τῆς κτίσεως Λόγον, ἀλλὰ ταῖς ὑπὲρ τοῦτο πολὺ τιμῶντες ἐννοίαις, εὐσεβήσομεν εἰκότως, Θεὸν εἶναι κατὰ φύσιν καὶ ἐκ Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί·" Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν 528 ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ' ἐκείνους. Ἦ οὐχὶ κτίσις τὸ γενητόν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλιθιότητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη, σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατε ρυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις·" Αὐτοὶ γάρ, φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ." Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσ κυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν, Χριστὸν Δεσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ' Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ' ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς ἀρχαίας ἀπάτης τὴν γραφήν; {Β.} Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν– τὸν Πατέρα. {Α.} Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπι στροφῆς ὁ τρόπος; Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν Δεσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; {Β.} Διὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ" ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν." {Α.} Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ' οὐκ εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; {Β.} Οὕτω φημί. {Α.} Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι, 529 πιστεύσειαν ἂν εἴς γε Θεὸν ὁμοῦ καὶ κτίσιν, ἤγουν μονοτρό πως εἰς Θεόν, συνεισδέοντες ὡς ἰσοφυᾶ τῷ Πατρὶ τὸν Υἱόν; {Β.} Ὡς εἰς ἕνα δηλονότι Θεόν, ἤτοι θεότητος εἰς μίαν φύσιν, ἤγουν εἰδεῖεν ὡς οὐκ ἂν ἐξοίσειεν αἰτίας τὸν πόδα, τῇ κτίσει συναναπλέκοντες τὸν φύσει Θεόν. {Α.} Ἄραρεν οὖν ὅτι καὶ εἰς Υἱὸν ἡ πίστις ὡς εἰς Θεὸν ζῶντα καὶ ἀληθινόν. Ἀκονιτὶ δ' ἂν γένοιτο σαφὲς καὶ τοῦτό σοι κατακροωμένῳ λέγοντος τοῦ Υἱοῦ·" Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε," οὐχ ὡς εἰς κτίσιν καὶ Θεόν, πολλοῦ γε ἂν δέοι, μᾶλλον δὲ διὰ τὸ ταὐτὸν εἰς οὐσίαν καὶ ἀπαραλλάκτως ἴσον εἰς μίαν θεότητος ἀνακο μίζοντος φύσιν. Καὶ γοῦν ἔφη πάλιν·" Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με." Οὐ γὰρ ἐξίστησι τοῦ Πατρὸς τὸ πιστεύειν εἰς τὸν Υἱόν, ἀλλ' εἰς τὸν τεκόντα Πατέρα, διὰ τοῦ γεννήματος, τὸν γνήσιον ἀληθῶς ἀναφέρει προσκυνητήν. Ὅτι δὲ Χριστὸν ὡς Θεὸν ἀληθινὸν ἔγνω τε καὶ προσκεκύνηκεν ἡ τῶν εἰδωλολα τρούντων ποτὲ πληθύς, ῥᾷον ἂν μάθοις Παύλου λέγοντος ὡδί·" Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ." Συνίης οὖν ὅτι δίχα μὲν ὄντα Χριστοῦ, Θεοῦ τοῦ κατὰ φύσιν διεστήκει τὰ ἔθνη, καὶ τῆς ἀληθείας ἀπενοσ φίζετο· καὶ γὰρ ἦν ἄθεα κατὰ τὸν κόσμον· ἐπειδὴ δὲ τὸν Υἱὸν ἐπέγνω διὰ τῆς πίστεως, ἐλπίδος τε εἴσω πέφηνεν ἀγαθῆς, καὶ τὸ τῆς ἀθεΐας αἶσχος διέδρα τε καὶ ἀπελούσατο. {Β.} Εὖ λέγεις. {Α.} Θεὸς οὖν ἄρα καὶ ἀληθῶς ὁ Υἱός· μένει γὰρ οὕτως ἀσυκοφάντητόν τε καὶ ἀκιβδήλευτον, καὶ τὸ ἐν ἡμῖν αὐτοῖς κεκαινουργῆσθαι πεπιστευμένον διὰ τοῦ ἁγίου βαπτίσματος. {Β.} Καὶ τί δὴ τοῦτό ἐστι; Συνίημι γὰρ οὔ τί που. {Α.} Οὐ γάρ, ὦ φιλότης, γέννησιν γεγεννήμεθα τὴν πνευμα τικήν, πρὸς Υἱὸν διαμορφούμενοι, καὶ ἀναπλαττόμενοι διὰ τοῦ Πνεύματος πρὸς τὸ θεῖον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος, θείας τε φύσεως ἀναδεικνύμεθα κοινωνοὶ τὴν Υἱοῦ λαχόντες μέθεξιν, ὡς Θεοῦ; {Β.} Καὶ μάλα. {Α.} Πῶς οὖν ἔτι γενητός; Εἶτα ἐφ' ἡμῖν οὐκ ἀπάτη τὸ μυστήριον, καὶ ἐν ἐλπίσι κεναῖς, καὶ ψιλήν, ὡς ἔοικεν, ἔχον ὡς ἔν γε δὴ μόνῳ τῷ λαλεῖσθαι τὴν δόξαν, καὶ φενακισμὸς ἀληθῶς καὶ δόκησις, εἴπερ τοῦτο μὴ ὑπάρχον ἐστὶν ὅπερ 530 εἶναι πεπιστεύκαμεν; Θείας γὰρ φύσεως κοινωνοί, πῶς ἂν ἢ πόθεν ἡμεῖς, ἢ ποῖος ἡμῖν ἐνσημαίνεται Θεοῦ χαρακτήρ, καὶ εἰ μεμορφώμεθα πρὸς Υἱόν, ἐπείπερ ἐστὶν οὐ Θεὸς ὡς πεποιημένος; Ὥρα δὲ οἴεσθαι καὶ αὐτὸν οὐκ ἀγενήτως ὑπάρχειν τὸν Πατέρα καὶ Θεόν· ἐξεικονιεῖ γάρ που τὸ ἀρχέτυπον ὁ χαρακτήρ. Ἢ ἐκεῖνο φράσον. Ἐρήσομαι γάρ· ἆρα γὰρ τὴν θείαν ὅ τι ποτέ ἐστιν ἐννοήσας φύσιν, οὐκ ἀσύγκριτόν τι παντελῶς καὶ ἀπαράβλητον κτίσει τὸ χρῆμα ἐρεῖς, καὶ οὐδενὶ τῶν ὄντων ἀπαραλλάκτως προ σεοικός; {Β.} Παντάπασι μὲν οὖν· Θεοῦ γὰρ φύσις πῶς οὐχ ἅπαν ὑπερκείσεται γενητόν; {Α.} Οὐκοῦν οὐκ ἄν τις, εἴ γε νοῦν ἔχοι, ἀρχέτυπον γενητοῦ τὴν ἄκτιστον καὶ ἀγένητον παραδέξαιτο φύσιν· οὐδὲ γὰρ ἂν ἔν γε τῷ ἀεὶ καὶ ὡσαύτως ὄντι τε καὶ ἔχοντι τὴν οὐκ οὖσάν ποτε καὶ πεποιημένην καταθεάσαιτο φύσιν. {Β.} Ὧδε ἔχει. {Α.} Ἀληθὲς δὲ οἶμαι καὶ τὸ ἔμπαλιν. Οὐ γὰρ ἐν τῷ μὴ ὄντι ποτὲ τὸ ἀεὶ καὶ ὡσαύτως ὂν καταθρήσαιμεν ἄν. {Β.} Ἀληθές. {Α.} Τί οὖν ἐστι τὸ ἀξιάγαστον ἐν ἡμῖν ἔκ γε τοῦ μεμορ φῶσθαι πρὸς τὸν Υἱόν; Ποῦ δὲ τὸ θεῖον ταῖς τῶν πιστευ σάντων ψυχαῖς ἐνήστραψε κάλλος, ὡς ἄηθές τε καὶ ξένον; Καίτοι γενητῷ παντὶ πρὸς γενητόν, καθόπερ ἂν γεγενῆσθαι νοοῖντο, τὸ ταυτοειδὲς οὐκ εἰσκεκριμένον, φύσεως δὲ μᾶλλον ἐγχαράττει θεσμός. Ἦν οὖν ἄρα σύμμορφος ἀεὶ γενητῷ κατ' ἐκείνους ὄντι τῷ Υἱῷ καὶ ἡ λοιπὴ κτίσις. Ποῖον οὖν ἔτι ταῖς ἡμετέραις ψυχαῖς ἐνσημαίνεται κάλλος διὰ τοῦ Πνεύματος· Περιττοποιός, ὡς ἔοικεν, ἀναφανεῖται λοιπόν, προστιθεὶς εἰκαίως, ὃ καὶ εἰ μή τις ἕλοιτο τυχόν, τὸ γοῦν κατὰ φύσιν διακεκτῆσθαι μέτα, καὶ οἴκοθεν ἔχει παρ' ἑτέρου μὴ λαβών. Ἀλλ', οἶμαί γε δή, τουτωνὶ παστισοῦν ὀρθός τε καὶ ἀπλανὴς καταμειδιάσειε λόγος. Θείας γὰρ φύσεως κοινωνοί, σχέσει τῇ πρὸς Υἱὸν διὰ Πνεύματος, οὐκ ἐν ψιλῇ δοκήσει μᾶλλον, ἀλλ' ἐν ἀληθείᾳ πάντες ἐσμὲν οἱ πεπιστευ κότες, καὶ μεμορφώμεθα πρὸς Θεόν, πρὸς τὸ ὑπὲρ κτίσιν κάλλος ἀναστοιχειούμενοι. Μορφοῦται γὰρ ἐν ἡμῖν ἀρρήτως Χριστός, οὐχ ὡς γενητὸς ἐν γενητοῖς, ἀλλ' ὡς ἀγένητος καὶ Θεὸς ἐν γενητῇ καὶ πεποιημένῃ φύσει, πρὸς ἰδίαν εἰκόνα μεταχαράττων διὰ τοῦ Πνεύματος καὶ πρὸς τὸ ὑπὲρ κτίσιν ἀξίωμα τὴν κτίσιν μετατιθείς, τουτέστιν ἡμᾶς. {Β.} Οὐδὲν οὖν ἄρα τὸ ἀποσοβοῦν ἢ μεθιστῶν τῆς ἀληθοῦς 531 υἱότητος τὸν Μονογενῆ, γεγεννῆσθαι δὲ μᾶλλον αὐτὸν καὶ οὐ γεγενῆσθαι δώσομεν. {Α.} Ναί, εἴπερ αὐτὸν εἰς Θεὸν ὄντως παραδεξόμεθα, καὶ προσκυνήσει τῇ πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐκτετιμῆσθαι πρέπειν οἰόμεθα δεῖν, καὶ ταῖς τῆς θεότητος ὑπεροχαῖς τε καὶ δόξαις στεφανοῦν ἀξιώσομεν, ἵνα μὴ παρέντες τὸν Ποιητήν, καὶ τὴν ὄντως βασιλίδα τῶν ὅλων παραθέοντες φύσιν, τῇ κτίσει λατρεύωμεν, καὶ τὴν τοῦ ἀγενήτου δόξαν τῷ γενητῷ δωρούμενοι, δικαίως ἀκούωμεν·" Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος." {Β.} Οὐ γὰρ δὴ κἀκεῖνοι φαῖεν ἂν ὅτι καὶ Υἱός ἐστι καὶ Θεός. {Α.} Καὶ πῶς οὐκ ἀπόπληκτον καὶ καταγέλαστον κομιδῇ τὸ ψιλοῖς μὲν ὀνόμασι καὶ ταῖς τῶν κλήσεων διαφοραῖς καθάπερ ἐν εἰκόνι καὶ γραφῇ καταχρίειν αὐτόν, παραιρεῖσθαι δὲ δόξης τῆς θεοπρεποῦς, κατατιθέντας ἐν γενητοῖς; Ἢ οὐκ ἀκαλλὲς ἄγαν τὸ πεποιῆσθαι λέγειν αὐτόν, εἴπερ ἐστὶ Θεός, ὡς προσκυνητός; {Β.} Εὖ λέγεις. {Α.} Εἰ μὲν οὖν τὸ δεῖν οἴεσθαι χρηστοῖς ἡμᾶς κατα γοητεύειν λόγοις μεθέντες, ὡς ἀπωτάτω τῆς ἀληθοῦς θεότητος ἐκπέμπουσι τὸν Υἱόν, ἀπημφιεσμένῃ τοῦτο λεγόντων φωνῇ, καὶ δυσφημούντων ἀναφανδόν. Ἀντακούσονται γὰρ εὐθὺς πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων·" Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." Τετραψόμεθα γὰρ ἡμεῖς εἰς οἶμον τὴν ἀπλανῆ, Θεὸν εἶναι καὶ ἀληθῆ πιστεύοντες τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον κατὰ τὴν ἄρρητον γέννησιν. Εἰ δὲ εἰς νοῦν ἰόντες τὸν οὐ σφόδρα δυσμαθῆ καὶ ἠλίθιον, ἄπαρνοι μὲν οὐκ ἔσονται, καταναρ κῶντες, οἶμαί που, τὴν δυσφημίαν, Θεὸν δὲ αὐτὸν ὁμολογεῖν ἐγνωκότες, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὑποβι βάζουσι, ἀμείνονα δέ πως ἢ κατὰ κτίσιν εἶναί φασι, καθάπερ ἐν μεταιχμίῳ τιθέντες φύσεως ἀγενήτου καὶ γενητῆς, ἀκουόντων ὅτι θεότητος φύσις πῶς ἂν νοοῖτο διάφορος· Θεὸς γὰρ ὡς πρὸς Θεὸν οὐκ ἂν ἑτεροίως ἔχοι κατά γε τὸ εἶναι Θεός, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν καταθρήσαι τις ἄν. Μίαν γὰρ εἶναί φαμεν τὴν τῆς ἀνθρωπότητος φύσιν, καὶ ὁ τῆς οὐσίας ὅρος εἷς ἂν εἴη, καὶ ἐν παντὶ καὶ ἐν τῷ καθέκαστον οὐκ ἐξηλλαγμένος. Ἢ τοίνυν Θεὸν εἶναι πιστεύοντες, ἀπαλλαττέτωσαν παντελῶς τοῦ τελεῖν ἐν γενητοῖς· ἤ, εἰ μὴ τοῦτο φρονεῖν ἀναπείθοιντο, μηδὲ Θεὸν ὅλως ὁμολογούντων ἔτι. Πλατὺ γὰρ δὴ τότε γελῶντες ἐροῦμεν·" Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν 532 αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται." Ἦ γὰρ οὐχ ἕκαστον τῶν ὄντων τὸ τί κατὰ φύσιν ἐστὶν ἐξ ὧν ἀληθῶς εἶναι πεπίστευται, σαφῶς τε καὶ ἀπλανῶς εἰδείημεν ἄν, ὦ ἑταῖρε; {Β.} Καὶ μάλα. {Α.} Φέρε δὴ οὖν, ἥτις ποτέ ἐστι, τὴν τοῦ Υἱοῦ φύσιν διασκεπτώμεθα, κἀκεῖνο προσενθυμούμενοι ὡς, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστί, πεποίηται δὲ μᾶλλον καὶ παρῆκται μεθ' ἡμῶν πρὸς γένεσιν, κατά γε τὸν παρ' ἐκείνοις μεθύοντά τε καὶ ἐξεστηκότα λόγον, πῶς ἄρα διώλισθεν ὁ κόσμος αὐτοῦ καὶ διέστη τὸ ποιηθέν; Ἆρα τοῖς κατὰ τόπον καὶ μετρητοῖς διαστήμασι; Καίτοι πῶς οὐ τερθρεία τοῦτό γε; Ποῦ γὰρ ἢ πῶς διεστήξει τὸ ἀσώματον, ἢ ποῖος αὐτὸ περιγράψει τόπος; Καὶ γοῦν ὁ μακάριος Ἰωάννης μεμαρτύρηκεν ὅτι" Καὶ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω." Ἆρα οὖν, ὦ Ἑρμεία, φρονοῦντες ὀρθῶς, τῆς ἀποστασίας τὸν τρόπον καὶ τῆς μεταξὺ πεσούσης διακοπῆς οὐχ ἕτερόν τινα παρὰ τοῦτον εἶναι δώσομεν, τὸ μὴ ἐγνωκέναι φημὶ τὸν κόσμον τὸν ἀεὶ συνόντα Δημιουργόν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Δραπέτης οὖν ἄρα ὁ κόσμος ἦν, τῆς πρὸς αὐτὸν κοινωνίας ἀποδραμών, διά γε τοῦ μὴ εἰδέναι τὸν ὑπὲρ κτίσιν Δημιουργὸν καὶ τὴν διὰ τοῦ Πνεύματος σχέσιν, ἐκ παρατροπῆς τῆς εἰς τὸ φαῦλον ἀποβαλών. Ἅμα τε γὰρ τοῖς τοῦ τεχνουργοῦντος ἀρρήτοις νεύμασι παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρώπου φύσις καὶ τῇ πρὸς τὸ Πνεῦμα σχέσει κατεκαλλύνετο." Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς," οὐχ ἑτέρως, οἶμαι, τοῦ ζώου τὸ ἐν ἁγιασμῷ καὶ οἰκειότητι τῇ πρὸς Θεὸν διαφανὲς ἕξοντος ἄν, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος κατακαλλύνοιτο μετουσίᾳ. Τοιγάρ τοι καὶ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἐρήμην τοῦ πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρών, πάλιν αὐτὴν εἰς ἐκεῖνο μεταστοιχειοῦν ἠπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων·" Λάβετε Πνεῦμα ἅγιον," τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν. Ἔσται δὴ οὖν ἐν ἴσῳ ταῖς ἐν ἀρχῇ πρὸς τὸ εἶναι παρόδοις τὸ ἀνακαινίζεσθαι πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ τόν γε τοῦ κεχωρίσθαι τρόπον ἡ γενητὴ νενόσηκε φύσις, οὐχὶ τοῖς κατὰ τόπον νοουμένοις διαστήμασι, πολλοῦ γε καὶ δεῖ· ἐξωθουμένη δὲ μᾶλλον καὶ διεκπίπτουσα Θεοῦ, καὶ τῆς πρὸς Υἱὸν συναφείας τῆς διὰ τοῦ Πνεύματος. Καὶ γοῦν 533 ἀναθεῖ πρὸς τὸ ἐν ἀρχαῖς εἰ βούλοιτο, πνευματικὴν λαχοῦσα τὴν ἀναμόρφωσιν, καὶ τῆς θείας αὐτοῦ φύσεως κεκλημένη πρὸς μετουσίαν διὰ τοῦ Πνεύματος. Εἴπερ οὖν ἔτι κατ' ἐκεί νους ἐν γενητοῖς ὁ Υἱός, κατὰ τίνα δὴ τρόπον ἐξέθορέ τε αὐτοῦ καὶ διέστη ἡ κτίσις; Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοι κίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ; Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ' ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκα ταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; {Β.} Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. {Α.} Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευ θερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο μεθ' ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; {Β.} Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι' ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν·" Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ." Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος·" Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; {Α.} Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν·" Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;" Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν, ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμ πόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε. Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς 534 Θεὸν τὸν θεσπέσιον Δαβίδ·" Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον." Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ" ἀρχὴν ὁδῶν αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθη σομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ' ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν. Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ" Κύριος ἔκτισέ με," φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ' εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ·" Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;" Δοίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι καταφυγή; {Β.} Οὐδ' ὁπωστιοῦν. {Α.} Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε– φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν– ὡς ἐκτίσθαι λέγων προστέθεικεν ὅτι καὶ γεγέννηται." Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ με," φησίν. Ἢ τοίνυν τὴν γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι' ἀμφοῖν δηλού μενα, ἀλλ' ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός·" Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, 535 ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός." Πῶς γὰρ ἂν γένοιτο μεθ' ἡμῶν Θεὸς ὢν ὁ Λόγος; Μῶν ἐγγύτητί τε καὶ σχέσει τῇ κατὰ τόπον, καὶ νόμῳ σωμάτων; Εἶτα πῶς τοῦτο οὐκ ἀπηχές; Οὐκοῦν, ὅτε τὴν πρὸς ἡμᾶς εἰσδέδεκται συμμορφίαν καὶ τὸ τῆς δουλείας σμικροπρεπές, καὶ καθίκετο μεθ' ἡμῶν ἐν γενητοῖς ὁ ἀγένητος, τότε γέγονε μεθ' ἡμῶν, καίτοι τοσοῦτον ἀνεστηκώς τε καὶ ὑπερκείμενος ὅσον ἂν νοοῖτο θεότητος φύσις πρὸς κτίσμα καὶ ποίημα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ἀμετρήτοις τισὶ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν καθ' ἡμᾶς ἠρμένον καὶ ἐν ἀρρήτοις ὄντα ταῖς δόξαις ἐκάλει πρὸς συμμορφίαν τὴν πρὸς ἡμᾶς τὸν ἐκ Θεοῦ πεφηνότα Μονογενῆ, ψάλλων τε καὶ λέγων·" Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;" Ὁ γάρ τοι φύσεως νόμῳ διεστηκὼς καὶ τοῖς ἄλλοις ἅπασιν ἀσυμφυᾶ καὶ ἀνέμβατον ἀποτεμόμενος ἰδιότητα καὶ ὑπεροχὴν γέγονε μεθ' ἡμῶν, ὅτε τὴν ἑκούσιον δι' ἡμᾶς ὑπέστη κένωσιν. Εἰ δὲ μὴ οὕτως ἔχειν ἐροῦσι, τὸ ἀπεῖργον ἔτι, καθάπερ ἐγᾦμαι, παντελῶς οὐδὲν ἀνυποστόλως εἰπεῖν ὡς ἐρραψῴδηκε μάτην ὁ θεῖος ἡμῖν ἔν γε τουτῳῒ λόγος, μεθ' ἡμῶν γεγενῆσθαι λέγων τὸν Υἱὸν ὅτε γέγονεν ἄνθρωπος. Πότε γὰρ ἦν οὐ μεθ' ἡμῶν, εἴπερ ἐστὶ γενητός; {Β.} Εὖ λέγεις. {Α.} Εἰ δὲ δὴ καὶ λέγοιτο Χριστὸς γενέσθαι καὶ Κύριος, ἐννοήσεις ὅτι κεκένωκεν ἑαυτόν, μέτρον ὑποδὺς τὸ δουλο πρεπὲς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Καὶ ἦν, οἶμαί που, σοφόν τε καὶ ἀναγκαῖον, οὐχὶ τοῖς καθ' ἡμᾶς, οὐδὲ τῇ τῆς σαρκὸς ἀδοξίᾳ τὴν θείαν ἡττᾶσθαι φύσιν, ἀναπότριπτον ἔχουσαν τῆς δουλείας τὸ κατηγόρημα καὶ τὴν εἰσποίητον ἀδοξίαν, ἀλλὰ τὸ ἐκ τῆς δουλείας σμικροπρεπὲς τῇ τῆς θεότητος δόξῃ παραχωρεῖν. Οὐκοῦν ἐπείπερ ἐν δούλοις κεχρημάτικε δι' ἡμᾶς, ἀνεφοίτησε δὲ αὖ εἰς τὴν ἐνοῦσαν αὐτῷ καὶ ἀναπόβλητον κυριότητα, καὶ φύσεως νόμοις ἐρηρεισμένην, Κύριος κεκλῆσθαι λέγεται, καὶ μεθ' ἡμῶν γενέσθαι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ μέλλοιμεν, τῆς ἀληθοῦς θεωρίας ἠφειδηκότες, ἐπιπλέκειν τῷ Λόγῳ πάντα τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα πεπραγμένα τε καὶ εἰρημένα, δυσσεβήσομεν οὐ μετρίως. Γέγονε γὰρ ὑπὸ νόμον· καὶ μὴν ὁρατός τε καὶ ἁπτὸς καὶ βραχύ τι παρ' ἀγγέλους," καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη," καὶ τὸν οὕτως οἰκτρὸν ὑπέστη θάνατον. Ἀναθετέον οὖν ἄρα τῇ τοῦ Λόγου φύσει, καὶ εἰ δίχα νοοῖτο σαρκός, 536 τὸ καὶ ἐν τούτοις εἶναι τυχὸν τοῖς ὧδε χθαμαλωτάτοις καὶ πολὺ νοσοῦσι τὸ δυσκλεές. Καὶ τί τὸ ἐντεῦθεν; Ἀπώλισθεν ὁ ἀγαπητὸς καὶ σύνεδρος τῷ Πατρὶ παντός, οἶμαι, λοιπὸν τοῦ πρὸς δόξαν αὐτὸν ἀνέχοντος τὴν θεοπρεπῆ, μᾶλλον δὲ κἂν γοῦν ἐν ἴσῳ τιθέντος τοῖς ἁγίοις ἀγγέλοις. Ἀνθότου δὴ οὖν, ὁ μὲν τοῖς θείοις ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, οἱ δὲ παρεστᾶσιν ἐν κύκλῳ, τὸ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες μέτρον; Καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται Κύριος Σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγε ραίρουσιν εὐφημίαις, πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρ' οὖν οὐχὶ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας, τῆς ἀνωτάτω ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός; {Β.} Παντάπασι μὲν οὖν· τἀμὰ γὰρ ἐν τούτοις. Φασὶ δ' οὖν ὅμως εἰς ἔργα τοῦ Πατρὸς προβεβλῆσθαι τὸν Υἱὸν οὐχὶ μόνον ὅτε τὴν καθ' ἡμᾶς ὑπέδυ μορφήν, ἀλλ' ἐξ οὗ καὶ πέφηνεν, ἵνα δι' αὐτοῦ τὰ πάντα ἐργάσαιτο, καθάπερ ὀργανικήν τινα τὴν ὑπουργίαν ἐν τοῖς κτίσμασι τὴν παρ' ἑαυ τοῦ κίνησιν συνεισφέροντος. {Α.} Βαβαὶ τῆς οὕτω δεινῆς καὶ ἀκράτου θρασυστομίας! Ποίων γὰρ ἂν ἔτι φείσαιντο λόγων οἱ καὶ αὐτοῦ καταχέοντες τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εἰκαιουργόν, καὶ τὸ ἥκιστα διαρκῆ πρὸς πᾶν ὁτιοῦν διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ' ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω καὶ εὐσθενείας τῆς ἀνωτάτω; {Β.} Πῶς; {Α.} Ἦ οὐκ ἐννοεῖς καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο, ὡς εἴπερ ἦν ἄμεινον ταῖς ἑαυτοῦ κινήσεσιν ὀργανικὴν ὑπουργίαν ἀεὶ συνεισάγοντα δημιουργὸν ὁρᾶσθαι τὸν Θεὸν καὶ Πατέρα, πεφυκέναι τε οὕτως ἃ ἂν βούλοιτο κατορθοῦν, ἤγουν τὴν ἐκ ψόγου μὴ διαδρᾶναι γραφήν, εἴπερ ἴοι πρὸς ἔργα καθ' ἕτερον τρόπον· πῶς οὐκ ἠδίκηκε τὸν Υἱόν, οὐκ ἐν ὀργάνῳ καὶ μεσιτείᾳ τινὸς ἑτέρου παρακομίζων εἰς ὕπαρξιν, ψιλὴν δὲ αὐτῷ καὶ μόνην τῆς ἑαυτοῦ δυνάμεως τὴν αὐτουργίαν δωρούμενος; Καὶ τὰ μὲν ἕτερα τῶν κτισμάτων, ἃ καὶ τῆς Υἱοῦ δόξης ἡττᾶσθαί φασι, τὸν ἄριστόν τε καὶ προὔχοντα τοῦ παρῆχθαι πρὸς ὕπαρξιν διεκληρώσατο τρόπον· ὁ δέ, καίτοι τοῖς οὕτω ὑπερκειμένοις πλεονεκτήμασιν ἐκτετιμη μένος, τὸν αἰσχίω τε καὶ ἐν δευτέροις. Ἀλλ' ἦν δήπου τυχόν, ἐροῦσί τινες, ἀμείνων ἡ αὐτουργία, καὶ ταύτης ἔλαχεν ὁ Υἱός. Εἶτα τί τὸ ἀναπεῖθον, ἀποκρινάσθων ἐκεῖνοι, 537 τὴν ὑπερτάτην οὕτω καὶ ὑπὲρ θαῦμα βουλὴν τοῦ Πατρὸς μὴ οὐχὶ τὸν ἀμείνω τοῦ χείρονος ἀνθελέσθαι τρόπον ἔν γε τῷ χρῆναι δημιουργεῖν, ἀφαμαρτεῖν δὲ οὕτω τοῦ λίαν πρεπωδεστάτου, παραλόγως κατωκνηκότα πρὸς τὸ δεῖν ἑλέσθαι περαίνειν ἃ χρῆν; {Β.} Ἄμεσον οὖν ἔδει, φησί, τοῖς κτίσμασιν ἐπαφεῖναι τὴν ἐνέργειαν τὸν τῶν ὅλων Πατέρα; {Α.} Τί μήν, ὦ ἑταῖρε; Ὀργανικὴν δέ, εἰπέ μοι, καὶ ὑπουργικὴν τὴν ἐπικουρίαν εἰσδέχεσθαι λῷον ἦν αὐτῷ; Καίτοι τῶν ἐκτόπων ἐννοιῶν πάμπολυς ἡμῖν ἐντεῦθεν ἀνατελεῖ καὶ ἀναφανεῖται δῆμος. Τίς γὰρ ἂν γένοιτο τοῦ συνεργαζομένου χρεία τῷ Θεῷ καὶ Πατρί, ὀργάνου δὲ καὶ μεσίτου τίς ἡ ὄνησις οὐχ ὁρῶ. Εἰ μὲν γὰρ ἀληθῶς ἀναγκαίαν οἶδεν ἑαυτῷ τοῦ συγκτίζοντος τὴν συνεισδρομήν, καὶ χρειωδῶς παρεκόμισεν ἔν γε τουτῳῒ τὸν ἐπίκλην Υἱόν, τελοῦντά γε μὴν κατ' αὐτοὺς ἐν κτίσμασι, πῶς ἂν ἔχοι τὸ τελείως εὐσθενές, ἔν γε τῷ εἶναι δημιουργός, δι' ὀργάνου καὶ μόλις συλλέγων ἐν ἑαυτῷ τὸ ἀπηρτίσθαι τελείως πρὸς ὃ πεφυκέναι λέγεται; Καὶ τὸ ἔτι δύσφημον οὐκ ἐρῶ. Πλήρωμα γὰρ θεότητος πέφηνεν ἤδη τὸ γενητόν, καὶ τὸ ἐν τάξει παραληφθὲν τῇ ὑπουργικῇ, τῆς δημιουργικῆς δυνάμεως τοῦ Πατρὸς ἐπικούρημα χρειωδέστατον. Εἶτα πῶς, εἰπέ μοι, μεσολαβοῦντος οὐδενός, ἐξήρκεσεν ἂν εἰς τὴν Υἱοῦ ποίησιν, εἴπερ ἐστὶ γενητός, καίτοι μειζόνως τε καὶ ἀσυγ κρίτως ὑπερκειμένου; Τιμαῖς γὰρ αὐτὸν ταῖς οὕτως ἀπατηλαῖς καταγοητεύειν ὑποκρίνονται, τὸ τῆς δυσφημίας ἀκαλλὲς κατερυθριῶντες, οἶμαί που. Ὁ δὲ δὴ πρὸς τὸ οὕτως ὑπερφερές τε καὶ ὑπερθρῶσκον ἀνεπικούρητός τε καὶ μόνος ἀρκέσας, πῶς ἂν ἠτόνησεν εἰς τὴν τῶν ὑποβεβηκότων ὑπόστασιν τὸν συνεργάτην οὐκ ἔχων; Ἆρ' οὖν οὐχὶ κατοι μώζειν ἄξιον τοὺς οἵ γε ταυτὶ καὶ διανοεῖσθαι μόνον οὐ καταπεφρίκασιν; {Β.} Πῶς γὰρ οὔ; πλὴν ἀκούοις ἂν ἔτι. Μικρὸν γὰρ εἶναί φασι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικόν. {Α.} Ἄπαγε τῆς δυσφημίας, ἄνθρωπε! Λέγοις δ' ἂν εἰκότως, ὡς ἀπωτάτω τιθεὶς τῆς ἐπὶ τούτοις αἰτίας τὴν σεαυτοῦ ψυχήν·" Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν." Ὁ γάρ τοι σμικρὸν εἶναι λέγων τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικὸν τύφου καὶ ἀλαζονείας 538 αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν. Εἴη δ' ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ' οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. {Β.} Τὸ τί δή; {Α.} Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; {Β.} Ναί, ἀλλὰ τί μήν; {Α.} Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν, ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; {Β.} Σμικρὸν ὁμολογουμένως. {Α.} Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται." Ἀπὸ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται," κατὰ τὸ γεγραμμένον. Εἰ δὲ δι' ὧν γινώσκεται σμικρὰ λογιεῖται καὶ κατερριμμένα ταυτί, τὴν ἰδίαν αὐτὸς αἰσχυ νεῖται φύσιν, ἀκαλλέστατά που, κατὰ τὸ εἰκός, ἔχουσαν εἰδώς. Καίτοι λίαν εὐκλεὲς παντὶ μὲν ἀνθρώπῳ, παντὶ δὲ ἀγγέλῳ, τὰ δι' ὧν ἑκάτερον ὁρᾶσθαι πέφυκε τοῦθ' ὅπερ ἐστὶ διακεκτῆσθαι τελείως, καὶ οὐδὲν ἂν οἷς ἔλαχεν ἐπερυ θριάσοι ποτέ, τὸ τί κατὰ φύσιν ἐστὶν εἴπερ ἐθέλοι γινώσ κεσθαι. Ἀνθότου δὴ οὖν ἐπαισχυνεῖται λοιπὸν οἷς ἂν ἔχοι Θεός, ἢ μῶμον ἡγήσαιτο τὰ δι' ὧν ἂν νοοῖτο Θεός; Εἰ δὲ δὴ σμικρὸν αὐτῷ καὶ λόγου τοῦ μηδενὸς ἄξιον τὸ ποιῆσαι τὰ Σεραφὶμ καὶ παραγαγεῖν ἀγγέλους, τῆς ἰδίας φύσεως ἀναμετροῦντι τὸ μέγεθος καὶ τὴν ἐκπρεπεστάτην ὑπεροχήν, ἆρ' οὐχὶ κατὰ τὸν ἴσον τρόπον σμικρὸν ἂν εἴη τὸ πρὸς αὐτῶν προσκυνεῖσθαί τε καὶ δοξολογεῖσθαι θέλειν; Ὧν γὰρ οὐκ εἶναι δημιουργὸς ἀξιοῖ, πῶς ἂν ἕλοιτο νοεῖσθαι Θεός; Ἐφίεται δὲ ἀνθότου τῆς πρὸς ἡμῶν τιμῆς καὶ λατρείας, εἰ μηδὲ παράγειν ἡμᾶς εἰς γένεσιν ἀξιοῖ; Πῶς δ' ἂν οὐχὶ τὴν ἰδίαν αὐτὸς κατασίνοιτο δόξαν, εἰ σμικρὸν ἡγήσαιτο τὸ δι' ὃ δοξάζεται; {Β.} Πῶς δὴ οὖν ἄρα, φασίν, ἔκτισεν ὁ Πατὴρ τὰ πάντα
527.2.1
Υἱοῦ; {Α.} Ὡς διὰ Λόγου καὶ σοφίας καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. Πάντα γὰρ ταῦτά ἐστιν ὁ Υἱὸς τῷ Πατρί· ἀλλ' ὧδέ πη τόδε διαγυμνάζωμεν, οἶμον ἰόντες τὴν βασιλικήν, καὶ κατ' εὐθὺ τῆς ἀληθείας διᾴττοντες. Ἦ γὰρ οὐχὶ συννεύσειας ἄν, καὶ λίαν ἑτοίμως, ὡς εἴπερ εἶναί φαμεν τὸν Πατέρα 539 δημιουργόν, ἕψεταί που πάντως καὶ τὸ χρῆναι νοεῖν ὡς οὔτε ἄναλκις οὔτε ἄσοφος ὤν, οὔτε μὴν Λόγου δίχα δημιουργεῖ; {Β.} Ἕψεται γὰρ οὖν. Τοιγάρτοι φησὶ μὲν ὁ Μελῳδός·" Πάντα ἐν σοφίᾳ ἐποίησας." Τὴν δὲ τοῦ παντὸς γένεσιν τρανότερον ἐξηγούμενος, ἀνεκεκράγει λέγων ὁ προφήτης Ἱερεμίας·" Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν." {Α.} Τί δέ; Οὐχὶ σοφίᾳ τε καὶ ἰσχύϊ καὶ μὴν καὶ φρονήσει Θεοῦ τὰ πάντα ἐκτίσθαι διαρρήδην ἡμῖν ἀναγράφοντος Ἠσαΐου, πάντα δι' Υἱοῦ γενέσθαι φησὶν ὁ σοφὸς Ἰωάννης;" Πάντα γάρ, ἔφη, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." {Β.} Ναί. Τί οὖν τοῦτό γε; {Α.} Ὅτι σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ἡμῖν ἀναπέφανται. {Β.} Πῶς γὰρ ἢ πόθεν τοῦτο ἀμφίλογον; {Α.} Οὐκοῦν, ἄγε δὴ φράσον πότερα τὸν Υἱὸν ἐν σοφίᾳ καὶ συνέσει καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς ὕπαρξιν, ἤγουν ἀσόφως τε καὶ ἀσυνέτως καὶ ἀσθενῶς ἡγώμεθα; Γενητὸν γὰρ εἶναί φασι. {Β.} Καὶ μὴν τοῦτό γέ ἐστι παντάπασιν ἀμαθές. Οὐ γὰρ ἦν ὅτε σοφίας ἦν δίχα καὶ δυνάμεως ὁ Πατήρ. {Α.} Εὖ λέγεις. Ἐπαινέσομαι γὰρ οὖν ὀρθὰ καὶ δίκαιά σε φρονεῖν ᾑρημένον. Ἀλλὰ τί πρὸς ταῦτα φαῖεν ἂν οἱ τοῖς γενητοῖς ἐναρίθμιον καταγράφοντες τὸν Υἱόν; Εἰ γὰρ ἦν μὲν οὐκ ἀεί, νόμῳ δὲ κτίσεως χρόνῳ παρήχθη πρὸς ὕπαρξιν, καίτοι σοφία καὶ δύναμις καὶ σύνεσις ὢν τοῦ Πατρός, ἀσθενῆ καὶ ἄναλκιν ἄσοφόν τε καὶ ἀσύνετον ὁμολογήσουσιν εἶναι πρὸ αὐτοῦ τὸν Πατέρα, πεποιῆσθαί τε δώσουσι τὸν Υἱὸν ἀσόφως τε καὶ ἀνάνδρως, καίτοι πλουσίῳ περιχεόμενον θαύματι, καὶ οὐκ ἐν οἷς ἡ κτίσις, ἀλλ' ἐν ἀσυγκρίτοις ὄντα ταῖς ὑπεροχαῖς. Εἰ δὲ δὴ κατα μειδιῶντος αὐτῶν παντός, οἶμαι, λόγου, τὸ τῆς δυσφημίας αἶσχος παρωθούμενοι, καὶ αὐτὸν ἐν σοφίᾳ καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς γένεσιν οἰήσονται δεῖν, ἀναγκαῖον ὁμολογεῖν ὡς αὐτὸς ἑαυτοῦ πρεσβύτερος ἔσται λοιπὸν καὶ πρός γε τούτῳ δημιουργός. Ὑπέστησε γὰρ ἑαυτὸν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς ἡ πᾶσα σοφία καὶ ἡ δύναμις τοῦ Πατρός, ἐν δυνάμει τῇ ἑαυτοῦ καὶ σοφίᾳ γέγονε. Συνίης οὖν ὅπως πανταχῆ καταρρεῖ πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; {Β.} Καὶ πάνυ. {Α.} Παραδειχθείη δ' ἂν οὐ σὺν ἱδρῶτι πολλῷ καὶ καθ' ἕτερον τρόπον ἠλίθιον κομιδῇ τὸ δόγμα αὐτοῖς. Φέρε γὰρ δή, τὴν τοῦ Θεοῦ φύσιν ταῖς ἐγχωρούσαις ἐννοίαις ὡς 540 ἔνι διαμετρήσαντες, τίς τε καὶ ὁπόση καὶ ἅπερ ἂν αὐτῇ πρέποι πολυπραγμονῶμεν, ὦ τᾶν. Πότερα δὲ χρῆναι δημιουργεῖν πιστεύωμεν, ἀφορμὴν εἰς ὕπαρξιν τοῖς γενητοῖς τὸ εἶναι θέλειν αὐτὰ διανέμουσαν, καὶ τὸ δεῖν ὑπάρξαι μόνον τοῖς οὐκ οὖσί ποτε κατανεύουσαν, διαπεραίνειν τε οὕτω τὴν σύμπασαν κτίσιν, ἤγουν ὑπουργίαν ἔχοντα τὴν ὀργανικήν, καὶ τὴν ἐκ τοῦ μεσιτεύοντος ἐπικουρίαν ὡς ἀναγκαίαν παρειλημμένην, οἷον εἰ καί τις ἀνδρὶ λιθουργῷ τὰ δι' ὧν ἔσται λιθουργὸς καὶ ποιητὴς ὧν οἶδε παρατε θεῖσθαι λέγοι; {Β.} Εἶτα τίς, εἰπέ μοι, καταρνήσαιτ' ἂν ὅτι πάμπολυ τὸ θεοπρεπὲς ἔν γε τῷ θελήσει μόνῃ δημιουργεῖν; {Α.} Ἄριστα ἔφης· ἐπείτοι καὶ ὁ θεῖος Μωσῆς ὧδέ πη καὶ οὐχ ἑτέρως παρέδειξεν ἡμῖν δημιουργοῦντα Θεόν. Εἶπε γάρ, φησίν, ὁ Θεός·" Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως," συνεκφαινομένης τάχα που τῇ τῶν λόγων ἐκδρομῇ τῆς τῶν ἔργων πληρώσεως, μελλησμοῦ τε μηδενὸς τὸν μεσίτην, κατ' ἐκείνους, καὶ ὑπουργὸν ἐνεργοῦντά τε καὶ ὀργανικῶς κινούμενον ὑποφαίνοντος. Ἔργου γὰρ ὥσπερ ὑπόστασις ὁ λόγος ἦν, καὶ ψιλὸν τὸ νεῦμα τοῦ μὴ ὄντος ἡ πῆξις, καὶ ἐν μόνῳ τῷ θέλειν τῶν ποιουμένων ἡ γένεσις. Ὅτε τοίνυν ἄριστόν τε καὶ πρεπωδέστατον τῷ Θεῷ καὶ Πατρὶ τὸ ὧδε δημιουργεῖν, τί τήν, οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ φληνάφως ἐξευρημένην ἐπικουρίαν αὐτῷ τοῦ μεσίτου καὶ ὑπουργοῦ προσνέμουσι, χρειωδέστατον Υἱὸν πεποιῆσθαι λέγοντες, ἵνα ὑπηρετοῖτο δι' αὐτοῦ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων; Ἠγνοήκασι γάρ, ὡς ἔοικεν, ὅτι καίτοι γενητὸν καὶ τελεῖν ἐν κτίσμασι διαβεβαιούμενοι τὸν Υἱόν, ἀμείνω τε καὶ ἀξιολογώτερον ἀποφαίνουσι τοῦ Πατρός. {Β.} Τίνα τρόπον; {Α.} Εἰ διὰ μεσίτου μὲν ἀναγκαίως ὁ Πατήρ, ἐν δέ γε μόνῳ τῷ θέλειν καὶ νεύμασιν ὁ Υἱὸς ἃ ἂν βούλοιτο κατορθοῖ, λεπρῷ μὲν λέγων ἐπ' ἐξουσίας·" Θέλω, καθαρίσθητι·" θανάτῳ δὲ ἤδη κατισχημένους ἀνακομίζων εἰς ζωήν, καὶ μὴν τυφλοῖς ἐνιεὶς τὸ τριπόθητόν τε καὶ ἄηθες φῶς, ἆρ' οὖν οὐχὶ τὸν μεσίτην καὶ ὑπουργόν, ἤγουν τὸν φύσει δημιουργὸν ἐν εὐκλείαις ὄντα ταῖς ἄγαν περιφανεστέραις καταθρήσαι τις ἄν, οὐχ ὑπερεστήξει δὲ οὕτω τοῦ τεχνίτου τὸ ὄργανον; {Β.} Ἔοικεν. {Α.} Καίτοι τί δή ποτε τὴν ἐπὶ τῷ χρῆναι φρονεῖν ὀρθῶς σκέψιν τε καὶ θέλησιν ὡς ἕωλον ἀτιμάζοντες, ἀπροβούλευτον ποιοῦνται τὴν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ ἐπὶ μόνον ίενται 541 τὸ σφίσι δοκοῦν, οὐδὲ ἐκεῖνό που τάχα διενθυμούμενοι ὡς οὐκ ἂν ἐργάσαιτό ποτε τὸ ἀνθρώπου ποίημα τὰ ὧνπερ ἂν αὐτὸς εἴη δημιουργός, οὐδ' ἂν τὸ ὑπό του τεχνουργούμενον τῆς τοῦ τεχνουργοῦντος οὐσίας τὸ φύσει τε καὶ ἀληθῶς ἴδιον εὖ μάλα διακεκτήσεται, καὶ τοῦτο ἀπαραλλάκτως; {Β.} Πῶς γάρ; Ἐπεί τοι καὶ τὸ ἔμπαλιν ἀληθές. Τέκτων γὰρ ἤ, φέρε εἰπεῖν, χαλκουργός, οὐκ ἂν γένοιντό ποτε τὰ τέχνης ἔργα, χαλκουργικῆς ἢ τεκτονικῆς. {Α.} Ὀρθῶς ἔφης· καί σε τῆς ἄγαν ἀγχινοίας ἄγαμαί τε καὶ ἐπαινέσας ἔχω. Τίνα δὴ οὖν τρόπον, εἴπερ ἐστὶ γενητὸς ὁ Υἱός, ἰσουργήσει μὲν ἀπαραλλάκτως τῷ Θεῷ καὶ Πατρί, καὶ τὸ τῆς ἀνωτάτω πασῶν οὐσίας ἴδιον καὶ ἐξαίρετον ἐν ἰδίᾳ φύσει λαχών, καλεῖ μὲν ὡς ὄντα τὰ οὐκ ὄντα ποτέ, παραφέρει δὲ οὕτως εὐσθενέστατα καὶ ἀμογητὶ πρὸς ὕπαρ ξιν, ὡς ἔν γε τῷ βεβουλῆσθαι μόνον ἀποπεραίνεσθαι τὴν δημιουργίαν; Ἦ οὐχ ὧδε δημιουργήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἀποχρῶσαν ἔχων εἰς τοῦτο τὴν ἰδίαν φύσιν, καὶ ἀνεπικούρητον παντελῶς ὑπό του τῶν γενητῶν τὴν ἐνέργειαν; {Β.} Ὧδε ἔχει. {Α.} Ὥσπερ οὖν οὐχ οἷά τε τὰ ἐξ ἀνθρωπείας χειρός τε καὶ ἐπιστήμης ἐκτετεχνημένα δρᾶν τε καὶ ἐνεργεῖν τὰ αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον οὐκ ἂν ἐργάσαιτο τὰ Θεοῦ τὰ θείας ἔργα χειρός. Ἐπειδὴ δὲ δεδημιούργηκέ τε καὶ ἐνήργηκεν ὁ Υἱός, οὐ τοῖς ἄλλοις ἅπασιν ἀναμὶξ φιλοτέχνημα καὶ αὐτὸς θείας ἔσται χειρός, οὔτε μὴν ἐξ οὐκ ὄντων παρῆκται δημιουργός, οὐσιωδῶς δὲ μᾶλλον τὸ χρῆμα διεκληρώσατο, καὶ οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοι καὶ αὐτὸς ὁ Πατήρ. {Β.} Ἀλλ' ἐνεργούμενος, φησίν, ὑπὸ τοῦ Πατρὸς ἐνεργεῖ τὰ περὶ τὴν κτίσιν. Ἔφη γάρ που καὶ αὐτός·" Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Καὶ πάλιν·" Τὰ ἔργα ἃ ἐγὼ ποιῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με." {Α.} Ταυτὶ μὲν οἶδ' ὅτι προσθεῖεν ἂν ἡμῖν οἱ δι' ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν τὴν μετὰ σαρκός, κακουργότατα κιβδη λεύοντες. Εἰ μὲν οὖν ἄπαρνοί τε καὶ ἀπόψηφοι παντελῶς περὶ τὸ Χριστοῦ μυστήριον μειρακιωδῶς γεγονότες, παρω θοῖντο τοῦ Λόγου τὴν μετὰ σαρκὸς οἰκονομίαν, μεταπλατ τόντων ἀβούλως ἐπὶ τὸ σφίσι δοκοῦν ἃς ἂν βούλοιντο φωνάς. Εἰ δὲ δὴ συννεύσειαν ὀρθὰ φρονεῖν ᾑρημένοις ὅτι Θεὸς 542 ὢν ὁ Λόγος γέγονε σὰρξ καὶ κεχρημάτικεν ἄνθρωπος, τί τὸ τῆς οἰκονομίας ἀδικοῦσι σοφόν, καὶ τοὺς ὅτι μάλιστα πρεπωδεστάτους αὐτῇ μεταρυθμίζουσι λόγους ἐφ' ὅπερ ἂν ἕλοιντο, καὶ τό γε εἰς αὐτοὺς ἧκόν τε καὶ βλέπον ἀντιφέρεσθαι παραπείθουσι τῇ τοῦ Μονογενοῦς φύσει τε καὶ δόξῃ; Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι καὶ Μωσαϊκὴν στενολεσχίαν διαπρέποντα τὸν Χριστόν, καὶ προσέτι τοῖς ὑπὲρ λόγον τερατουργήμασιν, ὑπεράγασθαι δέον, καὶ κατακροτεῖν ἐπαίνοις, καὶ δοξολογεῖν ὡς Θεόν, τοῦτο μὲν οὐκ ἔδρων, παραθηγόμενοι πρὸς ὀργάς· φθόνῳ δὲ ὥσπερ πάντα σείοντες κάλων, ἐπὶ τὸ δεῖν ἑλέσθαι συκο φαντεῖν ἀφιλοθέως διώλισθον. Τοιγάρτοι καὶ ἔφασκον, ὁτὲ μὲν ὅτι" Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων·" ὁτὲ δὲ αὖ·" Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;" Ἀλλ' ἦν πως ἔτι σκληρὸν καὶ τῆς ἐντέχνου οἰκονομίας ὡς ἀπωτάτω τοῖς οὕτω διακειμένοις ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, πέφηνε δὲ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ γέγονεν ἄνθρωπος, ἀναφανδὸν εἰπεῖν· Ἐμοὶ μὲν, ὦ οὗτοι, σοφία καὶ δύναμις, ἐγὼ δὲ τῶν παραδόξων ὁ τεχνουργός, καὶ οὐκ εἰσποίητον ἔχων τὴν ἐξουσίαν, οὔτε μὴν ὀθνείοις ἐπαυχῶν ἀξιώμασιν, ἀλλ' ἰδικῶς τοῖς ἐμοῖς. Οὐ γὰρ ἂν εἰ τάδε ἔφη διεκαρτέρουν οἵ γε καὶ τοῖς οὕτω μετρίοις ἐπέτριζον λόγοις, καὶ κυνηδὸν ἐπιθρώσκοντες, καθυλακτεῖν ἐπετόλμων, εἴ πού τι καὶ παρεφθέγξατο τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων. Ὑποτεμνόμενος τοίνυν αὐτῶν τῆς ἀβελτηρίας τὸ πολύ, καὶ παρακομίζων κατὰ βραχὺ πρὸς ἀμείνω διάσκεψιν, καὶ ἀστείως ἀποφέρων τοῦ μὴ δεῖν οἴεσθαι τὸν τῶν ὅλων Δεσπότην καὶ Θεὸν ἐν Βεελζεβοὺλ ἐνεργεῖν, τὴν τῶν ἀποτε λεσμάτων λαμπρότητα τῇ ἀφράστῳ δυνάμει προσνέμει τοῦ Πατρός, καὶ τῇ θείᾳ μᾶλλον ἀνάπτει φύσει τὰ αὐτῇ μάλιστα πρεπωδέστατα. Ὡς δὲ ὑπάρχων αὐτὸς ἐν Πατρὶ καὶ τὸν ἴδιον ἔχων ἐν ἑαυτῷ γεννήτορα, διά γε τὸ ταὐτὸν ἀπαραποιήτως καὶ οὐσιωδῶς, τὸν Πατέρα ἔφασκεν ἐν ἑαυτῷ μένοντα τὰ ἔργα πληροῦν. Οὐ γάρ τοι κατὰ τὸ ἀληθὲς οἴοιτό τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸ Θεῷ πρέπον τε καὶ ἰδικῶς ἀνακείμενον ἔργον εἶναι σαρκός, ἤγουν ἀνθρωπότητος, εἰ νοοῖτο μόνη καὶ καθ' ἑαυτήν. Οἶμαι δὲ οὔτι που τῆς ἀναγκαίας τε ἅμα καὶ ἀληθοῦς ἐννοίας ἀφαμαρτεῖν τὸν λόγον. {Β.} Οὐ γὰρ οὖν· ἔχει γὰρ ὀρθῶς. {Α.} Φαίην δ' ἂν ὅτι καὶ τοῖς σφῶν αὐτῶν διαμαχοῦνται 543 λόγοις, ἐνεργούμενον ἐνεργεῖν εἴπερ οἴονται τὸν Υἱόν, καὶ πρός γε δὴ τούτῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα δυσσεβήσειν ἔτι. {Β.} Φράσον ὅπως· νοεῖν γὰρ οὐκ ἔχω. {Α.} Οὐ γάρ, ὦ φιλότης, τὸ δοτὸν ὁτῳοῦν ὑπὸ ὁτουοῦν, καὶ ἀφαιρετέον εἴη ἄν, εἰ καὶ μὴ ἀφαιροῖτο τυχόν, ἐννενοη κότος οὔπω τινὸς τὸ ἀφελέσθαι δεῖν, ὃς ἐὰν οἷός τε ᾖ τοῦτο δρᾶν; Τὸ δὲ δὴ τοῖς τῆς φύσεως νόμοις οὐκ ἐρηρεισμένον, εἰσποίητον δὲ καὶ θύραθεν, οὐκ ἀπόβλητον ἔσται τισὶ τῷ παθεῖν δύνασθαι τὴν ἀποβολήν, καὶ εἰ μὴ πάθοι τυχόν; {Β.} Καὶ μάλα. {Α.} Θέα δὴ οὖν ὅσον ἔν γε τουτῳῒ κατὰ τοῦ Μονογενοῦς τὸ δυσσέβημα. Εἰ γὰρ ἐνεργούμενος ἐνεργεῖ, καὶ δοτὸν αὐτῷ παρὰ τοῦ Πατρὸς τὸ ἰσχῦσαι δημιουργεῖν, τί τὸ λυποῦν ἔτι μεθ' ἡμῶν εἰπεῖν·" Χάριτι Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη;" Καὶ" Χάρις δὲ ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ," πῶς ἂν ἔτι διακηρύξειεν, εἴπερ ἕλοιτο μὴ ψευδομυθεῖν, ὁ σοφώτατος Παῦλος; Πῶς γὰρ ἂν γένοιτο χάριτος τῷ Πατρὶ συνδοτὴρ ὁ χάριν ἔχων ἐφ' ἑαυτῷ; Λογισμοῦ δέ, οἶμαι, τοῦ καθήκοντός τε καὶ ἀληθοῦς ἀφεστή ξειεν ἂν οὔτι που, τὸν Μονογενῆ καὶ Υἱὸν εἴπερ οἴοιτό τις ὅτι τὸ δημιουργεῖν εἰκαῖον αὐτῷ, καὶ ἀπρακτήσει ποτέ, παρελέσθαι τὸ δοτὸν ἐθελήσαντος τοῦ Πατρὸς καὶ τῆς Υἱοῦ φύσεως ἀποσοβῆσαι τὴν ἐνέργειαν, ὑφ' ἧς, ὥς φασι, κινούμενος, δέδεικται ποιητής. Τὸ γὰρ ὑπό του κινούμενον, κατηρεμήσειεν ἄν, εἰ μὴ κινοῖτο τυχόν, ὅτε δὴ φύσεως ἰδίας καρπὸν οὐκ ἔχει τὴν κίνησιν. {Β.} Ἀληθές. {Α.} Καὶ πρός γε δὴ τούτῳ, τὸ δεινὸν αὐτοῖς καὶ πικρὸν ἕωλον ἔσται σόφισμα. {Β.} Τὸ τί δή; {Α.} Οὐ γὰρ δὴ διεπυνθάνου σεμνολογούντων ἡμῖν ἀρτίως τὰ περὶ τοῦ Πατρός, καὶ ἐξαιρόντων ἐπέκεινα τοῦ κατὰ σφᾶς ταπεινοῦ τε καὶ καταβεβλημένου τὸν περὶ αὐτοῦ λόγον; Παρῆχθαι γὰρ ἔφασκον χρειωδῶς τε καὶ ἀναγκαίως εἰς ὕπαρξιν τὸν Υἱὸν ἵν' ἐπείπερ ἐστὶ τὸ ἐφ' ἅπασιν αὐτουρ γικὸν ἀκαλλὲς τῷ Πατρὶ καὶ τὸ εἶναι τῇ κτίσει προσεχῆ τὸ μεῖόν πως ἢ κατ' αὐτόν, τουτέστιν ὁ Υἱός, ἐργάσαιτο τὰ λοιπά. {Β.} Ἐπυθόμην. {Α.} Ποῖ δὴ οὖν ἄρα τὸ σοφὸν αὐτοῖς διοίχεται πλάσμα εἴπερ ὅλως ἐνήργηκεν ὁ Πατὴρ δι' Υἱοῦ τὰ περὶ τὴν κτίσιν; Τὸ γὰρ ἐνεργεῖν διὰ μέσου τινός, κίνησιν μὲν οὐκ ἔχοντος τὴν ἐπὶ τὸ τυχὸν αὐτοκέλευστόν τε καὶ ἰδικήν, οἱονεὶ δέ πως τὴν ὀργανικὴν ὑπομένοντος, φαίην ἂν ἔγωγε τὸ αὐτουργεῖν 544 ὅτι καὶ ἀναμφιλόγως ἐστίν. Εὔηθες δὲ ἤδη καὶ τὸ ἀκαλλὲς εἶναι λέγειν τῷ Θεῷ καὶ Πατρὶ τὸ προσεχῆ μὲν εἶναι τοῖς ἄλλοις, ὡς μικροῖς, ἐφ' Υἱῷ γε μὴν οὐκ ἔτι. Τί γὰρ οὐ βραχὺ πρὸς Θεοῦ φύσιν, τῶν γε ἅπαξ τελούντων ἐν γενητοῖς; Ἢ ἴστωσαν ἀναμετροῦντες τὴν ἀμέτρητον φύσιν, σμικρὰ μὲν ὡς πρὸς αὐτὴν ἀναγράφοντές τινα, τὸ δὲ ὅτι μέγα καὶ ὑπερφυές, καὶ οὐ λίαν ἀφεστηκός, οὐκ οἶδ' ὅπως πεφλυαρη κότες. {Β.} Ἄριστα ἔφης. {Α.} Μεθέντες δὴ οὖν, ὦ Ἑρμεία, τὸ σοφίζεσθαι περιττά, καὶ οἱονεὶ τὸ σεμνοληρεῖν, ἐπ' αὐτὸ δὴ καὶ μόνον ἴωμεν ἤδη τὸ ἀληθές, ὁμολογεῖν ἐγνωκότες, ὡς ἔστι Θεός, πέφηνέ τε κατὰ φύσιν ἐκ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενής. Καὶ εἴπερ ἐστὶ τὸ ὂν ἀληθῶς ἡ ἄναρχός τε καὶ πρεσβυτάτη καὶ ἀγένητος φύσις, ἐρρέτω συκοφαντία καὶ φενακισμός. Τὸν γὰρ ὄντως ὄντα τοῦ Θεοῦ Λόγον ὀψιγενῆ καὶ πεποιημένον πῶς ἂν ἔτι παραδεξαίμεθα, καὶ οὐχὶ τῶν ἀρίστων ἡμᾶς ἀπολισθεῖν βουλευμάτων, πᾶς τισοῦν, οἶμαι, τῶν εὖ φρονούν των ἐρεῖ· Ἢ ἐκεῖνο φράσον (ἐρήσομαι γάρ), ἆρ' οὐκ ἀληθὲς ὁμολογήσαις ἂν ὅ φημι; Υἱὸν γὰρ εἴπερ τις ὀνομάσαι Θεοῦ, οὐχ ἕτερον, οἶμαι, τὶ ἐννοήσειεν ἄν, καίτοι πλείστων ὅσων εἰσπεποιημένων εἰς υἱοθεσίαν, ἀλλ' ἐπ' ἐκεῖνον αὐτὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς τῶν ἀκροωμένων ὁ νοῦς ὀξεῖ καὶ ἀναμφιλόγῳ φέρεται δρόμῳ. Ἦ οὐκ ἀληθὲς εἶναί σοι τὸ χρῆμα δοκεῖ; {Β.} Ναί. {Α.} Ὥσπερ οὖν ἑνὸς ὄντος ἐν ἡμῖν τοῦ κατὰ φύσιν τε καὶ ἀληθινοῦ Θεοῦ, εἴπερ τῳ τῶν καθ' ἡμᾶς Θεὸν ὀνομάσαι δοκεῖ προσθέντι μηδέν, οὐδ' ὅσον εἰς νοῦν εἰσδεξαίμεθα ἂν τὴν ἑτέρου δήλωσιν, καίτοι πληθύος οὕτω πολλῆς εἰς τὴν τοῦ Θεοῦ κλῆσιν εἰσδεδεγμένης ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· οὕτω τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὀξύτατα διασκέψαιτ' ἂν τῶν φιλοθέων ὁ νοῦς, εἴπερ τις ὅλως Υἱὸν ὀνομάσαι Θεοῦ, προσθεῖεν δ' ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. {Β.} Τὸ ποῖόν τι φής; {Α.} Οὐ γάρ, ὦ βέλτιστε, φαίης ἂν τὸ ἀληθῶς ὂν ἓν εἶναί τι καὶ οὐ πολλά; Τοῦτο δέ ἐστι Θεός, ἤτοι Θεοῦ φύσις. {Β.} Φαίην ἄν. {Α.} Ἆρ οὖν οὐκ ὄντα ἐστὶ τὰ πεποιημένα καὶ κεκλημένα πρὸς ὕπαρξιν δι' αὐτοῦ; {Β.} Ὄντα μέν· πῶς γὰρ οὔ; τά γε ὅλως ὑφεστηκότα. Πλὴν κατὰ μίμησιν τοῦ ὄντος ἀληθῶς. {Α.} Ἐπιψηφιοῦμαι τὸ ἀληθὲς ἄριστά σοι διεγνωκότι. Παρακλέπτει γάρ πως ἀεὶ τὴν τοῦ φύσει δόξαν τὸ κατὰ μίμησιν. Ὥσπερ οὖν καὶ εἰ πολλὰ νοοῖτο τυχὸν κατὰ μίμησιν τοῦ ἀληθῶς ὄντος τὰ ὄντα, τὸ γοῦν ἀληθῶς ὄν ἐστιν ἕν. Κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, καὶ εἰ πολλοὶ καλοῖντο 545 θεοὶ καὶ υἱοί, ἀλλ' εἷς ὁ φύσει καὶ ἀληθῶς Υἱὸς καὶ Θεός. ῥίζαν ἔχων ὥσπερ τινὰ τῆς ἀφράστου γεννήσεως τὴν τοῦ Πατρὸς φύσιν. Τοιγάρτοι καὶ συναΐδιος πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁμολογοῖτο ἂν εἰκότως, καὶ οὐχὶ παρῆχθαι δημιουργικῶς μετὰ τῶν κτισμάτων, καθὰ φρονεῖν ἔδοξε τοῖς διεστραμμένοις, οἳ τὴν ἀληθῶς ἀλήθειαν ἠγνοήκασι, τουτέστι Χριστόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. {Α.} Εἶεν· ἐκ παντὸς ἡμῖν, ὡς ἔοικε, συμβήσεται λόγου πιθανοῦ τε καὶ ἀναγκαίου, τὸ ὀψιγενῆ μὲν οὔτι που καὶ τὸν ἐπὶ τῷ πεποιῆσθαι μῶμον ἀνεξίτητον ἔχοντα τὸν Υἱόν, ἀναφῦναι δὲ μᾶλλον ἐξ αὐτῆς ὁμολογεῖν τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὑψηλὴν καὶ ὑπερφυᾶ λαχόντα τὴν δόξαν καὶ ταῖς ἐπέκεινα μέτρου καὶ ἀσυγκρίτοις ὑπεροχαῖς παντὸς γενητοῦ διᾴττοντα φύσιν, ὑπερενεγκεῖν τε τοσοῦτον ὁπόσον ἂν οἴοιτό τις καὶ αὐτὸν τὸν Πατέρα. {Β.} Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Ἀτάρ, εἴτοι φίλον, ἐρῶ δή τι πάλιν. {Α.} Καὶ μήν, ὦ ἑταῖρε, καθικοίμην ἂν ὡς ἥδιστά τε καὶ ἀοκνότατα πρός γε τὸ χρῆναι γεννικῶς τοῖς διακυκῶσι τἀληθὲς ἀντιφέρεσθαι λόγοις." Ὁ γὰρ πραΰς, ἔστω καὶ μαχητής," ἱερὸς ἡμῖν ἀναπεφώνηκε λόγος, σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν, εἰς νοῦν ἔχων τὸ γεγραμμένον·" Ἄμελγε γάλα καὶ ἔσται βούτυρον." {Β.} Ἴσθι δὴ οὖν ὡς εἰ διαπύθοιντό σου Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρὶ κατονομάζοντος τὸν Υἱόν, αὐτίκα δὴ μάλα ἐροῦντας τοὺς δι' ἐναντίας· Τὸν ἔν γε δὴ τούτοις, 546 ὦ πανάριστε, κατὰ σέ, πῶς οὐκ ἰδίοις ἐπαυχεῖν ἀγαθοῖς πρέποι ἂν μᾶλλον, καὶ οὐχὶ τοῖς θύραθεν ἐναγλαΐζεσθαι δεῖν; Θεὸς γὰρ ὁ ἀληθῶς, ἐξ ἑαυτοῦ παντέλειος, ἄρτιός τε καὶ ἀπροσδεὴς πρὸς ὁτιοῦν, οἶμαι, τῶν τῇ τοιᾷδε φύσει προσπεφυκότων. {Α.} Τί φής; Ὡς θρασὺς ὁ λόγος καὶ ἀπονένευκε μὲν ἀσχέτως εἰς τὸ λυποῦν! Φράζε δ' οὖν ὅμως ἀναφανδόν, τίνα δὴ τρόπον ἡμῖν ἀκρίτων οὕτω δυσφημιῶν ὄχλον τὸ σκαιὸν τῶν διεστραμμένων κεκαινούργηκε στῖφος; {Β.} Εἰ Θεός, φησίν, ἀληθινὸς καὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, οἴκοθεν ἐχέτω τὰ δι' ὧν ἐστι Θεός, καὶ ἰδίοις μᾶλλον ἤγουν τοῖς παρὰ Πατρὸς ἐπαυχείτω πλεονεκ τήμασιν. Ὃ γὰρ ἂν ἔχων ὁρῷτο, τοῦτό ἐστι παρὰ Πατρὸς καὶ θεόσδοτον. Ζῇν γὰρ ἔφη διὰ τὸν Πατέρα, καὶ δοξάζεται καὶ ἁγιάζεται παρ' αὐτοῦ, καὶ ἀνεβίω τριήμερος τῇ δυνάμει τοῦ Πατρός, καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα πεπλούτηκε μεθεκτῶς, καὶ προσκυνεῖ μεθ' ἡμῶν καὶ ὑποτάττεται τῷ Πατρί, καὶ βασιλείαν δέχεται καὶ ἐξουσίαν· ἱεροὶ γὰρ ἡμῖν καὶ θεῖοι ταυτὶ παρέδοσαν λόγοι. {Α.} Ἰού, ὦ Ἑρμεία! ὡς πάμπολυς καὶ δεινὸς βλασφημιῶν ἀριθμὸς οἱονεί πως ἐν κύκλῳ περισχὼν τὴν ἀλήθειαν ἀνοσίως καθυλακτεῖ! Καὶ καιρός, ὡς ἔοικεν, ἐναρμόσασθαι καὶ ἡμᾶς τῇ τοῦ Θεοῦ παντευχίᾳ, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, παρεξάγειν ἀνδρικῶς, κατορρωδοῦντας οὐδέν, κἂν εἰ τοῖς αἰσχίοσιν ἔτι καὶ ἀγριωτέροις ἡμᾶς καταπαίοιεν λόγοις. Ἀλλ' εἰ μὲν ἴοι χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ' ἑκάστῳ γνῶσιν ἀποτελῶν. Παραδείξειε δ' ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδια βλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ' ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς ταῖς ἐπ' ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ' οὐδέν; {Β.} Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που. {Α.} Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς·" Τοῦτο φρονείσθω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων 547 γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν; Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ' ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ' ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. {Β.} Ὧδε ἔχει. {Α.} Ἅπας τοίνυν ἡμῖν τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος ἐπ' ἄμφω βλέπει. Ὁτὲ μὲν γὰρ οὔπω καθιγμένον εἰς κένωσιν θεολογεῖ τὸν Υἱόν, ἀλλ' ἐν τῷ τῆς θεότητος ὕψει καὶ ἐν οἷς ὁ Πατήρ· ὁτὲ δὲ αὖ, ῥοπαῖς ταῖς ἐθελουσίοις φειδοῖ τε τῇ πρὸς ἡμᾶς κεκλημένον εἰς κένωσιν, καὶ εἰς τὴν τῆς σαρκὸς ἀδοξίαν τῶν ἄνω καταφοιτήσαντα παρίστησιν ἐναργῶς. Ἆρ' οὖν (ἐρήσομαι γὰρ) σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τουτοισὶ προσιέμενοι λόγον, καὶ καιροῖς διανέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν, ἢ οἵπερ ἂν δόξειαν ἀνάχυσίν τινα καὶ ἀναφυρμὸν πραγμάτων τε ἅμα καὶ καιρῶν ἐπινοεῖν, ὡς ἀνάπτειν οὐ διεσταλμένως τὰ μὲν σαρκὸς καὶ διὰ τὴν σάρκα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὰ δὲ τοῦ Μονογενοῦς ἴδια καὶ ἐξαίρετα καταγράφειν σαρκὶ καὶ χρόνῳ τῷ κατ' αὐτήν. {Β.} Καὶ πῶς ἀμφίλογον, ὡς ἄμεινον δήπου, Χριστὸν μὲν ἕνα καὶ Υἱὸν ὁμολογεῖν κατὰ τὰς Γραφάς, ἐπινοίαις γε μὴν καὶ τῇ θεωρίᾳ τῇ κατὰ τὸν λόγον, ἕως μὲν ἦν τῆς πρὸς σάρκα καθ' ἕνωσιν συνδρομῆς ἀφεστηκὼς ὁ Μονογενής, τοῖς τῆς θεότητος ἀξιώμασιν ἐπαυχεῖν ἐκπρεπῶς, ὡς ἰδικοῖς τε καὶ φυσικοῖς· ἐπεὶ δὲ σαρκὶ συνηνέχθη καὶ γέγονεν ἄνθρωπος, τότε δὴ τότε καὶ τὰ ἐκ τοῦ κεκενῶσθαι λαβεῖν; {Α.} Ἀναγκαῖος τοιγαροῦν ὁ ἐπ' ἀμφοῖν ἐστι λόγος, εἰ τὰ ἑκάστῳ πρέποντα βασανίζοι καιρῷ. {Β.} Καὶ μάλα. 548 {Α.} Τὸ δὲ δὴ καὶ φύρδην ἀναχεῖσθαι τὰ ἐπ' ἀμφοῖν ἐᾶν, ἠλίθιον παντελῶς. Παραιρήσεται γὰρ κατασκοτίζον ἡμᾶς καὶ ἐπιθολοῦν τὸ ὀρθῶς ἔχον εἰς γνῶσιν. {Β.} Ἀληθές. {Α.} Ὁ δή, ποτὲ μὲν ὡς Λόγος ὢν ἔτι καὶ Μονογενὴς ἐκ Πατρός, ποτὲ δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τοῦτο πρωτότοκος καὶ ἐν πολλοῖς ἀδελφοῖς, ἆρ' οὐχὶ πρεπωδέστατά τε καὶ ἐντεχνέστατα δι' ἀμφοῖν ἂν ἴοι τοῖν λόγοιν, καὶ τοῦ πρὸς λῆξιν τὴν ἀνωτάτω διέρποντος καὶ τοῦ πρὸς τὰ κάτω καὶ εἰς ἡμᾶς καθιγμένου τε καὶ ὑφιζάνοντος, εἴπερ ἦν αὐτῷ θέλησίς τε καὶ σκοπὸς τὸ ἀναπείθειν τοὺς ἐπὶ τῆς γῆς ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, καθίκοιτο δὲ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς καὶ τὸ τῆς κενώσεως οὐκ ἀτιμάζοι μέτρον, ἤγουν αὐτὸς ἑαυτοῦ καταψηφιεῖται τὸ ἄσοφον καὶ τὸ μὴ ἄγαν βεβουλεῦσθαι καλῶς, τὸ μὲν καθ' ἡμᾶς γενέσθαι μὴ παρωθούμενος, ἐπερυθριῶν δὲ λόγοις οἷς ἂν οὐδαμῶς τὸ τῆς ἀνθρωπότητος ἐπαισχύνοιτο μέτρον; Τί γὰρ ὅλως ἔδει, φήσαιμ' ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καθικέσθαι πρὸς φύσιν, ἧς τὸ ἄδοξόν τε καὶ σμικροπρεπὲς ὑποδῦναι φορτικὸν καὶ δυσδιακόμιστον ἦν τῷ γε ἅπαξ ἐκ Θεοῦ φύντι Θεῷ; Καὶ τῶν καθ' ἡμᾶς λόγων ἡ παραίτησις εἴπερ ἦν αὐτῷ πρέπουσά τε καὶ ἀναγκαία, πρὸς τὸ ἀσινὲς καὶ ἀκίβ δηλον διασῶσαι δύνασθαι τὸ ἐν θεότητι κάλλος, πῶς ἂν οὐχὶ καὶ πρό γε τούτου πολὺ τὸ ἑνωθῆναι σαρκὶ καὶ τὴν οὕτως ἀκαλλεστάτην ἀνατλῆναι ταπείνωσιν; Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς ἐμβροντησίας εἰς τοῦτο προήκοι ποτὲ ὡς μὴ ὑπεράγασθαι σφόδρα τοῦ Μονογενοῦς, οὐχ ἁρπάσαντος μὲν δι' ἡμᾶς τὸ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐκπρεπὲς ἀξίωμα καὶ ὑπέρτατον, ἑλομένου δὲ παθεῖν τὴν ἐν σαρκὶ κένωσιν, καὶ σὺν αὐτῇ τοὺς αὐτῇ πρέποντάς τε καὶ ἐοικότας λόγους, καὶ τὸ χρῆμα ἡγεῖσθαι παρ' οὐδέν, ἔστ' ἂν ἡμῖν εὖ μάλα διαπεραίνοιτο τὸ ἀλωβήτως ἔχειν, ἀναφοιτώσης εἰς τὸ ἐν ἀρχαῖς τῆς φύσεως καὶ ἀνακτιζομένης ἐν αὐτῷ πρὸς καινότητα ζωῆς δι' ἁγιασμοῦ ἐν Πνεύματι. Διατρανοῖ γοῦν ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ," ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιω θῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν." Καὶ πάλιν·" Ἐπειδὴ γὰρ τὰ παιδία κεκοι νώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον." 549 Καὶ τί τοῦτο λέγω καίτοι τοῖς ἐθέλουσι μετὸν ἀναφανδὸν ἐπαΐειν ἀνακεκραγότος Χριστοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα Θεόν·" Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου." Καὶ ποῖον ἦν ἄρα τὸ σοφὸν εἰς ἡμᾶς καὶ σωτήριον θέλημα τοῦ Πατρός; Τὸ καταργεῖσθαι θάνατον ἐν θανάτῳ Χριστοῦ, καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν καὶ τὸν τῆς ἁμαρτίας εὑρετὴν καὶ τεχνίτην ἐν ἀρχαῖς, καὶ δι' αἵματος τοῦ ἁγίου τὴν ἁπάντων γενέσθαι λύτρωσιν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πάλιν ὡδὶ περὶ τοῦ Υἱοῦ·" Καὶ διὰ τοῦτο Διαθήκης Καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ Διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μή ποτε ἰσχύει· ἕως ἂν ζῇ ὁ διατιθέμενος." Τεθνάναι δὲ εἴπερ ἔδει τὸν Υἱὸν πρὸς τὴν τῆς οἰκονομίας κατόρθωσιν, οὐκ ὄντος ἀσυντελοῦς τοῦ δεῖν ἑλέσθαι τὸν θάνατον, πῶς οὐκ ἀναγκαῖον καὶ χρειῶδες ἦν αὐτῷ καὶ εἰς τὴν τοῦ θανάτου δεκτικὴν καθικέσθαι φύσιν, ἧς ἂν εἴη καὶ τὸ ἐν λόγοις σμικροπρεπὲς οὐκ ἀπόβλητον τῷ γε ἅπαξ αὐτὴν ἑλομένῳ παθεῖν; Μῶν εἶναί σοι δοκεῖ θρασὺς ἢ ἐξίτηλος ὁ ἔν γε τουτοισὶ λόγος, ἢ πρὸς ἡντιναοῦν ἀποκλίνων ἀναισχυντίαν; {Β.} Οὐδαμῶς. {Α.} Ἦν μὲν γὰρ καὶ ἔστιν ὁ Λόγος, καὶ ἐν σαρκὶ γεγονώς, ὅσα καὶ πρὸ σαρκός· ἃ δέ γε προσειληφὼς ὁρᾶται διὰ τὴν σάρκα οὐκ ἦν ἐν ἀρχαῖς. {Β.} Οἷον δή τί· βαθὺς γὰρ ὁ λόγος, καὶ οὐ πρόχειρος ἑλεῖν. {Α.} Οὐ γάρ, ὦ φιλότης, Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν; Οὐχὶ δὲ" φῶς ἦν τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον;" Οὐ Μονογενὴς, καὶ εἰς τὸν κόλπον τοῦ Πατρός; Οὐκ ἄνωθεν ἔρχεται καὶ ἐπάνω πάντων ἐστίν; Οὐχὶ δὲ αὐτὸς περὶ ἑαυτοῦ φησιν·" Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου;" {Β.} Ναί· λέγεις γὰρ ἡμῖν ἃ καὶ ἡ θεία Γραφή. {Α.} Ἆρ' οὖν οἴει τὴν κένωσιν ζημίαν τῶν ἐν ἀρχαῖς φυσικῶν τε καὶ ἰδικῶν ἐνεργάσασθαι τῷ Λόγῳ, ὡς παρα τροπῆς τε καὶ ἀλλοιώσεως τῆς ἐπὶ τὸ λυποῦν εἰς πεῖραν ἐλθεῖν; {Β.} Οὐκ ἂν οἰηθείην πώποτε. Τροπῆς γὰρ ἀμείνω τὸν Υἱὸν ἴσμεν τε καὶ πεπιστεύκαμεν, γεγραφότος ἡμῖν τοῦ Παύλου·" Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, καὶ μάλα σοφῶς. Εἰ γὰρ εἰσδέξαιτο 550 τὸ λυποῦν καὶ ἀδικοῦν εἰς δόξαν καὶ φύσιν αὐτὴν διὰ τῆς παρατροπῆς, πῶς ἡμῖν ὁ αὐτὸς νοοῖτ' ἂν ἔτι; Ἐρηρεῖσθαι δὴ οὖν ἐν οἷς ἦν ἀεὶ δοξάζειν ἀνάγκη τὸν Μονογενῆ, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. {Β.} Ἀνάγκη. {Α.} Ἰτέον οὖν ἤδη καὶ πρὸς τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα. Ἁπτὸς γέγονεν ὁ ἀναφής· τοιγάρτοι καὶ ὁ Θωμᾶς, χειρὶ καὶ δακτύλοις τοὺς τῶν ἥλων τύπους ἐπαφώμενος, ἔλεγεν·" Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Ὁρατὸς πέφηνεν ὁ ἀόρατος, καὶ λιγυρὸν ἀνιεὶς ἐπὶ τούτῳ μέλος ὁ θεῖος ἔφη Δαβίδ·" Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." Πότε γὰρ ἢ ποῦ, τίνα τε τρόπον ἐμφανῶς ἡμῖν ἀφῖκται Θεός, ὃς καὶ πάσαν ἐκάλεσε τὴν γῆν, εἰ μὴ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, καὶ ὁ μηδενὶ τῶν κτισμάτων ὁρώμενος ἐμφανῶς ἐδείχθη διὰ τὴν σάρκα καὶ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας ὅτε τὴν Σαμαρειτῶν διέθει πόλιν, καὶ μὴν καὶ τροφῆς ἐδεῖτο σωματικῆς, καίτοι" διδοὺς τοῖς πεινῶσιν ἰσχύν," κατὰ τὴν τοῦ προφήτου φωνήν; Ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν μεθ' ἡμῶν γενέσθαι λέγεται καὶ ἐν θανάτῳ σαρκός. Περιθείης ἂν οὖν, ὦ ἑταῖρε, ταυτὶ τῷ Μονογενεῖ καὶ πρὸ σαρκός, καὶ οὐκ ἂν ἀσυνέτως καταλωβήσαιο τὸν ὑγιᾶ τε καὶ εὐσεβῆ περὶ αὐτοῦ λόγον; {Β.} Κινδυνεύομεν. {Α.} Ἀποσκευασώμεθα δὴ οὖν ἀνοσιότητός τε γραφὴν καὶ δυσσεβείας ἐγκλήματα, τὰ μὲν ὅσαπέρ ἐστι θεοπρε πέστερα καὶ ὑπὲρ φύσιν τὴν καθ' ἡμᾶς οὔπω καθ' ἡμᾶς γεγονότι προσνέμοντες τῷ Υἱῷ, τὰ δὲ ὅσα πως χθαμαλω τέραν καὶ καθ' ἡμᾶς τὴν ὑπόληψιν ἔχει περιτρέποντες οἰκονομικῶς καὶ" αἰχμαλωτίζοντες," κατὰ τὰς Γραφάς," εἰς ὑπακοὴν αὐτοῦ." Οὐ γὰρ δή τι παθόντες τῶν ἔξω λόγου καὶ φρενὸς ὅταν μὲν λέγῃ Χριστός·" Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου," καὶ αὐτὴν ἐξ οὐρανοῦ τὴν σάρκα κατοίσομεν, καίτοι τοῦ προφήτου σαφῶς τὴν ἁγίαν ἡμῖν καταδεικνύντος Παρθένον καὶ βοῶντος ἀναφανδόν·" Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ." Οὐδ' αὖ ἐν μήτρᾳ σωματικῇ τῆς ἐν ἀρχαῖς ὑπάρξεως τὴν καταβολὴν ἐσχηκέναι νομιοῦμεν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ὅταν αὐτὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Παῦλος

Intertext edge

Open linked passage

Note