De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
587.1.1
{Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ' ἐφ' ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου. Εἰ δὲ δή τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ' οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; {Β.} Ἀληθές. {Α.} Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ' ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται; 588 {Β.} Ὀρθῶς ἔφης. {Α.} Μείων οὖν ἄρα κατ' οὐδὲν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ὁλοσχερῶς δια πρέπων, ὅ τι ποτέ ἐστι κατὰ φύσιν γινώσκεται. Ταύτῃ τοι καὶ ἔστι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός. Δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν κατα θρήσαιμεν ἄν. {Β.} Βούλει τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν, ἤγουν ἀνέντες ἤδη σοι τὸ ἀντιτετάχθαι δοκεῖν, τῆς τῶν ἐναντίων δόξης ἐρήμην ὥσπερ ἐῶμεν καταθεῖν τὸν λόγον; {Α.} Καὶ μήν, ὦ φιλέταιρε, πάρα μὲν εἰπεῖν ἐλευθέρως τὸ δοκοῦν. Ὄκνου δὲ ἀμείνους ἡμεῖς, καὶ διερρίφθω μέλλησις, καιροῦ παραθήγοντος εἰς τὸ δεῖν ἑλέσθαι καὶ νῦν τοῖς τῆς ἀληθείας ἡμᾶς συναθλῆσαι δόγμασιν. Ἀναπείθει δέ, οἶμαι, πρὸς τοῦτο ἰέναι προθύμως καὶ ὁ θεσπέσιος Πέτρος ὧδέ πη λέγων·" Ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος." Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; {Β.} Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ' αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ' ἡμῶν καὶ τὴν συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων. Τὰς δὲ ἐφ' ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. {Α.} Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον. Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξά γοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. {Β.} Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ' ἑκάστῳ βάσανον ἐξεργάσαιτ' ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ·" Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." 589 Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης" τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ' αὐτὸν ὡσεὶ περιστεράν." Καὶ πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν·" Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱός εἰμι τοῦ Θεοῦ;" Μυρία δ' ἄν τις καὶ ἕτερα καὶ λίαν ἀκονιτὶ τοῖς εἰρημένοις ἐπισωρεύσειε δι' ὧν ἔνεστι μαθεῖν ὡς ἡγίασται παρὰ τοῦ Πατρὸς ὁ Υἱός. {Α.} Καὶ τίς ἂν νοοῖτο τυχὸν ὁ τοῦ ἡγιάσθαι τρόπος, εἰ καὶ ἐπ' αὐτοῦ τάττοιτο τοῦ Μονογενοῦς, διαπυθοίμην ἂν λέγοντος ὡς ἥδιστα σοῦ· πλείστη γὰρ ὅση τοῦ πράγματος ἡ διαφορὰ παρά γε ταῖς θεοπνεύστοις ὁρᾶται Γραφαῖς· ἁγιάζεσθαι μὲν γὰρ λέγονταί τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμόν τε καὶ ἐννομωτάτην κατωρθωκότες ζωήν, ἐπιτηδείως ἕξουσι καὶ εἰς τὸ χρῆναι μεταλαχεῖν ἁγίου Πνεύματος· ὁποῖοί τινες εἶεν ἂν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος ὅτι" Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν, οὓς δὲ ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν." Ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν·" Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε." Ἁγιάζονται δὲ αὖ καὶ ἕτεροί τινες, καίτοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ' οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα κατασημήνειεν ἂν ὁ ἔν γε τούτοις ἁγιασμός, ἀλλ' οἱονεί πως ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεός. Καὶ γοῦν Κύρου τε πέρι καὶ Μήδων κατὰ κράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς," Γίγαντες ἔρχονται, φησί, πληρῶ σαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες." Ἔφη δὲ ὅτι" Ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς." Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός·" Ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον," τό, οἶμαι, προσκομισθὲν ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. Φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος ἡγιασμένους, οὕτω τε θείας φύσεως κοινωνοὺς ἀναδε δειγμένους. Τίνα δὴ οὖν ἡγιάσθαι τρόπον ὑπονοήσουσι 590 τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός·" Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον." Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. {Β.} Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. {Α.} Ἁγιάσαι δ' ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος; {Β.} Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν; {Α.} Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ δια σκέψεών τε καὶ ἐννοιῶν, ἀλλ' ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας. Εἰ δέ, ἐπεί τοι πέφηνε καθ' ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἷς ἂν γένοιτο; {Β.} Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ' αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. {Α.} Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ οὐρανῶν τοῦ Πνεύματος ἐπ' αὐτὸν καταφοίτησιν; {Β.} Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι" Τεθέα μαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ' αὐτόν." {Α.} Οὐκοῦν, ἀναμέτρει τὸν τοῦ ἡγιάσθαι χρόνον. Οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ' ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. Ἢ οὐκ οἶσθα ὅτι πεπλούτηκε μὲν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ 591 θείου Πνεύματος μεταλαχεῖν καὶ τὸν δι' ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· πεποίηται γὰρ καὶ κατὰ τοῦτο κατ' εἰκόνα τοῦ κτίσαντος· ἐπειδὴ δὲ τὴν θείαν λελύπηκεν ἐντολήν, ἀπεμπολήσας τὸ δῶρον, θανάτῳ κατεδικάζετο καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν; {Β.} Συνίημι. {Α.} Ἔδει τοίνυν, ἐπείπερ ἐξ ἡμερότητος τῆς ἐνούσης αὐτῷ τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβουλεύετο Θεός, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστόν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας Παρθένου, μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες Πατέρα, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες. Ἔδει γενόμενον ἄνθρωπον τὸ Πνεῦμα λαβεῖν, ἵν' ἐπείπερ ἦν τε καὶ ἔστιν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφι λοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ δευτέρᾳ. Τουτὶ γὰρ οἶμαί που κατασημαίνειν εὖ μάλα τὸν θεσπέσιον Βαπτιστήν, βοῶντα περὶ τοῦ Πνεύματος ὡς θεάσοιτο μὲν αὐτὸ καθιγμένον ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς· φάναι δὲ ὅτι καὶ ἔμεινεν ἐπ' αὐτόν, οὐ γὰρ μεμένηκεν ἐν ἡμῖν διὰ τὴν παράβασιν, μεμένηκε δὲ ἐν Χριστῷ. Φύσεως γὰρ ἦν οὐκ ἀνεχομένης παθεῖν τὴν ἐξ ἁμαρτίας κηλῖδα. Ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρί, κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστί· καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρί, εἰς Υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορ φούμενος Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει, καίτοι Θεὸς ὑπάρχων αὐτός, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. Ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ γε ἀληθῶς θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἐν ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. {Β.} Τί γάρ, φασί, τὸ ἄτοπον ἐν τῷ ἡγιάσθαι λέγειν παρὰ τοῦ Πατρὸς τὸν Υἱόν; {Α.} Ἀνακυκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ ἐσαῦθις ἐρῶ. Εἰ μὲν γὰρ καθὸ ἄνθρωπος, ὡς ἄνθρωπον ἡγιάσθαι φασίν, ἀδιαφορήσειεν ἂν ὁ λόγος, ὡς ἔν γε δὴ τούτῳ τὸ βλάβος οὐδέν. Εἰ δὲ δὴ παρέντες τὸ ἀληθὲς καὶ παρω 592 θούμενοι τὸ εἰκός, εἰς ἀκαλλεστάτην τινὰ καὶ πέρα παντὸς ἰοῦσαν θράσους ἀπολισθαίνουσι γνώμην, αὐτὸν ἡγιάσθαι λέγοντες τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἁπάσης ἡμῖν ἀτοπίας ἐπέκεινα διεκπίπτοι ἂν ὁ λόγος. {Β.} Οὐκοῦν ἐκδείξειας ἂν τῆς ἔν γε τούτοις ἡμῖν ἀτοπίας τοὺς τρόπους. {Α.} Καὶ μάλα. Κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε, συλλή πτορά τε καὶ ἀρωγὸν τὸν τῆς ἀληθείας προεστηκότα Χριστὸν ἔσεσθαί μοι προσδοκῶν. Μεθέντες δὴ οὖν τὸ διαμέλλειν ἔτι, τὴν τῶν προκειμένων βάσανον εἰς μέσον ἤδη παράγωμεν, καὶ μοὶ φράσον ἐκεῖνο δὴ πάλιν. {Β.} Τὸ τί; {Α.} Τίνος ἴδιον φῶμεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Πότερα δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός, ἤγουν καὶ τοῦ Υἱοῦ, ἢ καὶ ἀναμέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταὐτότητα τῆς οὐσίας; {Β.} Οὕτως ἔγωγέ φημι. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι, καὶ ταῖς θεοπνεύστοις Γραφαῖς εὖ μάλα συμβαίνουσαν τὴν ἐπὶ τῷδε δόξαν εἰρῆσθαί φημι. Νοεῖται μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, ὑφέστηκε δὲ αὖ καὶ ὁ Υἱὸς ἰδικῶς· ἀλλ' εἰ καὶ ἰδίαν ὑπόστασιν ἑκάτερος ἀπετέμετο, τὸν γοῦν εἰσάπαν διορισμὸν οὐ προσίεται. Οὐδὲ γὰρ ἂν διορίζοιτο τοῦ Πατρὸς ὁ Υἱὸς ὥσπερ ἄγγελος ἀγγέλου καὶ μὴν καὶ ἐν τοῖς καθ' ἡμᾶς ὁ δεῖνα τοῦ δεῖνος ὅλος ὅλου διεστήξει τυχόν, οὔτε μὴν καὶ διάμπαξ ἐλάσει τῆς διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκότα καταθρήσαιμεν ἂν ἐν Πατρὶ τὸν Υἱόν, καὶ μὴν καὶ τὸ ἔμπαλιν, τουτέστιν ἐν Υἱῷ τὸν Πατέρα· χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. {Β.} Σύμφημι. {Α.} Μιᾶς οὖν φύσεως ἓν καὶ τὸ Πνεῦμα, καὶ προχεῖται μὲν οἱάπερ ἀπὸ πηγῆς τοῦ Πατρός· ἔστι γε μὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ· γεγέννηται γὰρ οὗτος τὴν τοῦ Πατρὸς ἰδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ, καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω θεότητος ὁ καρπός, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; Ἴδιον δὲ θεότητος ὁ ἁγιασμός, οὗ τὸ Πνεῦμα δεικτικόν. Ἅγιον γὰρ κατὰ φύσιν καὶ τῆς ὅλης κτίσεως ἁγιαστικόν. {Β.} Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις, πῶς δ' ἂν μάθοιμι σαφῶς ὡς ἔστιν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καθάπερ ἀμέλει τοῦ Πατρός; {Α.} Οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, αὐτὸν δὲ εἰσκομίσω βοῶντα Χριστόν·" Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα 593 τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν." Ἢ οὐκ ἀποχρῶν ὁ λόγος εἰς πληροφορίαν τοῖς σοφοῖς, ὡς ἴδιον μέν φησι τὸν Παράκλητον; Πνεῦμα γὰρ ἀληθείας ὠνόμασεν αὐτόν, οὐχ ἑτέρα δὲ παρ' αὐτὸν ἡ ἀλήθεια. Προστιθεὶς δὲ" Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται," τὴν οὐσιώδη καὶ φυσικὴν οἰκειότητα δέδειχεν ἐναργῶς, καθ' ἣν ἕν ἐστι πρὸς αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Οὐ γάρ τοι μεταληπτῶς σοφὸν ἔσεσθαι παρ' αὐτοῦ τὸ Πνεῦμά φησιν, οὔτε μὴν ἐν τάξει τῇ ὑπουργικῇ τοὺς παρ' Υἱοῦ λόγους τοῖς ἁγίοις διακομίσειν. Ἀλλ' ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ ἑαυτοῦ δια σκιδναμένης ὀσμῆς καὶ ταῖς τῶν περιεστώτων αἰσθέσεσιν ἐμπιπτούσης λέγοι ὅτι" Ἐκ τοῦ ἐμοῦ λήψεται," τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν, καὶ οὔτι που τὸ ὡς ἐν μεθέξει διῃρημένως, ὧδέ πη νοήσεις καὶ ἐφ' Υἱοῦ καὶ Πνεύματος. Πνεῦμα γὰρ σοφίας καὶ δυνάμεως ὄν, σοφία πάντως καὶ δύναμίς ἐστιν, ὅλην ἐξ ὅλου τὴν τοῦ προϊέντος ἐνέργειαν ἀποσῷζον ἐν ἑαυτῷ, καὶ ὡς ἐν ἰδίᾳ φύσει κατα δεικνύον εὖ μάλα τὴν οὗπέρ ἐστιν. Ἐπειδὴ δὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται, φησί, προστέθεικεν ἀναγκαίως ὅτι" Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει." Ὥσπερ γὰρ ἅγιόν ἐστι κατὰ φύσιν, ἐπείπερ ἐστὶν ἁγίου Πνεῦμα Πατρός, οὕτω καὶ σοφόν, ἐπεί τοι σοφίας Πνεῦμά ἐστι· σοφία δὲ ὁ Υἱός· καὶ οὔτι πού φαμεν ὡς κατὰ σχέσιν τινὰ καὶ μέθεξιν ἅγιον καὶ σοφὸν τὸ Πνεῦμά ἐστιν, οὐσιωδῶς δὲ μᾶλλον καὶ οἱονεί τις ποιότης φυσικὴ τῆς ἁγίας τε καὶ σοφῆς θεότητος, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, καὶ αὐτῷ τῷ Πνεύματι. Ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα Πνεῦμά ἐστι τοῦ Υἱοῦ, αὐτός σε δι' ἑαυτοῦ μυσταγωγήσει λέγων·" Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ." Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψειν ἡμῖν τὸ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα μὲν ἀληθείας ἀποκαλεῖ, προχεῖσθαί γε μὴν ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός, καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε; {Β.} Καὶ τίς ἂν νοοῖτο τῆς μαρτυρίας ὁ τρόπος; {Α.} Ἐπειδὴ γὰρ ἐνήργηκε τὰ Θεοῦ διὰ χειρὸς ἁγίων 594 μεμαρτύρηκεν ἐναργῶς ὅτι Θεός ἐστιν ὁ Υἱός, οὗ καὶ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει τοῦ Πατρός. {Β.} Ἅλις μὲν ἡμῖν τῶν τοιούτων, ὦ τᾶν. Τὸ γάρ τοι σαφὲς καὶ ἀναμφιλόγως ἔχον δέοιτ' ἂν οὐχὶ τοῦ συνειπεῖν ᾑρημένου. Πνεῦμα γάρ ἐστι καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Τριβὴν οὖν καὶ πόνον τὸν ἐπὶ τῷδε μεθείς, ἴοις ἂν μᾶλλον ἐπ' ἐκεῖνα νυνί, τὰ δι' ὧν ἔνεστιν ἀναμαθεῖν ὅτι κατὰ φύσιν ἅγιος ὁ Υἱὸς καὶ οὐ κατὰ μέθεξιν ἐκ Πατρός. {Α.} Καὶ μήν, ὡς ἐγᾦμαι, πᾶς τις οὖν εἴ γε νοῦν ἔχοι, κατατεθήποι ἄν, εἴπερ ἴδιον εἶναι διοριζόμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ. Καίτοι τί δήποτε τῆς ἐντεῦθεν ἀτοπίας τὰ βλάβη βασανίζειν οὐκ ἀνεχόμενοι, ἐπὶ μόνον ἴενται, καὶ τοῦτο ἀκατασκέπτως, τὸ σφίσιν αὐτοῖς ἡδύ; Μετάσχοι γὰρ ἂν ὁ Υἱὸς τοῦ ἰδίου Πνεύματος κατὰ τίνα δὴ τρόπον ὡς θύραθεν ἐπεισθέοντος; Μέτοχον γὰρ ἑαυτοῦ παντελῶς οὐδέν. Ἀλλ' οὐκ ἔν γε τῷ σοφῷ τε καὶ ἀκριβεῖ λογισμῷ τὰ φύσει προσόντα τισὶ τὴν τῶν εἰσποιήτων ὑποκρίναιτο δόξαν, ἤγουν ἐν τοῖς τῶν ὀθνείων τετάξεται λόγοις. Πῶς οὖν διὰ Πνεύματος ἡγιάσθαι φασί, καίτοι λέγοντα σαφῶς περὶ τοῦ Πνεύματος·" Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν;" Καὶ τοῦτό φαμεν οὐ μεθεκτῶς εἶναί τι πιστεύοντες τῶν ἐν τῷ ἁγίῳ Πνεύματι– παντέλειον γὰρ καὶ ἀνενδεὲς κατ' ἰδίαν ἐστὶ φύσιν τε καὶ ὕπαρξιν– ἐκεῖνο δὲ μᾶλλον καταση μαίνοντες ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος Λόγου Πνεῦμα ὑπάρχον, πᾶν ὅπερ ἐστὶ τῆς θεότητος ἴδιον κατὰ φύσιν ἐπάγεται, πηγὴν μὲν ὥσπερ ἔχον αὐτήν, προχεόμενον δὲ ὥσπερ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ ἁγιάζον τὴν κτίσιν. Εἰ δὲ δὴ καὶ αὐτὸν οἴοντο μεθ' ἡμῶν ἡγιάσθαι τὸν Λόγον, τὰ ἐκ φληνάφων εἰς τοῦτο συλλέγοντες λογισμῶν, φραζόντων ἐκεῖνο. {Β.} Τὸ τί δή; {Α.} Τῇ τῶν γενητῶν φύσει τὸ Πνεῦμα προσομιλοῦν, ὀνίνησι μὲν αὐτὴν ὁμολογουμένως· γένοιτο δ' ἄν, ὦ' γαθέ, τίς ὁ τοῦδε τρόπος; {Β.} Ἁγίαν αὐτὴν ἀποτελεῖ. {Α.} Οὐκοῦν ἐκδείξειας ἂν ἀσαφείας δίχα. Συνίημι γὰρ οὔτι που. Τί δὲ δὴ τοῦτό ἐστι τὸ ἁγίαν ἀποτελεῖν; Φράσαις ἂν ἐθέλοντί μοι. {Β.} Καὶ μάλα. Τὴν γάρ τοι κτίσιν τὴν λογικὴν ἁμαρτίας ἀμείνω καὶ τῆς εἰς φαυλότητα παρατροπῆς ἀποφαῖνον