Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 564 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
564.1.1
μήνυσιν ἐναργῆ τοῖς φιλομαθέσι παρατιθείς," Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, φησίν, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε." Ὁτὲ δὲ αὖ·" Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Οὐ γὰρ δὴ χρῆναι πρέπειν τοῖς τῆς ἀνθρω πότητος μέτροις τὰ θεοπρεπῶς εἰργασμένα διενοεῖτό που, τῇ δέ γε ἀρρήτῳ καὶ ὑπὲρ νοῦν ἀνετίθει φύσει· διά τοι τοῦτό φησι·" Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Τὰ γάρ τοι θεοπρεπῶς καὶ ὑπὲρ λόγον ἐξειργασμένα τοῖς τῆς κενώσεως μέτροις ἐμφιλοχωρεῖν οὐκ ἐᾷ τὴν ἐπ' αὐτῷ δόξαν τε καὶ πίστιν, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἄνθρωπος μὲν οὔτι που ψιλός, Θεὸς δὲ ἔτι καὶ ἐκ Θεοῦ γινώσκεται. Ἦ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἀλλά με μικροῦ καὶ τόδε παριππεῦσαν ᾤχετο. {Β.} Τὸ ποῖόν τι φής; {Α.} Τὸ παροισθὲν ἀρτίως τοῦ Παύλου λόγιον, ἐν ᾧ καὶ μάλα σαφὴς ἡ δίδαξις ἦν ὡς διὰ τοῦ ἁγίου Πνεύματος ἡ παρὰ Πατρὸς ζωοποίησις ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ ἐν ἡμῖν ἐκπράττεται. Ἔφη γὰρ ὅτι" Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." Διὰ Πνεύματος οὖν ἄρα ζωοποιὸς ὁ Πατήρ, οὐχ ὡς διὰ κτίσματος ζωογονῶν τὴν κτίσιν, ἀλλ' ὡς ἐν μεθέξει φύσεως τῆς ἰδίας εἰς τὴν ἑαυτοῦ μεταπλάττων ζωὴν τὸ ζωὴν οὐκ ἔχον ἐν ἰδίᾳ φύσει. Δοτὸν γάρ που φαῖεν ἄν, οἶδ' ὅτι, τῇ κτίσει τὸ ζῇν. {Β.} Φαῖεν γὰρ ἄν, ἐρήσεται δὲ καὶ πρὸς ἡμῶν αὐτῇ·" Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" {Α.} Ζωοποιὸν οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ λαχόντες τὴν μέθεξιν, Θεοῦ τοῦ μόνου καὶ ἀληθινοῦ μετε λάχομεν ὡς ζωῆς. {Β.} Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς, ἐπείτοι καὶ ἐν ἡμῖν αὐτοῖς τὴν Θεοῦ μέθεξίν τε καὶ παρουσίαν τὸ Πνεῦμα πληροῖ. Διαμεμνήσομαι γὰρ Ἰωάννου γράφοντος ὡδί·" Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." {Α.} Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, τοῦ θείου τε καὶ ζωοποιοῦ Πνεύματος χορηγὸν καὶ δοτῆρα, τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν. Ἐνεφύσησε γὰρ τοῖς μαθηταῖς αὐτοῦ λέγων·" Λάβετε Πνεῦμα ἅγιον." Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν λίαν ἀπηχε στάτων ζωῆς ὑπάρχειν χορηγὸν τὸν οὐκ ὄντα ζωήν, εἴπερ ἐστὶν ἀληθῶς ἐν τοῖς ἐπακτὸν ἔχουσι τὴν ζωὴν κατά γε τὸ ἐκείνοις οὐκ οἶδ' ὅπως δοκοῦν; Καίτοι τί δήποτε, φαίην ἂν εἰκότως, εἴπερ ἐστὶν οὐ ζωή, ὡς ἴδιον ἀγαθὸν ἐνίησί 565 τε τὸ Πνεῦμα, καὶ τρόπῳ τῷ κατὰ τὴν ἐκφύσησιν χορηγὸν ὄντα ζωῆς ἑαυτὸν ἀποφαίνει; Ὅταν τοίνυν λέγηται ζωῆς μέτοχος ὁ Υἱός, ἤγουν ὅτι ζωοποιεῖται παρὰ τοῦ Πατρός, τὴν θείαν εὐθὺς ἀναλογίζου φύσιν ὅλην ὥσπερ ἐν Πατρὶ νοουμένην, ἐν ᾧ καὶ ἐξ οὗ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ζωοποιὸν τοῖς εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν τὴν ζωοποίησιν ἐνεργοῦν, οὐχ ὡς τῆς ἀρρήτου φύσεως ὄργανον, ἀλλ' οἱονεί πως ὅλην αὐτῆς τὴν ποιότητα δι' ἑαυτοῦ τῇ κτίσει δωρού μενον, καὶ ἀναμορφοῦν εὖ μάλα τὸ φθείρεσθαι πεφυκὸς εἰς μακραίωνα βίον. Ἐννοίαις δὲ ταῖς εἰς τοῦτο σεσοφισμένος, τὴν ἐν Χριστῷ ζωοποίησιν ἐνηργημένην εὑρήσεις εἴς γε δὴ μόνον τὸ ζωοποιεῖσθαι πεφυκός, τουτέστι τὸ ἀνθρώπινον. Ὁ γὰρ ἐκ Πατρὸς ἀληθῶς καὶ μονογενὴς διὰ τοῦ ἰδίου Πνεύματος τῆς ἑαυτοῦ σαρκὸς ἀπεσόβει τὴν φθοράν, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἀπετέλει ναόν. Ὅτι γὰρ ᾗ Θεός τέ ἐστι καὶ ἐξ αὐτῆς ἀνέφυ τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ Πατρός, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί, μάρτυς ἂν γένοιτο περιφανής τε καὶ ἀληθὴς ὁ θεσπέσιος Ἰωάννης. Γράφει γὰρ ὧδε περὶ αὐτοῦ·" Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν." Σαφέστερον δὲ καθιστὰς τὸ τίς ἂν εἴη λοιπὸν ἡ πρὸς αὐτοῦ κεκλημένη ζωή, πάλιν φησί·" Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη θινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Ποῦ γὰρ ὅλως ἢ πῶς ἂν νοοῖτο καὶ ὑπάρχων ἀπ' ἀρχῆς καὶ Θεὸς ἀληθινός, εἰ μὴ τοῦ κεκλῆσθαι πρὸς ὕπαρξιν πρεσβύτερόν τε καὶ ἀνωτάτω τὸ εἶναί τε ἀεὶ καὶ ὡσαύτως ἔχειν λαχών; Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, τότε δὴ τότε πρεπόντως ἐπιγινώσκεται. Θεῷ γάρ που τῷ ἀληθινῷ, τὸ ὧδέ τε εἶναι πρέποι ἄν, καὶ διαμαχεῖται τὸ ἔμπαλιν, καὶ γοῦν ὄνομα τὸ Ὢν αὐτῷ·" Ἐγὼ γάρ, ἔφασκεν, εἰμὶ ὁ Ὤν, τοῦτό μού ἐστιν ὄνομα καὶ μνημό συνον αἰώνιον γενεῶν γενεαῖς." {Β.} Ἀλλ' εἰ χαρίζῃ, φησί, τὴν Πατρὸς ἐνέργειαν τῷ Υἱῷ, καὶ τοῦτο ἀπαραλλάκτως, ἰσοσθενῆ τε εἶναι φής, ποῦ τὸ μεῖον ἔτι τηρήσεις αὐτῷ, καίτοι λέγοντι σαφῶς· 566" Ὁ Πατήρ μου μείζων μού ἐστι;" καὶ πάλιν·" Πορεύο μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν;" Ἤδει γὰρ ὄντα Θεὸν ἑαυτοῦ τὸν Πατέρα. {Α.} Οὐκοῦν, εἰ μὴ φύσει καὶ ἀληθῶς Θεὸν εἶναι πεπι στεύκασι τὸν Υἱόν, κτίσμα που πάντως καὶ ἕτερον παρὰ τοῦτο οὐδὲν εἴη ἄν. Ἐπὶ δέ γε τοῖς ὧδε φρονεῖν ᾑρημένοις, οἶμαι δὴ πρέπειν ἐκεῖνο εἰπεῖν·" Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής·" Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε." Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις, καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς·" Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτή σεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ' ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; {Β.} Ναί. {Α.} Τοῦτο δὲ ἦν ὁ Υἱός·" Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος." {Β.} Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; {Α.} Ἀλλ' εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρο μαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύ σονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ' ἂν ἕλοιντο μεθ' ἡμῶν ὀρθά. Ἀλλ' ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες 567 γεννικῶς οὐ προθυμίαις, οἶμαι, δευτέραις, ἢ αἷσπερ ἂν ἕλοιντό τινες τοῖς ἐθέλουσι καταδηλοῦν τὸν πολέμου καὶ μάχης ὁπλίζεσθαι νόμον πρό τε παίδων καὶ πρὸ γυναικῶν. Ἡμᾶς δὲ ἀνάγκη, λεπτοεπεῖν ᾑρημένους, ἀνασκαλεύειν τὰ κεκρυμμένα, καὶ τὴν τοῖς ἀμαθεστέροις οὐ ῥᾳδίαν ἑλεῖν ἀπογυμνοῦν ἀλήθειαν. {Β.} Εὖ λέγεις. {Α.} Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τοῦ Μονογενοῦς·" Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενό μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Ἆρ' οὖν οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου καιρός, εἴπερ ἕλοι ποθὲν τὸ ἀνακεκραγεῖν δύνασθαι, τοῖς οὔπω νενοηκόσιν ἀναφανδὸν ἐρεῖ ὡς οὐχ ᾗπερ ἂν νοοῖτο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ᾗ πέφηνεν ἄνθρωπος εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, καὶ μετὰ σαρκός, καὶ ὅτε κεκένωκέ τε καὶ τετα πείνωκεν ἑαυτόν, τότε καὶ ὑψοῦσθαι λέγεται; Ἐπεὶ δίδασκε· πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου καὶ ἐρομένῳ φράσον. {Β.} Τὸ τί δὴ φής; {Α.} Κεκένωκεν ἑαυτὸν ὁ Μονογενής, καθεὶς ἐν δούλου μορφῇ, καὶ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου. Τοιγάρτοι, φησίν, ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἆρ' οὖν ἐν τάξει τῇ καθ' ἡμᾶς μισθὸν ἀνδραγαθημάτων καὶ δῶρον ὑπακοῆς καὶ στέφανον εὐτολμίας τὸ κεκλῆσθαι Θεὸς ἐκτήσατο καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε αὐτῶν τῶν ἁγίων ἀγγέλων, ἡμῶν τε τῶν ἐπὶ γῆς καὶ τῶν ἤδη κατοιχομένων; {Β.} Ἔοικεν. {Α.} Οὐκοῦν (ἐρῶ γὰρ δή τι μικρὰ τοῦ πρέποντος εἴς γε τὸ παρὸν φροντίσας διὰ τὸ ἀναγκαῖον), τοῖς τῶν ἐπὶ γῆς ὀλισθήμασι καὶ ταῖς ἡμῶν ἁμαρτίαις πλείστην μὲν ὅσην ἐχέτω τὴν χάριν ὁ Μονογενής. Ἴστω δὲ ὅτι πρόφασις αὐτῷ τῆς θεοποιοῦ δόξης, τῆς ἀνθρωπότητος τὰ ἐγκλήματα. Εἰ μὴ γὰρ ἡμάρτομεν, οὐκ ἂν γέγονε καθ' ἡμᾶς· καὶ εἰ μὴ γέγονε καθ' ἡμᾶς, οὐδ' ἂν ὑπέμεινε τὸν σταυρόν· καὶ εἰ 568 μὴ ἀπέθανεν, οὐδ' ἂν ἐκτήσατο τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. {Β.} Θρασὺς μὲν ὁ λόγος, πλὴν ἔχει τὸ πιθανόν. {Α.} Εἰ δὲ καὶ ἦν ἐν ἰσότητι καὶ ἐν μορφῇ τοῦ Πατρὸς τῶν τῆς κενώσεως μέτρων ἀμέτοχος ὤν, ποίαν ἂν ἔχοι δόξης ἐπίδοσιν τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα κατὰ τὸν τῆς κενώσεως χρόνον; Ἆρ' οὐ συνίης ὅποι ποτὲ αὐτοῖς ἀποκινδυνεύσειεν ἂν ὁ λόγος, εἰ ἐρευνῷτο λεπτότερον; {Β.} Συνίημι. {Α.} Βούλει δὴ οὖν, μεθέντες εἰς τὸ παρὸν τὸ ἄγαν ἰσχνο λογεῖν, ἐπ' ἐκεῖνο ἴωμεν τὸ ὅτι Θεὸς ἦν ἐν ἀρχῇ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὁ Μονογενής, καίτοι μακρὸν ἐπὶ τούτῳ δαπανήσαντες λόγον ἔν γε τοῖς παρῳχηκόσι; {Β.} Καὶ μάλα. {Α.} Οὐκοῦν διὰ μὲν φωνῆς Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ·" Ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ' ἀρχῆς." Ἀνακεκραγότων δὲ καὶ αὐτῶν τῶν ἁγίων ἐπαΐοι τις ἂν πρὸς αὐτόν·" Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐ μὴ ἀποθάνωμεν;" Ἰδοὺ Θεὸς ἀπ' ἀρχῆς κατωνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Θεὸς καὶ Πατήρ. Ὁ δέ γε θεσπέσιος Ἰωάννης, ὅτε τοὺς ἐφ' Υἱῷ πρὸς ἡμᾶς ἐποιεῖτο λόγους," Ὃ ἦν, φησίν, ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφη σαν περὶ τοῦ Λόγου τῆς ζωῆς." Προσεφώνει δέ τισι·" Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς." Καὶ τίς δὴ οὗτός ἐστιν, αὐτὸς ἔφη πάλιν·" Τάδε λέγει ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος." {Β.} Ἀλλ' ὅτι μὲν ἦν καὶ πρὸ τῆς κτίσεως καὶ αὐτοὶ φαῖεν ἄν· τὸ δὲ ὅτι καὶ Θεὸς ἦν, οὔπω σαφῶς διέγνωσται, φασί. Δέχεται γάρ, ὡς οὐκ ἔχων δηλονότι. {Α.} Εἶτα πῶς οὐκ ἐπὶ καιροῦ τοῖς τὸν ἀπόπτυστον τουτονὶ προεμένους λόγον εἰκότως ἐπιστυγνάζοντες καὶ ἡμεῖς ἐροῦμεν·" Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν." Οὐ γὰρ ὅτι ἦν ἁπλῶς, ἀλλ' ὅτι καὶ Θεὸς ἦν ὁ Λόγος ἀναγράφοντος ἐναργῶς τοῦ θεηγόρου καὶ εὐαγγελι στοῦ, καθάπερ ἐξ οἴνου καὶ μέθης πρὸς πᾶν ὁτιοῦν ἰόντες ἀκατασκέπτως, κατειρωνεύονται τὴν ἀλήθειαν. Φέρε δὴ οὖν καὶ δι' ἑτέρων ἐλάσαντες ἐννοιῶν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπιγινώσκωμεν τὸν Υἱόν. Ἦ γὰρ οὐχὶ πρέποι ἂν τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὰ ἐφ' ἑκάστῳ ψηφηφορεῖν, καὶ στεφανοῦν μὲν ἐπαίνοις τοὺς νόμον ἔχοντας τοῦ βίου τὸν ὁριστὴν καὶ τὴν εὐκλεᾶ καὶ περίοπτον ἐκτετιμηκότας ζωήν, κολάζειν δὲ τοὺς ἡμαρτηκότας ὡς ἀλαζόνας καὶ ὑβριστὰς καὶ θεσμοῖς τοῖς ἄνωθεν ἐμπαροινοῦντας εὐκόλως; 569 {Β.} Πρέποι ἄν. {Α.} Τί δὲ δὴ τὸ πληροῦν τὰ πάντα δύνασθαι καὶ διὰ πάντων μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσι δοίης ἂν ἑτέρᾳ φύσει παρὰ τὴν θείαν; {Β.} Οὐκ ἔγωγε· πῶς γάρ; {Α.} Τὸ δὲ Θεῷ πολιτεύεσθαι καὶ διαβιοῦν, αὔχημά τε ποιεῖσθαι Θεόν, οὐχὶ φαίης ἄν, ὦ ἑταῖρε, τοῖς ἁγίοις ἁρμο διώτατον; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἴθι δὴ οὖν, ἐκεῖνο φράσον. {Β.} Τὸ ποῖον; {Α.} Οὐχὶ" πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων," λόγος δὲ σοφίας, τὸ πάντων μάλιστα τιμαλφέστατον; {Β.} Σύμφημι· Γράμμα γὰρ ὧδέ φησιν ἱερόν. {Α.} Θέα δὴ οὖν τῶν ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὡς ἡμᾶς ἡκόντων ἀγαθῶν διανομέα καὶ πρύτανιν, καὶ τοῦτο κατ' ἐξου σίαν, ὑπάρχοντα τὸν Υἱόν· ἔφη γὰρ ὁ Παῦλος·" Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ." Καὶ μέντοι καὶ ἑτέρωθί που πρὸς Μωσέα τὸν ἱερώτατον διειπόντος Θεοῦ·" Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου·" προσελάλει που πάλιν τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός·" Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπο λογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν." Ἀναμελῳδοῦντος δὲ τοῦ μακαρίου Δαβὶδ ὅτι ὁ Θεὸς κριτής ἐστιν, ἔχοντός τε ἀραρότως ὡς ἔνεστι μὲν αὐτῷ τὸ ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν (" Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ' ἀμφοῖν οὐχ ὑπουργικῶς ἀλλ' ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ κατοψόμεθα τὸν Υἱόν. Ἔφη γὰρ αὐτός·" Τί γὰρ ὠφεληθήσεται ἄνθρω πος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Προσε φώνει δέ τῳ τῶν ἠρρωστηκότων·" Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·" ἐφ' ᾧ καὶ λελυττηκότες οἱ πέρα λόγου παντὸς ἀνόσιοι Φαρισαῖοι, δυσφημίας ἐγκλήματι καταδεσμεῖν ἀπετόλμων τὸν οὕτω θεοπρεπῆ καὶ λίαν ἀνυποστόλως ἀνέντα φωνήν, καὶ δὴ καὶ ἔφασκον·" Οὗτος βλασφημεῖ. Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;" 570 Ὁ τοίνυν καὶ νόμου καὶ δίκης Κύριος, καὶ στεφάνων διανομεύς, καὶ δικαιοσύνης πρύτανις, καὶ ἀνιεὶς ἁμαρτίας, καίτοι μετὸν οὐδενὶ τῶν ἠριθμημένων ἐν κτίσμασι τοῦτο δρᾶν, πῶς οὐκ ἂν εἴη Θεὸς κατὰ φύσιν; Ἆρά σοι δοκῶ ταυτὶ δοξάζειν ὀρθῶς; {Β.} Ἀστειότατά γε καὶ τοῦ κατεσκῶφθαι μακράν. {Α.} Θεοῦ δὲ ὄντος ἐν πᾶσι, καὶ ἀποφοιτῶντος μὲν οὐδενός, ἐνεργείᾳ δὲ τῇ θεοπρεπεῖ διαπιμπλάντος τὰ πάντα, ταύτῃ τοι καὶ λέγοντος πρὸς τὸν Ἰσραήλ·" Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; Ἢ τίς τόπος τῆς κατα παύσεώς μου;" περιτρέπων τὸ χρῆμα, καὶ μάλα ὀρθῶς, εἰς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος·" Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός." Καὶ αὖ ἐπὶ τούτοις·" Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα." Ἆρ' οὖν τὸ πάντα πληροῦν καὶ διὰ παντὸς μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσιν, οὐ μεῖζον ἢ κατὰ κτίσιν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἁγίου δὲ παντός, τὴν ἐγκόσμιόν τε καὶ σαρκικὴν μεθέντος ζωήν, ἀνατεθεικότος δὲ ὥσπερ Θεῷ τὴν ἑαυτοῦ ψυχήν, αὔχημά τε ποιεῖσθαι διεγνωκότος παρ' αὐτὸν οὐδένα, γράφει πάλιν ὁ Παῦλος·" Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω," δῆλον δὲ ὅτι τῷ Υἱῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί. Εἴη δ' ἄν σοι καὶ τοῦτο σαφὲς καὶ ἀναμφιλόγως ἔχον εἰ προσθέντος ἐπαΐοις·" Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Καὶ μὴν ἐπὶ τούτοις·" Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ·" καίτοι φάσκοντος ἁγίου παντός·" Χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, Κύριος ὁ Θεός μου δύναμίς μου." {Β.} Καὶ μήν, ὦ γενναῖε, τῶν μὲν τοιούτων ἡμῖν ἅλις ἐννοιῶν. Θεὸς γὰρ οὔτι που ψευδώνυμος, ἀληθὴς δὲ μᾶλλον ὁ Υἱὸς διὰ μυρίων ὅσων ἡμῖν ἀπεφάνθη λόγων. Τοιγάρτοι, τόδε μεθείς, ἐκεῖνο φράσον, τὸ ὅπως ἄν τις ἐκδέξαιτο καὶ συνιέναι πρέποι·" Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Τί δὲ δὴ καὶ μαθὼν Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ; Μὴ γὰρ ἐνδοιάσῃς ὅλως ὅτι πάντως που καὶ τοῦτο ἐροῦσιν. {Α.} Ἀταλαίπωρος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις καὶ 571 οὐκ ἀνάντης ἑλεῖν, εἴ τῴ τις εἴη σοφὸς καὶ ἀρτίφρων ὁ νοῦς. Γέγραπται γὰρ ὅτι" Πάντα ἐνώρια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν." Εἰ δὲ δή τις ἕλοιτο, τὸ ἐπ' εὐθὺ φέρεσθαι μεθείς, εὐηθέστατα σκολιοδρομεῖν, καὶ τὴν εὐστιβῆ τῶν θεωρημάτων μεταμείψας ὁδόν, παρα τρέπεσθαι πρὸς ἑτέραν, ἀκάνθαις περιπεσεῖται καὶ βόθροις καὶ τοῖς διὰ μέσου προσπταίσμασιν. Ὅθεν, οἶμαι, καὶ αἰνιγματωδῶς ὁ νόμος ταυτί που παραδηλῶν·" Ὁδῷ βασιλικῇ πορεύσῃ, φησί, καὶ οὐκ ἐκκλινεῖς δεξιᾷ οὐδὲ ἀριστερᾷ." Ὅταν τοίνυν τῶν ὅσα ἐστὶ μείω μὲν ἢ κατὰ Θεοῦ δόξαν, γενητὴν δὲ φύσιν οὐχ ὑπερκείμενα, λέγηται περὶ τοῦ Υἱοῦ, μὴ τὴν ἄρρητον εὐθὺς καὶ ἐκ Πατρὸς ἰδικῶς ἀναλογίζου φύσιν, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς ἴθι κατὰ ῥοῦν, μήτε τὰ τῆς θεότητος ἰδικῶς τοῖς τῆς ἀνθρωπότητος ἐγκαταγράφων μέτροις, μήτε τῆς ἀνθρω πότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ' εὐκρινῆ καὶ τετορευ μένην τὴν ἐφ' ἑκάστῳ διαστολὴν εὖ μάλα ποιεῖσθαι διεγνωκώς. Ὧδε γὰρ ἂν ἔχοις, καὶ οὐχ ἑτέρως, τὸ ἀπλανε στάτην δύνασθαι τὴν θεωρίαν ἑλεῖν. {Β.} Οἷον δὲ δὴ τί φής; {Α.} Ὁ μακάριος ἔφη Παῦλος περὶ τοῦ Μονογενοῦς ὅτι καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἄνες δὴ οὖν ἔν γε τουτοισὶ καὶ παντὸς ἐπέκεινα γενητοῦ μεθίει τὸν νοῦν, καὶ τὸ θεῖον αὐτὸ περιαθρείτω κάλλος καὶ τὴν ἄρρητον αὐτοῦ κατα σκεπτέσθω γέννησιν, καὶ τὸν τῆς ὑπάρξεως τρόπον ὡς ἐν ἐσόπτρῳ βλέπων, κατακροτείτω ταῖς εὐφημίαις. Εἰ δὲ δὴ γράφοι περὶ αὐτοῦ·" Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἐφ' ὧν ἔπαθε τὴν ὑπακοήν," κάτιθι βραχύ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. Οὐ γὰρ ἂν ἀπέθανεν ὁ χαρακτὴρ τοῦ Πατρός. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία γέγονε, σαρκὸς ἂν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. Οὐκοῦν εἰ καὶ λέγοιτο λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, μὴ τῶν τῆς θεότητος ὅρων ἀποσόβει τὸν Υἱὸν ᾗ Λόγος ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. Ἦν γὰρ φύσει καὶ ἀληθῶς Θεὸς καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων. Ἦ οὐχὶ δὴ τοῦτο ἐρεῖς; {Β.} Πάνυ γε. {Α.} Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς 572 κένωσιν καὶ εἰς δούλου μορφήν, γέγονε μεθ' ἡμῶν καὶ ὑπὸ Θεόν, οὐκ ἀπεμπολήσας ὅπερ ἦν, τὸ δὲ τῆς ἀνθρω πότητος μέτρον οὐκ ἀτιμάσας. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν ὡς Θεός. Τοιγάρτοι καὶ ὑπὸ νόμον καὶ μὴν καὶ ἐν δούλοις καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸν ὑπέστη τὸν κατὰ σάρκα θάνατον. Ἀλλ' ἦν ἀναγκαῖον, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ ἀνεκποίητον ἔχοντα τὴν ἐπὶ τούτῳ δόξαν μὴ τοῖς τῆς κενώσεως ἐμφιλοχωρῆσαι μέτροις, ἀλλ' εἰς τὴν ἄνωθέν τε καὶ ἀπ' ἀρχῆς καὶ ἰδικῶς ἐνυπάρχουσαν παλινδρομῆσαι τιμὴν μετὰ τοῦ προσληφθέντος σχήματος. Ἀκούει τοίνυν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ Υἱός·" Ἐγὼ σήμερον γεγέννηκά σε·" καὶ" Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο πόδιον τῶν ποδῶν σου." Ἐπειδὴ γὰρ ὅλως γέγονεν ἄνθρωπος καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γέγονέ τε οὕτω καὶ ὑπὸ Θεόν· ἀναγκαιότατά τε καὶ πρεπωδέστατα τοῖς τῆς κενώσεως συμπλάττεται μέτροις, καὶ Θεὸν ἐπεγράψατο μεθ' ἡμῶν τὸν φύσει τε καὶ ἀληθῶς ἑαυτοῦ μὲν Πατέρα, Θεὸν δὲ ἡμῶν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν ὑπὸ Θεῷ δουλείαν ἔχοντες φυσικήν, Πατέρα καλοῦμεν τὸν Θεόν, τῇ πρὸς τὸν Υἱὸν συμμορφίᾳ πλουτοῦντες τὸ χρῆμα. Καταυλίζεται γὰρ ἐν ἡμῖν καὶ ἐνῴκηκεν ὁ Υἱὸς διὰ τοῦ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ δι' οὗ κράζομεν·" Ἀββᾶ, ὁ Πατήρ." Ὅτι δὲ μήνυσιν ἀκριβῆ καὶ οἱονεὶ σήμαντρον υἱοθεσίας τῆς πρὸς Θεὸν τὸ Πνεῦμά ἐστιν ἐν ἡμῖν, δι' οὗ πρὸς Υἱὸν μεμορφώμεθα, σαφηνιεῖ γράφων ὁ Παῦλος·" Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ." {Β.} Εὖ λέγεις. {Α.} Οἶμαι μὲν οὖν ἔγωγε τοὺς δι' ἐναντίας καταναρκήσειν ἔτι τὴν ἀντίστασιν, καὶ τὸ τοῖς τῆς ἀληθείας ἀντιφέρεσθαι λόγοις ὡς ἀπηχθημένον ἤδη διαρριπτεῖν. Εἰ δὲ δὴ τοῦτο μὲν οὐχὶ δρῷεν, ἐνστήσονται δὲ καὶ ἐροῦσιν ἔτι Θεὸν ἀληθῶς τοῦ Υἱοῦ τὸν Πατέρα ὑπάρχειν, οὐκ εἰσδεδεγμένης τῆς οἰκονομίας ἐφ' ᾗπερ ἔφη Θεὸν ἑαυτοῦ τὸν Πατέρα· πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ὅτι νομοθέτας μὲν καὶ ὁριστὰς ὧν ἂν βούλοιντο νοεῖν ἢ λέγειν παραδεξαίμεθα ἂν οὐδαμῶς, πρέποι δ' ἂν μᾶλλον ἡμῖν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀπο νέμειν τὸ ἀληθές; Ἔφη τοίνυν·" Ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Διατεινέσθων οὖν, ὅτι καὶ ἡμεῖς υἱοὶ μετ' αὐτοῦ κατὰ φύσιν, εἴπερ ἐστὶν αὐτὸς μεθ' ἡμῶν κατὰ φύσιν ὑπὸ 573 Θεόν." Πορεύομαι γάρ, φησί, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν." Τὸ δὲ Υἱὸς ὄνομα, τὸ οὐσιωδῶς ἐκ Πατρὸς γεγεννῆσθαι δηλοῖ. Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν, ταύτῃ τοι καὶ θεοί. Ἀλλ' οἶμαί που πάντως αὐτίκα δὴ μάλα ἐρεῖν ὅτι ξένιον μὲν εἰς ἡμᾶς ἡμερότητος Θεοῦ τὸ τῆς υἱότητος ὄνομα· (γηγενεῖς γὰρ ὄντες τὴν φύσιν, οὐκ ἐκ Θεοῦ γεγεννήμεθα, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον), ἔξωθεν δὲ ἡμῖν καὶ εἰσκεκριμένον, τὸ χρῆναι καλεῖν Πατέρα τὸν Θεόν. Εἶτα τί, φαῖμεν ἂν καὶ ἡμεῖς αὐτοῖς, ὦ πάντα τολμῶντες εὐκόλως, τί μὴ οὐχὶ τοῖς ἴσοις ἀπευθύνεσθε λογισμοῖς πρὸς τὸ ὀρθῶς τε καὶ ἀμω μήτως ἔχον, παραληροῦντες δὲ οὕτως οὐκ ἐρυθριᾶτε μακρά; Πῶς γὰρ οὐκ ἄμεινον διενθυμεῖσθαι σοφῶς ὡς ἐπείπερ ἐστὶ κατὰ φύσιν ἐκ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀκαλλὲς αὐτῷ τὸ συναριθμεῖσθαι κτίσμασι, πρέποι δ' ἂν μᾶλλον τὸ εἶναι Θεόν; καὶ ἐπειδὴ πέφηνεν ἄνθρωπος, εἰσποίητόν τε καὶ ἐπακτὸν εἴη δήπου πάντως ἂν μετὰ τῆς σαρκὸς καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑπὸ Θεῷ γενέσθαι τὸν ἐξ αὐτοῦ; {Β.} Ἀλλ' εἰ μηδέν, φησί, τὸ διάφορον ἐν Υἱῷ, Θεὸς δὲ οὕτως ἐστὶν ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, πάντως που καὶ ἴσον ἐρεῖς καὶ κατ' οὐδὲν ὅλως μειονεκτούμενον. Εἶτα πῶς ἔφασκεν αὐτός·" Ὁ Πατήρ μου μείζων μού ἐστιν;" {Α.} Θεοῦ γάρ, εἰπέ μοι, πρὸς Θεόν, εἰ ἐπ' ἀμφοῖν νοοῖτο τὸ φύσει τε καὶ ἀληθῶς, ποίαν ἄν τις ἴδοι τὴν διαφοράν, ἢ τί τὸ μεσολαβοῦν κατά γε τὸ ἑτεροίως ἔχειν; Ἐπειδὴ δὲ χαρακτῆρα τοῦ Πατρὸς ἄκρως τε καὶ πέρα λόγου παντὸς οἱονεί πως ἐκτετορνευμένον εἰς ἐμφέρειαν φυσικὴν διεβεβαιούμεθα τὸν Υἱόν, πῶς ἂν ἡμῖν, εἴπερ ἀληθῶς ἐν μείοσι καὶ οὐχὶ τελείως ἐστὶν ἐν οἷς ὁ Πατήρ, κατασημήνειεν ἂν ἐν ἑαυτῷ τὸν ἀμείνω τε καὶ ὑπερκείμενον κατ' αὐτούς; Οὐ γάρ που τὸ ἐνδεὲς τοῦ τελείως ἔχοντος εἰκών τε καὶ ὁμοιότης ἀπαραποίητος παντελῶς εἴη ἄν· ἀλλ' οὐδ' ἂν Θεὸς ὑπεράλλοιτο Θεόν, ἤγουν ἐν χείροσιν ἅτερος ἁτέρου νοοῖτό ποτε κατά γε τὸ εἶναι Θεός, ἐπεὶ μηδὲ ἄνθρωπος ἀνθρώπου, κατά γε τὸ εἶναι τοῦθ' ὅπερ εἰσί, διαφέροι ἄν. Ῥώμῃ μὲν γὰρ καὶ φρονήσει καὶ τοῖς κατ' ἀρετὴν αὐχήμασι, καὶ μὴν καὶ ποσότητι καὶ ὑφέσει σώματος, δυσειδείᾳ τε καὶ εὐμορφίᾳ καὶ χρώματος ἑτερότητι διενεγκεῖν ὁ δεῖνα τοῦ δεῖνος λέγοιτ' ἂν ἔσθ' ὅτε. Εἰ δὲ δή 574 τις ἕλοιτο σαφῶς Πέτρου τε καὶ Παύλου τίς ἂν εἴη τυχὸν ὁ τῆς οὐσίας ὅρος ἀναμαθεῖν, ἴσον ἐπ' ἀμφοῖν εὑρήσει καὶ ὡσαύτως ἔχοντα κατὰ πᾶν ὁτιοῦν, τὸ δὲ δὴ μεῖον ἢ ὅτι, φληνάφως, οἶμαί που, καὶ οὐκ ἐκ νοῦ τοῦ σώφρονος διασκέψαιτ' ἄν. Μείζονα τοίνυν ἐπείπερ εἶναί φασι τὸν Πατέρα, τί δὴ ἄρα τὸ ὑπερτεροῦν ἐν αὐτῷ, καὶ ᾧ τὸ μεῖζον εἰσβέβηκεν ἀποδεικνύντων αὐτοί! {Β.} Ἆρ' οὖν διημάρτηκε τἀληθοῦς ὁ Υἱὸς φάσκων·" Ὅτι μείζων μού ἐστιν ὁ Πατήρ;" {Α.} Καὶ πῶς ἂν ψεύσαιτο λέγων·" Ἐγώ εἰμι ἡ ἀλή θεια;" Ἀλλ' ὅπως μὲν ἂν νοεῖσθαι πρέποι τὴν τοῦ Σωτῆρος φωνὴν παρείσθω νυνί. Καιρῷ γὰρ εἰρήσεται. Φράζε δὲ ὅ φημι, μία θεότητος φύσις ἡ πάντων τεχνῖτις καὶ τῶν ὅλων δημιουργὸς γινώσκεται πρὸς ἡμῶν;" Κύριος γὰρ ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν," ἢ οὐκ ἀληθὴς ὁ νόμος; {Β.} Ἀληθής. {Α.} Ἁπλοῦν δὲ ὑπάρχον καὶ μονοειδὲς τὸ Θεῖον, ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ γινώσκεται, ἔν τε Πατρί, φημί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἦ ἄρα τι φὴς παρὰ τοῦτο ἕτερον καὶ διδάσκειν ἔχεις; {Β.} Οὐδ' ὁπωστιοῦν. {Α.} Οὐκοῦν εἰς μίαν μὲν καὶ τὴν αὐτὴν συνενεγκόντες φύσιν καὶ εἰς ταὐτότητα συνεισδέοντες τῶν εἰρημένων ἕκαστον, μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως, ἕνα Θεὸν προσκυνήσομεν καὶ ἑνὶ τῷ τῶν ὅλων Θεῷ λατρεύσομεν. Διελόντες δὲ καὶ κατατεμόντες εἰς ἑτερότητα φυσικὴν καὶ ἀναμέρος ἕκαστον ἐν ἰδίᾳ τινὶ τιθέντες φύσει, τρεῖς ἤδη θεοὺς καὶ οὐχ ἑκόντες ὁμολογήσομεν. Εἶτα τίς ἂν ἡμᾶς ἐξέλοιτο τοῦ πεπλανῆσθαι λόγος, εἰ τῇδε διακει σόμεθα; Πῶς δὲ οὐχὶ παντὸς ἂν ἁμάρτοι λογισμοῦ καλοῦ τε καὶ ἀγαθοῦ τρεῖς ἡμῖν εἴ τις ἀνθ' ἑνὸς διακηρύττει θεούς; Ἀλλ' οἶμαι κατορρωδήσαντες τὸ ἀναφανδὸν ἑλέσθαι ληρεῖν, Θεὸν μὲν καὶ ἀληθῆ τὸν Πατέρα ἐροῦσι, δυσφημίαν δὲ τὴν σφίσιν αὐτοῖς ἐντριβῆ καὶ πρέπουσαν μόνοις κατα χέοντες τοῦ Υἱοῦ, γενητὸν μὲν ἐροῦσι καὶ ἐκτισμένον, τῇ τῆς θεότητος δόξῃ καθάπερ τινὰ σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν. Εἶτα τίς οὕτω νωθής τε καὶ παρειμένος, ἔν γε τοῖς ἐθέλουσι φρονεῖν ὀρθῶς, ὃς οὐχὶ τῶν οὕτω διεγνωκότων πλείστην ἂν ὅσην ποιήσαιτο τὴν καταβοὴν καὶ τῆς ἀμέτρου τερθρείας καταμειδιάσας ἐρεῖ· εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, εἰσποίητον δὲ αὐτῷ τοὔνομα καθ' ὑμᾶς, τί μαθόντες αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ συγκρίνετε καὶ τὸ μεῖον ἢ ὑπερτεροῦν 575 ἐπ' ἀμφοῖν δοκιμάζετε, καίτοι παντός, οἶμαι, λόγου σοφοῦ τε καὶ ἀναγκαίου τὰς πρὸς ἄλληλα συγκρίσεις ἀπονέ μοντος πράττεσθαί τε πρεπωδέστερον ἀναπείθοντος τοῖς ὁμοφυέσι πρὸς τὰ ὁμοφυῆ, καὶ ὅσαπερ ἂν φαίνοιτο ταὐτὰ κατ' οὐσίαν, ἤγουν κατ' οὐδένα τρόπον ἐκσεσοβημένα πρὸς τὸ ἑτέρως ἔχειν; Χρῆμα μὲν γὰρ λογικὸν ἄγγελός τε καὶ ἄνθρωπος· πλὴν ἔστι τις ἐν ἀμφοῖν ἡ διαφορὰ καὶ τὴν εἰσάπαν οὐκ ἔχει πρὸς ἄλληλα συνδρομήν. Ὅταν τοίνυν ὁ τῆς τῶν ἀγγέλων εὐκλείας καὶ ὑπεροχῆς βασανίζηται λόγος, ἄγγελον ἀγγέλῳ παραβλητέον. Εἰ δὲ δή τις καὶ ἐφ' ἡμῶν τοῦτο δρῴη, καλῶς Παῦλος μὲν τοῦ δεῖνος διοίσει τυχόν, Πέτρος δὲ αὖ ἑτέρου του τῶν καθ' ἑαυτόν. Θεὸς δὲ ὁ πάντων καὶ ἐπὶ πάντας ἀπαράβλητόν τι χρῆμα καὶ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ἐπεί τοι πάντων ἐστὶν ἀνωτάτω καὶ εἰς λῆξιν ἀναφοιτᾷ, τοῖς πεποιημένοις ἀστιβῆ καὶ ἀνέμβατον, ποῖον ἂν ἔχοι τὸ παρεπόμενον καὶ ἀγχοῦ καὶ παραβραχὺ καὶ εἰς τοῦτο ἧκον ἤδη πως ὡς ἁμιλλᾶσθαι κατατολμᾶν καὶ ὅτι μὴ μεῖον ἀμφιγνοεῖσθαι λοιπόν; Ἦ οὐ δοκεῖ σοι γέλωτά τε ὄφλειν καὶ νοῦ παρολισθεῖν ἀγαθοῦ καὶ μὴν καὶ ὀρθῆς ἐκσεσοβῆσθαι φρενός, εἴ τι τῶν ἐν κτίσμασι κατηριθμημένων κατατολμῴη λέγειν· Ὁ πάν των Θεὸς καὶ Πατὴρ μείζων μού ἐστι; Τίσιν ἄν, εἰπέ μοι, τῶν ὄντων αὐτὸς τὴν οὕτω θρασεῖαν καὶ σφαλερωτάτην ἐφαρμόσαις φωνήν; Ἀγγέλοις ἄρα καὶ Ἀρχαγγέλοις, ἤγουν Ἐξουσίαις, Θρόνοις τε καὶ Κυριότησι; Πῶς γὰρ ἢ πόθεν τῷ οἰκείῳ δημιουργῷ φιλονεικήσει τὸ ποιηθέν; Ἀμαθέστατα τοιγαροῦν τὸ πάντη τε καὶ ὁλοτρόπως διεστηκὸς κατὰ φύσιν, εἴπερ οἴονται Θεὸν μὲν οὐκ εἶναι κατ' ἀλήθειαν τὸν Υἱόν, παρῆχθαι δὲ μᾶλλον γενητῶς εἰς ὕπαρξιν, ἀντιπαρεξάγουσι τῷ Πατρὶ καὶ τὸ ἴσον ἢ μεῖον ἐπ' ἀμφοῖν βασανίζουσιν. {Β.} Ἔοικε. Φασὶ δ' οὖν ὅμως ὅτι Θεὸς μέν ἐστιν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ. {Α.} Εἶτα ποῦ τὸ μεῖζον ἐν τῷ Πατρὶ καὶ μέντοι τὸ μεῖον ἐν τῷ Υἱῷ καταθρήσαιμεν ἄν, εἰ τὴν τοῦ Θεοῦ φύσιν, ἥτις ποτέ ἐστιν, ὡς ἔνι κατοπτριζοίμεθα; Ἦ οὐχὶ τὸ Θεῖον ἐροῦσιν ἀσώματόν τι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀναυξές, καὶ χρόνου παντὸς πρεσβύτερον, ἀεὶ ὂν καὶ ὡσαύτως ἔχον, αὐτό τε ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ παντέλειον; {Β.} Οἶμαί γε. {Α.} Τίνα δὴ οὖν τρόπον ὑπερανεστήξοι τε καὶ ὑπερφέροιτο ἂν Θεὸς Θεοῦ; Ἦ οὐκ ἀνάγκη τὸ κατά τι γοῦν ὅλως μειονεκτούμενον τοῦ τῆς θεότητος ὅρου παρολισθεῖν, εἰ μήτε εἰς ἄκρον ἥκει τῶν τῆς θεότητος ἀγαθῶν, ἐν ἐνδείᾳ 576 τε τοῦ τελείως ἔχοντος καταφωρᾶται πεσόν; {Β.} Ἀνάγκη. {Α.} Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ποσότητι μετρητῇ τὸ μεῖζον ἐν τῷ Πατρί· πέρα γὰρ ποσότητος τὸ ἀσώματον· οὐδ' αὖ ὅτι τοῦ Γεγεννηκότος ὑστερογενὴς ὁ Υἱός. Ἀεὶ γὰρ ὄντος Πατρὸς τοῦ Πατρὸς καὶ ἀλλοιώσεως καὶ μετα βολῆς οὐκ εἰς ἕτερόν τι παρὰ τοῦτο καλούσης τὸν ἀεί τε καὶ ὡσαύτως ἔχοντα Θεόν, ἦν δήπου πάντως τὸ ἐξ αὐτοῦ συνάναρχόν τε καὶ συναΐδιον καὶ τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτοῦν. {Β.} Μείων, φησίν, ὁ Υἱός, οὐ ποσότητι τῇ κατὰ σῶμα· πῶς γάρ; Ἀλλ' ὅτι μὴ ἐν οἷς ὁ Πατήρ. {Α.} Φέρε δὴ οὖν τὰ τῆς θεότητος ἀξιώματα φιλοκρι νοῦντες εὖ μάλα, κατιδεῖν σπουδάζωμεν εἰ ἐμπρέποι μὲν μόνῳ ταυτὶ τῷ Πατρί, ἥκιστά γε μὴν τῷ Υἱῷ κατὰ τὸν ἴσον τρόπον ἢ ὥσπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Ἀλλά μοι τουτὶ καὶ πρό γε τῶν ἄλλων ἐρομένῳ φράσον. Ἆρα γὰρ εἰ προὔχει τε καὶ ὑπερέφυ τὸν Υἱὸν ὁ Πατήρ, οὐχ ἕψεται πάντως τῷ τοιῶσδε κρείττονι τὸ χρῆναι πλεονεκτεῖν οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πᾶν ὁτιοῦν τῶν ὅσα ἐστὶ θεότητος ἴδια; {Β.} Καὶ πάνυ. {Α.} Εἰ δὲ ἐν ἴσῳ φαίνοιτο τοῦ Υἱοῦ τὸ ἐφ' ἅπασιν ἰσοστα τοῦν, οὐκ ἂν εὖ μάλα διακρούσαιτο τὴν ἔν γε τῷ δεῖν μειονεκτεῖσθαι συκοφαντίαν; Δεδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ' ὅτε πρὸς τὸ τῶν ὑποκα θημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐν μείοσί τε καὶ ἔλαττον ἀληθῶς, πῶς ἂν τὴν οἰκείαν ὑπεραλοῖτο φύσιν, καὶ πέρα μὲν τῶν οἰκείων ἀφίκοιτο μέτρων, τοῖς δὲ τοῦ λίαν ὑπερκειμένου φιλονεικήσοι πλεονεκτήμασιν; {Β.} Εὖ λέγεις. {Α.} Πῶς οὖν ἡμῖν ὁ Υἱὸς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀκριβῆ τινα τύπον οἱονεὶ καὶ γραφὴν τὰ καθ' ἑαυτὸν ἀνιστάς, καὶ εἰς τὴν τοῦ τεκόντος ἐπίδειξιν τὴν ἰδίαν εὖ μάλα παρακομίζων φύσιν," Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;" Εἴπερ οὖν ἐστιν οὐκ ἐν οἷς ὁ Πατήρ, τί μαθὼν αὐτὸν ἐν ἰδίᾳ φύσει ζωγραφεῖ, καὶ ἓν εἶναί φησι πρὸς τὸ τελείως ἔχον τὸ τοῦδε καταδεὲς καὶ ἡττώμενον; {Β.} Οὐκ ἂν ὧδε ἔχοι, κατά γε τὸ αὐτῷ μοι δοκοῦν. {Α.} Οὐκοῦν– τετράψομαι γὰρ ἐπὶ τὸ χρῆναι λοιπὸν τὰ ὅσαπερ ἂν τὴν θείαν ἡμῖν καὶ ἀνωτάτω κατακαλλύνοι φύσιν, ὡς ἂν οἷός τε ὦ, κατιδεῖν–, φέρε δή, φέρε κατα σκεπτώμεθα πότερα μειζόνως ἐν τῷ Πατρὶ ἤγουν ἔλαττον ἢ χρὴ τὸ τῆς θεότητος κάλλος ἐκπρεπὲς ἐν Υἱῷ; 577 {Β.} Ὡς ἄριστά μοι ταυτὶ διεσκέφθαι δοκεῖς. {Α.} Ὑποφέρει τοίνυν τοῖς τῆς θεότητος σκήπτροις καὶ ζυγῷ δουλείας ἐγκαταδεσμεῖ πᾶν ὅσον ἐστὶ τελοῦν ἐν κτίσμασιν ὁ θεσπέσιος Μελῳδός, φιλοθέως σφόδρα καὶ ὀρθότατα τοῦτο δρῶν. Ἔφη γάρ που πρὸς τὸν τῶν ὅλων γενεσιουργόν·" Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίω σας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιω θήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγή σονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅτι τὰ σύμπαντα δοῦλα σά." Καὶ μὴν καὶ δοξολογίαις καταγεραίρειν αὐτὸν τούς τε οὐρανοὺς τῶν οὐρανῶν ἐπιτάττει, καὶ ἥλιον καὶ σελήνην, ἄστρα τε καὶ φῶς, ὕδωρ τε τὸ ὑπεράνω τῶν οὐρανῶν. Καὶ πρὸς μὲν ἀνθρώπους φησί·" Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ." Ἀγγέλων δὲ πέρι, καὶ τῶν ἔτι λειτουργίαν ἐχόντων τὴν ἀνωτέρω·" Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ." Συνίης οὖν ὅπως τῷ τῆς δουλείας ζυγῷ τὰ σύμπαντα καθειργνύς, πρόβατα μὲν χειρὸς αὐτοῦ κατωνόμασε τοὺς ἐπὶ τῆς γῆς, ᾠδοὺς δὲ καὶ λειτουργοὺς παρίστησι τοὺς ἀγγέλους; {Β.} Συνίημι. {Α.} Ἄθρει δὴ οὖν τὰ πρόβατα τῆς χειρὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια λέγοντα τὸν Υἱὸν καὶ ζυγὸν ἡμῖν ἐπιτιθέντα δουλείας. Ἔφη γὰρ ὧδε·" Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Πρόβατα τοίνυν ἡμεῖς τοῦ Θεοῦ καὶ Πατρός, οὐδὲν δὲ ἧττον καὶ τοῦ Υἱοῦ διακεκλή μεθα καὶ ἐσμέν. Καὶ μὴν ὅτι καὶ ἄγγελοι λειτουργοῦσιν αὐτῷ, εὐκόλως ἂν μάθοις ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Ὁ σοφὸς γὰρ ἔφη Ματθαῖος, ὡς ἀποδράντος τε ἤδη καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ πειράζοντος Σατανᾶ νενηστευ κότα Χριστόν," Ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ." Καὶ μὴν καὶ ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον αὐτοῦ περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ Σεραφίμ, ἅγιόν 578 τε αὐτὸν καὶ μὴν ὅτι Κύριος τῶν δυνάμεων ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων, ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ οὐ μεῖον εὐκλεὲς (πλέα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ), καὶ πρὸς τὸν τῶν ὅλων μείζονα τὸ ἐν ταὐτότητι φυσικῇ διακεκτῆσθαι λέγων, πῶς οὐκ ἂν ἔχοι τὸ ἰσοστατοῦν; Ἦ ἔχεις τι νοεῖν ἢ φράσαι ὅποι ποτὲ ἂν ὑπεραλοῖτο μὲν ἡ τοῦ Πατρὸς δόξα, μειονεκ τοῖτο δ' ἂν ἡ Υἱοῦ, συμπαρομαρτεῖν οὐκ ἔχουσα καὶ τὸ συνεκτείνεσθαι παραιτουμένη ἐνδείᾳ τῶν ἴσων; {Β.} Οὐκ ἂν ἔχοιμι νοεῖν. {Α.} Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. {Β.} Τάττοιτο ἂν ἐπ' ἀμφοῖν εἰκότως, καθάπερ ἐγῷμαι· λυπεῖ γὰρ οὐδέν. {Α.} Εὖ λέγεις, ἀλλὰ τό τοι μεῖον καὶ ὡς ἐν ὑφέσει πεπιστευ μένον ἢ ἐν οἷς ἂν εἴη τὸ ὑπερτεροῦν, πῶς ἂν ἔτι καὶ ἰσουργὸν καὶ ἰσορροποῦν εἰς δύναμιν ὁρῷτό τε καὶ λέγοιτο; Πῶς δ' ἂν ἔχοι τὸ ἰσοκλεὲς τῷ Πατρὶ καὶ τῆς πρὸς αὐτὸν ἑνότητος τὸ δι' ἐμφερείας τῆς εἰς ἄκρον ἠκριβωμένον;" Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἕν ἐσμεν," καίτοι τὸ εἰς λῆξιν ἥκειν τὴν ἀνωτάτω μεμαρτυρηκὼς αὐτῷ·" Ὁ Πατήρ μου γάρ, ἔφασκε, πάντων μείζων ἐστίν." {Β.} Οὐκ ἂν ἔχοι, πολλοῦ γε καὶ δεῖ· μείων γὰρ εἴπερ ἐστὶ κατά τι γοῦν ὅλως, συνυφιζήσειεν ἂν αὐτῷ πάντα τὰ αὐτοῦ. {Α.} Οὐκοῦν τοῖς τοῦ Πατρὸς ἀξιώμασι παρέποιτο ἂν οὐδαμῶς κατ' οὐδὲν ἡττώμενος. Τὸ δὲ ἐν ἴσοις εἶναι μὴ λαχών, οὐδ' ἄν, οἶμαι, φαίη πρὸς αὐτόν, καὶ τοῦτο ἐκ παρρησίας, ὅτι" Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά." Φέρε γάρ, εἰ δοκεῖ, προσνέμωμεν μὲν τὸ ὑπερκεῖσθαι δεῖν τῷ Πατρί, φῶμεν δὲ εἶναι καταδεᾶ τὸν Υἱόν. Εἶτα ποῖος ἡμῖν ὁ τῆς εὐτεχνίας ἀναφανεῖται τρόπος ὃς ἐφαρμόσειε μὲν ἅπαντα τῷ Υἱῷ τὰ τοῦ Πατρός, τῷ δ' αὖ Πατρὶ τὰ τοῦ Υἱοῦ, ἓν δὲ δήπου πάντως τῶν ἐνεῖναι λεγομένων τῷ Πατρὶ νοηθείη ἂν τὸ ὑπερκεῖσθαί τε καὶ ὑπερτερεῖν; Εἶτα πῶς ἴδιον ἔσται τοῦτο τοῦ Υἱοῦ, καίτοι λαχόντος τὸ μεῖον; Καὶ εἰ τὸ μεῖον ἴδιον τοῦ Υἱοῦ, πῶς ἂν γένοιτο καὶ τοῦ Πατρός, τοῦ ὑπερκεῖσθαι λαχόντος, διηπόρημαι μὲν ἐγώ, σὺ δὲ ἡμῖν ἐκδείξειας ἂν ὅπως. {Β.} Οὐκ ἂν ἔχοιμι. Δυσδιάφυκτον γὰρ κομιδῇ τῆς ἐννοίας τὸ χρῆμα. {Α.} Ἡκέτω δὴ οὖν κατὰ ῥοῦν ὁ λόγος, καὶ οἶμον ἴτω τὴν προκειμένην· ἐρήσομαι δέ τι καὶ ἀναγκαῖον. Ἆρ' οὐκ 579 ἐν μόνῃ κείσεται τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τὸ καὶ πταισμάτων ἐλευθεροῦν καὶ τὴν δυσαπόνιπτον ἡμῶν ἀπαλείφειν ἁμαρτίαν; {Β.} Φημὶ δή. {Α.} Καὶ πῶς οὐ λίαν ἐπισφαλὲς τὸ κατακολούειν ἀπο τολμᾶν, καίτοι τοῖς ἴσοις ἐμπρέποντα κατορθώμασι, τὸν Υἱόν, καὶ ὡς ἔστιν ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ ῥιψοκινδύνως εἰπεῖν; Ὧν γὰρ ἂν βούλοιτο καὶ αὐτὸς ἀνίησιν ἁμαρτίας. Τὴν γοῦν ἀμνησικακίαν προσίεσθαι παραινῶν, χρῆναί τε αὐτῆς ἐξῆφθαι διδάσκων," Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·" ἀναθεὶς δὲ τῷ Πατρὶ τὸ ἀνεῖναι δύνασθαι κατ' ἐξουσίαν τὰς ἁμαρτίας ὧν ἂν ἕλοιτο τυχόν, αὐτὸς ἑαυτῷ τὴν ἐπὶ τῷδε κατόρθωσιν κατεγγυᾷ λέγων·" Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (τότε λέγει, φησί, τῷ παρα λυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." Τὸ τοίνυν ἴσον ἐν ἐξουσίᾳ καὶ ἐνεργείᾳ ταὐτὸν πῶς ἂν γένοιτο καταδεὲς καὶ ἐν δευτέροις ἔτι κατα τετάξεται; {Β.} Οὐκ ἂν γένοιτο· σαφὴς γὰρ ὁ λόγος. {Α.} Ἐπιμαρτυρήσαι δ' ἂν τοῖς εἰρημένοις τὸ ἀκριβὲς καὶ ὁ θεῖος ἡμῖν ὑποφωνήσας Παῦλος·" Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;" Καὶ τὴν ἐπὶ τούτῳ μεγαλουργίαν μετατιθεὶς εἰς τὸν Υἱόν, ἀπονέμων τε αὐτῷ τὸ δικαιοῦν δύνασθαι τοὺς πεπιστευκότας, γράφει πάλιν ὡδί·" Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀγχοῦ καθίστησι δι' Υἱοῦ· δικαιοῖ δὲ ἡμᾶς, κατά γε τὸν ἀληθῆ τε καὶ ἀκιβδήλευτον λόγον, οὐκ ἀναμέρος μὲν ὁ Θεὸς καὶ Πατήρ, ἀναμέρος δὲ αὖ καὶ ἰδικῶς ὁ Υἱός· ἀλλ' ἥπερ ἂν εἶναι νοοῖτο δικαίωσις ἡ παρὰ Πατρός, αὕτη που πάντως ἐστὶ τοῦ Υἱοῦ· καὶ ἥνπερ ἂν ὁ Υἱὸς χαρίσαιτο, ταύτην εἶναι θετέον τοῦ Πατρός. Ὥσπερ γὰρ τὴν εἰς τὸ εἶναι πάροδον δι' Υἱοῦ τὰ πάντα διεκληρώσατο καὶ οὐχ ἕτερον ἔχει δημιουργὸν τὸν δι' οὗ παρήχθη πρὸς ὕπαρξιν τὰ κεκλημένα πρὸς γένεσιν, οὕτω δὴ σώζεται δι' αὐτοῦ τὰ τῆς ἐν ἀρχαῖς εὐταξίας ἀπολισθήσαντα, καὶ τὴν εἰς τὸ εὖ εἶναι πάλιν δέχεται διαμονήν, πρὸς τὸ ἀκριβὲς ἕκαστα τῆς οἰκείας φύσεως ἀναθέοντα κάλλος. {Β.} Πείθομαι. {Α.} Καὶ γοῦν ὁ θεῖος ἔφη Μωσῆς φειδοῦς ἠξιῶσθαι τῆς ἄνωθεν καὶ παρὰ Πατρός, καίτοι σκληρὸν καὶ δυσάγωγον 580 ὄντα, τὸν Ἰσραήλ. Γράφει γὰρ ὡδί·" Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ." Ἐνηργη κέναι γε μὴν αὐτὸ δὴ τουτὶ διισχυρίζεται λέγων ὁ Υἱός·" Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε; Ἰδοῦ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Καὶ οὐ δή τι δρῶντες τῶν ἀβουλοτάτων παρωσόμεθα μὲν ὡς ἀεργῆ τὸν Πατέρα, μόνῳ δὲ ὅτι προσήκοι τῷ Υἱῷ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν, ἄριστα ἔχειν ἐροῦμεν. Ἀλλ' ὅτι τὸ ἐπ' ἀμφοῖν ὁλοτρόπως ἰσοστατοῦν καὶ τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ μὴν ὅτι μονοειδές τέ ἐστι καὶ ἐν ἁπλοῖς τὸ Θεῖον, ἐνεργὸν ἡμῖν δι' Υἱοῦ τὸν Πατέρα καὶ Θεὸν ἐφῆκε νοεῖν, ὑποψίας ἁπάσης τῆς ὡς ἐν ὑφέσει τῇ ὑπουργικῇ νοουμένης ἰούσης ὡς ἀπωτάτω καὶ ἀδικούσης οὐδὲν εἴς γε τὸν ἰσότητός τε καὶ εὐκλείας τρόπον, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον. Ἐνεργεῖ γὰρ ὁ Πατὴρ ὡς ἰδίᾳ δυνάμει χρώμενος τῷ Υἱῷ, ζώσῃ τε καὶ παρ' αὐτὸν οὐχ ἑτέρᾳ, κατά γε τὸ εἶναι Θεὸν ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς, εἰ καὶ μέτεστιν ἑκατέρῳ τὸ γοῦν ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ' ἑαυτόν. {Β.} Εὖ λέγεις. {Α.} Ὅτι δὲ φύσει τε καὶ ἐξουσίᾳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ τῇ κατὰ πᾶν ὁτιοῦν οὐδαμόθεν ἂν καταδεᾶ κατοψόμεθα τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχειν νοοῖτο καὶ ὁ Πατήρ, ἀναμάθοις ἄν, οἶμαί που, κἀκ τῶνδε ῥᾳδίως. Διὰ μὲν γὰρ τῆς Ἡσαΐου φωνῆς ὁ Θεὸς ἔφασκε καὶ Πατήρ·" Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται." Τὸ δὲ δὴ λαμπρὸν αὔχημα τοῦ Πατρός, τὸ καὶ καλεῖν δύνασθαι καὶ ἀνασώζειν φημὶ τοὺς ἀπ' ἐσχάτου τῆς γῆς, καὶ λαλεῖν μὲν τὴν δικαιοσύνην, εὐσθενῆ δὲ οὕτω καὶ ἀποστροφῆς ἀμείνω διακεκτῆσθαι τὸν λόγον, περιθείης ἂν ἑτέρῳ τῳ παρ' αὐτόν, εἰπέ μοι; {Β.} Οὐκ ἔγωγε· μόνῳ γὰρ ἂν πρέποι Θεῷ τὰ ἰδικῶς αὐτοῦ τε καὶ μόνου. {Α.} Εἰ δὲ δὴ τοῖς ἴσοις αὐχήμασι καὶ ἡ τοῦ Υἱοῦ κατα καλλύνοιτο φύσις, καὶ ἰσομοιροῦσαν ἔχοι τὴν δόξαν, ἆρα ἂν ἔτι τὸ μεῖον αὐτῷ πρέποι ἄν, ὦ' γαθέ, κατά τι γοῦν ὅλως; {Β.} Οὐδαμῶς. {Α.} Πεύσῃ τοιγαροῦν βοῶντος ἀναφανδόν·" Δεῦτε πρός 581 με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα παύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." Ἦ οὐχὶ τοῦτό ἐστι τό" Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος;" Θείῳ γὰρ ὑπέζευκται τὰ πάντα ζυγῷ, καὶ τοῖς τῆς δουλείας ἐπήχθισται μέτροις. Περὶ δέ γε τῶν οἰκείων λόγων ὧδέ πή φησιν·" Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρε λεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Συνίης οὖν ὅπως παθεῖν οὐκ ἀνέχονται τὴν ἀποστροφὴν οἱ δι' Υἱοῦ λόγοι, καθάπερ ἀμέλει καὶ οἱ τοῦ Πατρός; {Β.} Συνίημι. {Α.} Καὶ πρός γε τούτοις ἐρῶ, τὸ προνοεῖν δύνασθαι τῶν ὄντων, ὡς ἔξω χειρὸς ἀνεῖναι τῆς ἑαυτοῦ παντελῶς οὐδέν, οὐχ ἑτέρῳ τῳ μᾶλλον, μόνῳ δ' ἂν καὶ σφόδρα εἰκότως ὁρῷτο προσὸν τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ φάναι τε καὶ καταθρῆσαι δοκῶ; {Β.} Ἄριστά γε. {Α.} Ἰσογενῆ τοιγαροῦν τὴν τῶν ὅλων πρόνοιαν ποιου μένους εὑρήσομεν τόν τε Πατέρα καὶ τὸν Υἱόν. {Β.} Πῶς ἔφης; {Α.} Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸς ἔφασκεν ὁ Υἱός·" Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;" Ὁρῷτο δ' ἂν καὶ αὐτὸς τὴν οὕτω μακρὰν καὶ ἐπὶ πάντα διήκουσαν ἀπονέμων φειδὼ καὶ τοῖς τῶν ὄντων εὐτελεστάτοις καὶ ὧν ὁ λόγος οὐ πολύς. Ἐπειδὴ γὰρ τοὺς τῆς Ἰουδαίας ὅρους ἀφείς, εἰς τὴν τῶν Γεργεσηνῶν μετεφοίτησε γῆν, ἀπεσόβει μὲν ἀνθρώπων τὰ πονηρὰ δαιμόνια, τὰ δὲ τοῖς θείοις εἴκοντα νεύμασιν, ἔδρα μὲν ἀνάγκῃ τὸ κεκελευσμένον, χοίρων γε μὴν ἐζήτει τὴν ἐξουσίαν. Εἶτα ὁ πάντα ὑπὸ πόδας ἔχων ἀνίησιν ἑκὼν καί σφιν ἰέναι κελεύει· τὰ δὲ τοῖς ὕδασιν ἐνιέντα θερμῶς τὰς συῶν ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ' οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ' ἦν ἀναγκαῖον οὐ μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι' ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ' ἀμφοῖν διαφαίνοιτο. {Β.} Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ' ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος 582 τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος·" Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;" {Α.} Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ' ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; {Β.} Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. {Α.} Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως." Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται," κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ αὐτοῦ. Ἀλλ' οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν. Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ' Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ' ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ; Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι" Ἦν ὑποταττόμενος αὐτοῖς;" {Β.} Ναὶ γέγραφεν ὁμολογουμένως. {Α.} Ἆρ' οὖν, ὦ' γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ' ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί, 583 αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας; {Β.} Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει. {Α.} Ἀλλ' οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ' ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου γράφοντος Παύλου·" Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." Ἀναπνεῖ μὲν γὰρ ἔσθ' ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας ὁ λόγος, καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατη γόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα·" Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα." Ἀλλ' οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυ ραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο τὸ ῥητόν, καὶ οὔτι που δι' ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι' ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρω θούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι, πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ' ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπεί νωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ' ἡμᾶς γενέσθαι πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον, ἀλλ' ὄντα τε καὶ ὑφεστηκότα κατ' ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον 584 εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. {Β.} Πάνυ μὲν οὖν. {Α.} Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. {Β.} Εὖ λέγεις. {Α.} Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; {Β.} Τὸ τί δὴ φής; {Α.} Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ·" Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα." Οὐκοῦν εἰ ὑποταγήσεται κατ' ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ' ὃν καὶ αὐτὸς ὑποταγήσεται. {Β.} Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. {Α.} Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς, καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ' ἕτερόν τι παρ' ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς δι' ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, του τέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑπο τάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος Δαβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν." Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." Διημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων·" Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ' οὐσίαν; {Β.} Ἀληθές. {Α.} Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν 585 ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μετα βολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός;" Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," κατὰ τὸ γεγραμμένον," ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών." Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; {Β.} Ἀστειότατά γε. {Α.} Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγο ροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. {Β.} Τὸ ποῖον; {Α.} Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ· εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον. Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι·" Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·" ποτὲ δὲ αὖ ὅτι" Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με." Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννη κότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; {Β.} Ἥκιστά γε. {Α.} Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ 586 Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτε ταγμένος; Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ. {Β.} Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς; {Α.} Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς. Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ' ἐξουσίας ὡς Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία. Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυ κέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. Ἤδει γάρ, ᾔδει προσκρούσων αὐτῷ κατ' οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ' οὐδένα τρόπον μειονεκτούμενος. Δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΕΚΤΟΣ Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθὸ νοεῖται καὶ ἔστι Θεός.

Intertext edge

Open linked passage

Note