Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 595 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
595.1.1
μεταμορφοῖ πρὸς εἰκόνα τοῦ κτίσαντος δι' ἁγιασμοῦ. Ἅγιος γὰρ ὁ πάντων Δημιουργός, διὸ καί φησιν·" Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος." {Α.} Ὀρθότατα ἔφης. Ἐκτίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Τὸ δὲ δὴ τὸν θεῖον ἡμῖν ἐμποιοῦν ἐξεικονισμὸν εἴη δή που πάντως ἂν ὁ ἁγιασμός, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ. Καὶ γοῦν ὅτε πρὸς παρατροπὴν ἡ ἀνθρώπου φύσις διώλισθε καὶ τὸ τῆς εἰκόνος κάλλος παρεσημαίνετο, κεκαινουργήμεθα πρὸς τὸ ἀπ' ἀρχῆς, ἀναστοιχειούμενοι διὰ Πνεύματος εἰκόνα τοῦ κτίσαντος, δῆλον δὲ ὅτι τοῦ Υἱοῦ, δι' οὗ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος," Τεκνία, φησίν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ μὴν ὅτι τὸ τῆς ἐνθάδε λεγομένης μορφώσεως εἶδος διὰ τοῦ ἁγίου Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς, αὐτὸς ἐκδείξει βοῶν," Ἡμεῖς δὲ πάντες, ἀνακε καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν." {Β.} Ἄριστα ἔφης. {Α.} Οὐκοῦν, κτίσει μὲν καὶ ποιήμασι δοτὸς ὁ ἁγιασμός· οἴκοθεν γὰρ οὐκ ἔχει, καὶ γοῦν ἐστι καὶ ἀπόπεμπτος καὶ αὐτόκλητον ἂν ἕλοι τὴν παρατροπὴν τὰ πεπλουτηκότα. Διώλισθε γὰρ καὶ ἀγγέλων φύσις, καὶ οὐ τετηρήκασί τινες τὴν ἑαυτῶν ἀρχήν, κατὰ τὸ γεγραμμένον. Ἐνεχόμεθα δὲ καὶ αὐτοὶ ταῖς τῆς παραβάσεως αἰτίαις. Ἆρ' οὖν, εἴπερ τις οἴοιτο καὶ αὐτῷ τῷ Υἱῷ δοτὸν εἶναι τὸν ἁγιασμόν, οὐχὶ δὴ πάντη τε καὶ πάντως ἐρεῖ τὸ καὶ παθεῖν δύνασθαι τὴν παρατροπήν; Πάθοι γὰρ ἂν τὸ παθεῖν δυνάμενον, καὶ εἰ μήπω λέγοιτο παθεῖν. {Β.} Ἀληθές. {Α.} Τί δέ, ὦ φιλότης; Τὸ ἡγιάσθαι λεγόμενον οὐχ ἅπας ἡμᾶς ἀναπείσει λόγος ἅγιον οὐκ εἶναι φάναι ποτέ; Κεκλῆσθαι γὰρ οἶμαι πρὸς ἁγιασμὸν ἔκ γε τοῦ μὴ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὅτε καὶ ἁγιάζεται. {Β.} Ἀνάγκη. {Α.} Τὸ δὲ οὔπω σεπτόν τε καὶ ἅγιον, οὐκ ἀνάλωτον ἁμαρτίαις, μᾶλλον δὲ ἤδη νοσοῦν τὴν εἰς τὸ φαῦλον διαβολήν, εἴπερ ἐστὶν ὁ ἁγιασμὸς φαυλότητός τε καὶ ἁμαρτίας ἀποτριβὴ καὶ ἀπόθεσις. {Β.} Σύμφημι. {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο νοεῖν τε καὶ λέγειν συνηγιάσθαι τοῖς κτίσμασι τὸν Υἱόν, οὐ δυσεύρετος ὁ καιρὸς καθ' ὃν ἦν ἔτι τὴν φύσιν ἀσθενὴς καὶ ἀμείνων οὔπω τοῦ πεφυκέναι πλημμελεῖν· ἀλλ' ὧδέ τε ἔχων καὶ νοούμενος, πῶς ἦν 596 ἄρα καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός; Πῶς δὲ καὶ ἀπαύ γασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ' ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Εἶτα πῶς οὐχ ἅγιον ἦν τὸ ἀκραιφνὲς τοῦ Πατρὸς καὶ εἰλικρινέστατον κάλλος καὶ αὐτὸς τῆς οὐσίας ὁ χαρακτήρ; Ἢ οὐκ ἐξ ἀνάγκης ἀφύκτου λοιπὸν συνωθήσειεν ἂν καὶ οὐχ ἑκόντας ἡμᾶς ὁ λόγος εἴς γε τὸ χρῆναι λέγειν μηδὲ αὐτὸν ἅγιον εἶναι τὸν Πατέρα ποτέ; {Β.} Πάνυ μὲν οὖν. Ἕψεται γὰρ πάντως τὸ δεῖν ταῖς εἰκόσιν ὁρᾶσθαι ταὐτοειδῆ τὰ ὧνπερ ἂν εἶεν εἰκόνες. {Α.} Τί δέ, ὦ φιλότης; Οὐ γὰρ ἑαυτὸν εἶναί φησιν ἀλήθειαν ὁ Υἱός, καὶ φῶς τὸ ἀληθινὸν παρά γε ταῖς θείαις κατω νόμασται Γραφαῖς; {Β.} Καὶ μάλα. {Α.} Εἶτα οὐ μάτην ἐρραψῳδηκότες ἡμῖν τὰ ἐξ ἀμαθίας ἁλοῖεν ἄν, εἰ τοῦ κατὰ φύσιν ἁγιασμοῦ τὸ φῶς τὸ ἀληθινὸν δεδεῆσθαί φασι; Διισχυριοῦνται γὰρ ἕτερον οὐδὲν ἢ τοῦτο σαφῶς, ἡγιάσθαι λέγοντες τὸ φῶς τὸ ἀληθινόν. Πῶς γὰρ ἔτι φῶς ἀληθινὸν τὸ ἥκιστα μὲν ἅγιον ἐν ἰδίᾳ φύσει, γεγονὸς δὲ τοῦτό ποτε; {Β.} Οὐ γὰρ οὖν. {Α.} Ὁ δὲ καὶ ἐν τάξει τοῦ δύνασθαι πλημμελεῖν τὸ κατά τι γοῦν ὅλως ψευδομυθεῖν παρωθούμενος·" Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ," καθὰ γέγραπται· τί μὴ μᾶλλον ἐφ' ἑαυτῷ κατε ρυθριάσας οὐδέν, ἡγιάσθαι μὲν ἔφασκε παρὰ τοῦ Πατρός, προσετίθει δὲ τούτοις οὐδέν, ἀπαυθαδίζεται δὲ καὶ εἰς τοῦτο προήκει λόγων μεγαλοπρεπείας καὶ ὑπερβολῆς ὡς ἀνυποστόλως εἰπεῖν·" Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ τόν;" {Β.} Πῶς οὖν ἄν τις ἴδοι τὸ ἀληθές; {Α.} Εἰ διαλογίζοιτο σοφῶς ὅτι κατὰ φύσιν ἅγιος ὢν ὡς Θεός, ἡγιάζετο μεθ' ἡμῶν καθὸ ἄνθρωπος, τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. {Β.} Πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; {Α.} Ὅτι πάντα παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος·" Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Ἁγιάζει μὲν γὰρ αὐτός, ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός· ἁγιάζεται δὲ μεθ' ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, καὶ κατ' αὐτὸ δὴ τοῦτο τὸ ἡγιάσθαι φημί, καίτοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεός, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. 597 {Β.} Ἀλλὰ ναί, φασίν, οὐκ ἂν διαψεύσαιτο λέγων ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τῆς καθ' ἡμᾶς οἰκονομίας ἐξῃρημένης. Καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, ἀλλ' ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλη μένοις ὁμογενὴς καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τὴν φύσιν, πεποίηται δὲ παρὰ τοῦ Πατρός. Ἀληθεύει δὴ οὖν, καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν καὶ συνηγιάσθαι λέγων. {Α.} Ἀλλ' ὦ πρὸς πάντα ἰόντες ἑτοίμως καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα καὶ νῦν ὁ θρασὺς ἡμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος ἐννοεῖν οὐκ ἔχω. Ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱός, οὐ τοῖς παρ' ὑμῶν μαντεύμασι, προσεκτέον δὲ μᾶλλον τοῖς ἱεροῖς τε καὶ θείοις μυσταγωγοῖς, οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐντέταλται λέγων·" Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Ἔφη τοίνυν Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Υἱοῦ·" Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Θεὸς δὲ ἀληθινὸς τοῖς κτίσμασιν οὐχ ὁμογενής. Ὅτε τοίνυν, κατά γε τὸ ἐκείνοις ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καίτοι Θεὸς ὢν ἀληθινὸς ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ' ἑαυτὸν καὶ δίχα σαρκός, ἡκόντων εἰς μέσον καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν οἷσπερ ἂν βούλοιντο καταδεικνύντων λόγοις· ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἐν Υἱῷ τὸ ἡγιάσθαι δοτόν, Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδέν, οἶμαι, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἡγιάσθαι φληνάφως ὑπονοεῖν τὸν ἐξ οὗπέρ ἐστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται; {Β.} Κινδυνεύομεν. {Α.} Ἵνα δὲ πανταχόθεν αὐτῶν τὸ ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ' ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καθάπερ ἀμέλει καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; {Β.} Ἀνακείσεται. {Α.} Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱός, κατά γε τὸν παρ' ἐκείνοις λόγον τὸν ἀκαλλῆ τε καὶ βδελυρώ τατον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησί· κατεκομίσθη μέν, ὡς ἔοικε, τὰ τῆς 598 ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν, οὐκ ἀπίθανον δέ, οἶμαι, τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν καθ' ὁμοιότητα τὴν Υἱοῦ. {Β.} Πῶς τοῦτο ἔφης; {Α.} Εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν, ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος, εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις, κατ' αὐτὸ δὴ τοῦτο τὸ γεγενῆσθαί φημι; {Β.} Οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. {Α.} Εἴη δ' ἂν καὶ ἑτέρως δυσσεβές τε ἅμα καὶ ἀμαθὲς τὸ ἡγιάσθαι πιστεύειν αὐτόν. {Β.} Τίνα τρόπον; {Α.} Τὸ ἁγιαζόμενον ἆρ' οὐχὶ τῷ ὑπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; Οὐ γάρ που τῷ γε αἰσχίονι φαῖεν ἄν, ὥσπερ οὖν ἐγᾦμαι, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι. {Β.} Ἄριστα ἔφης. {Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἡγίασται κατ' ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱός, ὡς ἀμείνονι πάντως που κατε χρίετο, καὶ τὴν φύσιν ἔχοντι παρ' αὐτὸν ἑτέραν. Μετάσχοι γὰρ ἂν ἑαυτοῦ τῶν ὄντων οὐδέν, ἀλλ' ἕτερον ἐν ἑτέρῳ μετεχόμενον, κατά γε τὸν τοῦ πως εἶναι λόγον. {Β.} Ἕψεται καὶ τοῦτο. {Α.} Εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυ λίζεται; Πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἡμῖν ἐμποιήσει μέθεξιν δι' ἑαυτοῦ; Καὶ εἰ θείας φύσεως ἀποτελούμεθα κοινωνοί, τὸ Πνεῦμα δεχόμενοι, πῶς ἐν δευτέροις τοῦ Πνεύματος ὁ Υἱός; Ἢ πῶς ἄμεινον αὐτοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ὡς αὐτός τε καὶ παρ' αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, ὅλην ἔχον αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν αὐτοῦ μέθεξιν ἐμποιοῦν; Καὶ γοῦν ἔφασκεν ὁ Υἱός·" Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς." Ἐπειδὴ δὲ ἀναβέβηκε πρὸς τὸν Πατέρα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος. Ἴδιον γὰρ αὐτοῦ καὶ οὐ θύραθεν εἰσκεκριμένον τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὲ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται, σοφῶς τε καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διᾴττοντος· τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν, ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετίθει φύσει, μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. {Β.} Σύμφημι. Τὸ γάρ τοι μακροὺς ἀντεξάγειν λόγους, 599 ὀρθῶς λέγοντί σοι, περιττόν, μᾶλλον δὲ ἥκιστα σοφόν. Ἀλλ' εἰ μόνῳ, φασί, τῷ γε ὄντι φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ τὸ ἁγιάζειν δύνασθαι προσὸν ὁρῷτο καὶ πρέποι, τούτου δὲ πέφηνεν ἐνεργὸς ὁ Υἱός, τὸ ἀποσοβοῦν οὐδὲν ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ διαρρήδην ὁμολογεῖν· καὶ εἰ τοῦτο συγχωρήσαιμεν, Θεῷ δὲ τῷ κατὰ φύσιν τῶν ἀγαθῶν ἐνδεῖ μηδενός, τί μαθὼν ὁ καθ' ὑμᾶς Υἱὸς καὶ Θεὸς δόξης τε καὶ βασιλείας καὶ κυριότητος τὴν οἰκείαν ἐπιδεᾶ παρέδειξε φύσιν; Ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα·" Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας." Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου·" Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ' εἰ τοιοῖσδέ τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; {Α.}" Ὁ πραῢς ἔστω μαχητής," ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. Δεῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς ἐκεῖνό ἐστιν. {Β.} Τὸ τί δὴ φῄς; {Α.} Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων,

Intertext edge

Open linked passage

Note