Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sancta trinitate dialogi
Cyril of AlexandriaDial 600 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
600.1.1
ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν. Εἰ μὲν γὰρ οὐ γέγονε σὰρξ ὁ Λόγος, εἰ μὴ ἐσκήνωσεν ἐν ἡμῖν, παρείσθω λοιπὸν ὡς ἕωλον ἡ καιρῶν ἐπιτήρησις, καὶ ἀκριβείας τῆς ἔν γε τούτοις ἐξῃρημένης, ἀδιαφορείτω πᾶς λόγος κατὰ τοῦ Μονογενοῦς· εἶτα τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ δι' οὗ τὰ πάντα ἐγένετο, ὁ σύνεδρος τῷ γεννήσαντι καὶ συναΐδιος Λόγος, ὁ ἀναφὴς καὶ ἀόρατος, λεγέσθω παθεῖν εἰς ἰδίαν φύσιν καὶ τὰς κατὰ νώτου πληγὰς καὶ τὴν εἰς χεῖράς τε καὶ πόδας τῶν ἥλων διάτρησιν καὶ τραῦμα τὸ εἰς πλευράν, καὶ τὴν κορωνίδα τῶν κακῶν, φημὶ δὴ τὸν θάνατον. {Β.} Ἀλλὰ ταυτί που πάντως ἐροῦσι συμβῆναι περὶ τὸ ἀνθρώπινον· πέπονθε γὰρ καθὸ ἄνθρωπος. {Α.} Τί δέ, ὦ φιλότης, οὐ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας συμβῆναί φαμεν τῷ Υἱῷ τὸ παθεῖν; {Β.} Ναί· γράφει γὰρ ὁ Παῦλος ὅτι" Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας." Καὶ αὐτὸς δέ που διὰ φωνῆς Ἡσαΐου φησί·" Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με." {Α.} Ἀνέστησε δέ, εἰπέ μοι, τὸν ἑαυτοῦ ναόν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθοράν, πότερα καθ' ἡμᾶς ὡς ἄνθρωπος, ἢ ὡς Θεὸς ἐκ Θεοῦ, καὶ εἰ πέφηνε μετὰ σαρκός; {Β.} Ὡς Θεὸς ἐκ Θεοῦ. {Α.} Τὸ ἐν ἐκείνοις οὖν αἶσχος καὶ τὸ ἐκ τῆς ἐντροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱός, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον, διὰ τὴν ἑκούσιον κένωσιν. {Β.} Ἀλλὰ ταύτην εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς τὴν δόξαν ὁ Υἱός. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, συνθήσομαι γάρ. Ἐπειδὴ πέφηνεν ἄνθρωπος, καίτοι σοφία καὶ δύναμις ὢν τοῦ Πατρός, καταρ γήσας δι' ἑαυτοῦ τὸν θάνατον καὶ ζωῆς ἀναπιμπλὰς τῆς παρ' ἑαυτοῦ τὸ ἴδιον σῶμα, τῇ οἱονεὶ πηγῇ τῆς ἰδίας ὑποστάσεως ἀνετίθει τὸ δρώμενον. Πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ τῶν ὄντων καὶ παρηγμένων εἰς γένεσιν τὸ ζωογονεῖν δύνασθαι καὶ φθορᾶς ἀμείνω ἀποφαίνειν τὴν ἀπὸ γῆς σάρκα, κἂν εἰ ἐπ' αὐτοῦ νοοῖτο Χριστοῦ, καθὸ λέγεται σάρξ, πλὴν ὅτι δὴ μόνῃ τῇ τῆς θεότητος φύσει. Ὅτι δὲ γέγονεν ἐνεργὸς ὁ Υἱὸς εἰς ἀνάστασιν τοῦ ἰδίου ναοῦ, καὶ εἰ λέγοιτο δεδωρῆσθαι τοῦτο αὐτῷ παρὰ τοῦ Πατρός, κατίδοι τις ἂν καὶ λίαν εὐπετῶς, Παύλου μὲν λέγοντος περὶ τοῦ Πατρός·" Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα·" πρὸς δέ γε τοὺς Ἰουδαίους, 601 αὐτοῦ τοῦ Υἱοῦ·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώ που τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις ἐνεργείαις χρώμενος, καίτοι καθ' ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ' ἐπείπερ ἦν ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ' ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Δοξάζει δὲ καὶ αὐτὸς τὸν Πατέρα. Πατὴρ γὰρ Θεοῦ γνωρίζεται τοῦ πάντα ἰσχύοντος, καίτοι πεφηνότος ἐν σαρκὶ καὶ μετὰ γηΐνου σώματος συνδιαιτω μένου τοῖς κατὰ κόσμον. Διὰ τοῦτό φησιν·" Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό." Προτεθύμησαι μὲν γάρ, ὦ Πάτερ, φησί, τὸ θρασὺ καὶ δυσάντητον τοῦ θανάτου καταργῆσαι κράτος· ἀλλ' ἦν τοῦτο δρᾶν καὶ κατισχῦσαι πληροῦν οὐχ αἵματος καὶ σαρκός, ἀλλὰ τῆς σῆς θείας καὶ ζωοποιοῦ καὶ ἀκινήτου φύσεως, ἧς ἐπείπερ ἐξέφυν ἐγώ, κατώρθωκα τὸ δοκοῦν, ἀτονήσας πρὸς οὐδὲν διὰ τὸ ἀνθρώπινον τῶν τελούντων εἰς ἰσουργίαν, ἀλλά, καίπερ ὢν ἐν σαρκὶ καὶ αἵματι, τὸ γοῦν ὅτι τῆς σῆς ἐξέφυν οὐσίας ἐξ ἰσομοιρούσης ἰσχύος πεπιστευμένος. Δόξασον δὴ οὖν με καὶ σύ, τὸν ὡς ἄνθρωπον ἀδοξήσαντα, συννεύσας ἐμοὶ τῇ σῇ δυνάμει καὶ ἐνεργείᾳ ζωοποιῷ, καὶ θανάτου κρείττονα τὸν ἀπορρήτως ἑνωθέντα μοι καταδεῖξαι ναόν. Ὅτι δὲ οὐκ ἀσυνήθους καὶ τῆς οὐ πάλαι μετούσης αὐτῷ τιμῆς τε καὶ δόξης ἀξιοῦσθαι ζητεῖ, δῆλον ἂν εἴη δήπουθεν. Ἔφη γὰρ ὅτι" Καὶ νῦν δόξασόν με, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Ὁ γὰρ ἀεί τε καὶ ἐν ἀρχῇ τῆς δόξης Κύριος, ἀδοξήσας διὰ μέσου διὰ τοῦ καθικέσθαι πρὸς τὰ ἀνθρώπινα, πρὸς τὴν ἄνωθεν αὐτῷ καὶ φυσικῶς ἐνυπάρ χουσαν δόξαν ὑπονοστεῖ, τοὺς τῇ κενώσει πρέποντας λόγους μετὰ τοῦ παθεῖν αὐτὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ δωρούμενος. Οὐκοῦν ἀναγκαῖον ὅτι μάλιστα τῶν ἄλλων τὸ εἰδέναι καιροὺς καθ' οὓς ἦν ἔτι τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀδοξίας χρήσιμα καὶ τοὺς ἄνωθεν ἔτι τῆς ἐπιδημίας, καθ' οὓς τῆς δόξης Κύριος ὤν, δόξαν οὐ λαβών, ἀλλ' ἔχων ἰδίαν ὡς Θεὸς εὑρίσκηται. 602 {Β.} Πῶς οὖν δέχεταί τινας τῶν ἀπὸ τοῦ κόσμου παρὰ τοῦ Πατρός, περὶ ὧν καί φησι πρὸς αὐτόν·" Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας;" {Α.} Οὐκοῦν ἐρῶ δή τι πάλιν, ταῖς τῶν ἐννοιῶν ἀτοπίαις εἰς τὸ ἐν ἀρχαῖς συνωθούμενος. Μάτην, ὡς ἔοικεν, κεκενῶ σθαι λέγεται, καὶ εἰ γέγονε καθ' ἡμᾶς, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς Υἱὸς μονογενής. Εἰ γὰρ εἰσποίητον ἔχει τὸ χρῆναι κρατεῖν, καὶ δέχεταί τινας παρὰ τοῦ Πατρὸς οὓς οὐ πρὶν ἔχων ὁρᾶται, κεκαινούργηταί τι κατὰ τὸ εἰκὸς ἐφ' Υἱῷ καὶ ταῖς ἐντεῦθεν εὐκλείαις κατακαλλύνεται, ξεναγεῖ δὲ ὥσπερ ἡ χάρις αὐτὸν ἐπὶ τὸ ἄμεινον καὶ ὑπερτεροῦν ἢ πρότερον ἦν. Εἶτα ὅποι ποτὲ ἡμῖν ὁ τῆς ὑφέσεως οἰχήσεται λόγος, ἢ ὅποι κεκενωμένον καταθρήσαι τις ἄν, εἴπερ ὅλως τι καὶ τῶν οὐ πάλαι προσπεφυκότων ἁλοίη πεπλουτηκώς, καὶ οἷά τινα τῆς ἐνανθρωπήσεως μισθὸν καὶ ἀντέκτισιν τὴν κατά τινων ἐξουσίαν ἀποκερδαίνων; {Β.} Ὧδε ἔχει. {Α.} Ψευδηγορήσει δὲ κατὰ τὸ εἰκὸς καὶ ὁ σοφὸς Ἰωάννης εἰ λέγοι περὶ αὐτοῦ·" Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον." Πῶς γὰρ ἴδιον αὐτοῦ τὸ μόλις καὶ ἐν ἐσχάτοις καὶ παρ' ἑτέρου δοτόν; Καίτοι μυρίοι μὲν ὅσοι καὶ ἀναρίθμητοι παντελῶς δεδαπάνηνται χρόνοι καθ' οὓς ὁ Υἱὸς συναΐδιος ἦν τῷ Θεῷ καὶ Πατρί. Εἰ δέ, ἐπείπερ γέγονεν ἄνθρωπος, δέχεται τοὺς ἀπὸ τοῦ κόσμου, καὶ σκήπτρου καινότητα προσειληφὼς ὁρᾶται ταυτηνί, φαίην ἂν ἤδη λοιπόν, καταδείσας οὐδέν, ὡς ἀμείνων ἡ ἐνανθρώπησις τῷ Θεῷ Λόγῳ καταστάσεως ἦν τῆς ἐν ἀρχαῖς, καὶ εἰ νοοῖτο πλουτῶν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Ἀναβιβάζει γάρ, ὡς ὁρᾷς, ἐπὶ τὸ ὑπερτεροῦν καὶ ἀσυγκρίτως ἄμεινον ἐν δόξῃ. Ἑαυτῷ τοιγαροῦν κατώρθωκεν ὁ Υἱὸς τὴν μετὰ σαρκὸς οἰκονομίαν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ταῖς ἰδίαις ἐχαρίζετο δόξαις. Πῶς οὖν ἔτι δι' ἡμᾶς ἐνανθρω πῆσαι λέγεται ἢ πῶς ἀντίλυτρον τῆς ἁπάντων γέγονε ζωῆς, εἰ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν οὕτως ἀήθη καὶ οὐ πάλαι βατὴν ἐξεπρίατο δόξαν; {Β.} Ἄριστα μὲν ἔφης, ἀνασκιρτᾷ δὲ ἡμῖν εἰς τὸ θρασύ τε καὶ ἀπηχὲς ὁ λόγος. {Α.} Οὐκοῦν ἐρρίφθω καὶ παρ' αὐτῶν τὸ οὕτω πικρὸν καὶ κακόηθες εἰς λόγους· Ἢ οὐ δύσοιστον εἶναί σοι τὸ χρῆμα δοκεῖ καὶ κατωθοῦν ἀναγκαίως εἰς ἀνεθελήτους ἰσχνομυθίας; Μεθέντες γὰρ δὴ τὸ ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς 603 φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν τὰ πάντα τοῦ Λόγου, καὶ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις τῇ τοῦ κεκληκότος ὑπέζευκτο δόξῃ; Ἐπειδὴ δὲ λογισμοῦ τοῦ πρέποντος τὸ ἐπὶ γῆς παρώλισθε γένος, οὐ παρεδέχθη πρός τινων ἐν σαρκὶ δι' ἡμᾶς πεφηνὼς ὁ Λόγος, ἀναπεπεισμένους δὲ ἤδη κατὰ βραχὺ καὶ πεπιστευκότας ὑπετίθει ταῖς ζεύγλαις, καὶ ἀναμανθάνειν ἐθέλοντας τὰ ἀμείνω δέχεται." Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Οὐκοῦν ἴδια μὲν τοῦ Λόγου τὰ πάντα, καθὸ πέφηνεν ἐκ Θεοῦ καὶ κατάρχει τῶν ὅλων μετὰ τοῦ Πατρός. Δέχεται δὲ ταῦτα κατὰ τὸ ἀνθρώπινον, ὅτε γέγονε καθ' ἡμᾶς, οἷς τὸ βασιλεύειν καὶ τὸ κρατεῖν δύνασθαι παρὰ Θεοῦ καὶ δοτόν. {Β.} Δόξαν οὖν ἰδίαν ἔχειν ἐροῦμεν αὐτόν, μηδὲν εἰς τοῦτο προσειληφότα παρὰ τοῦ Θεοῦ καὶ Πατρός; {Α.} Ναί, καθὸ νοεῖται Θεὸς καὶ τῆς δόξης Κύριος. Κατωνόμασται γὰρ οὕτω παρά γε ταῖς θείαις Γραφαῖς. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητής, Ἰάκωβος οὗτος ἦν·" Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης." {Β.} Εἶτα τίς ἡ τοῦ Υἱοῦ δόξα παρὰ τὴν τοῦ Πατρός; {Α.} Οὐχ ὑπέρτονος, ὦ τᾶν, οὐ μείων, ἀλλ' ἡ αὐτή· μᾶλλον δέ, ὥσπερ ἐστὶ σοφία καὶ δύναμις τοῦ Πατρός, οὕτως ἂν εἴη καὶ δόξα, τῆς τοῦ τεκόντος οὐσίας ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι' ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τις ἡλίου βολὴ καὶ φωτὸς ἀπαύγασμα τῆς τοῦ προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκεῖνο λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος εὖ μάλα νοούμενον. {Β.} Ἆρα ἂν ἔχοις εἰπεῖν ἐκ τῶν ἱερῶν Γραμμάτων τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; {Α.} Καίτοι βραχὺς κομιδῇ δαπανηθήσεται πόνος, συναγεί ροντί σοι τὰς τῶν ἁγίων φωνάς. Ἐφεσίοις μὲν γὰρ ἐπιστέλλων ὁ Παῦλος·" Διὰ τοῦτο, φησί, κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ." Συνίης οὖν ὅτι Πατέρα Χριστοῦ καὶ Πατέρα τῆς δόξης κατω νόμασεν εὐθὺς τὸν Θεόν, οὐχ ἕτερον οἶμαί τι παρά γε τὴν 604 δόξαν τοῦ Πατρὸς τὸν Χριστὸν ἀποφαίνων. Ἔφη δέ που πάλιν·" Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος."–" Ἀποβλέποντες γὰρ εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν," ὅς ἐστιν ἡ δόξα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Κυρίου, φημὶ δὴ τοῦ Πατρός, ἀναμορφούμεθα πρὸς αὐτὸν δι' ἁγιασμοῦ ἐν Πνεύματι. Πέτρος δὲ αὖ, καίτοι διαπρέπων ἐν μαθηταῖς, τοῖς ἰοῦσιν ἐκ περιτομῆς εἰς δικαίωσιν τὴν ἐν Χριστῷ διὰ πίστεως προσεφώνει λέγων," Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ." Εἴπερ οὖν ἐστιν ἰδία δόξα τοῦ Πατρὸς ὁ Υἱός, δι' οὗ καὶ κεκλήμεθα πρὸς ἐπίγνωσιν αὐτοῦ, τίς ὁ φάναι τολμῶν ὅτι δοτὸν καὶ εἰσποιητὸν τῇ δόξῃ τοῦ Πατρὸς τὸ εἶναι τοῦθ' ὅπερ ἐστί; Τίς γὰρ ὁ ἑτέρᾳ δόξῃ καταλαμπρύνων ἐστὶ τὴν τοῦ Πατρὸς δόξαν; Ἢ οὐκ ἐν ἴσῳ τίθης τὸ καὶ ἑτέρους χρῆναι κατατολμᾶν εἰς μέσον ἥκοντας λέγειν ὡς σεσόφωται μὲν πρός τινος ἡ σοφία τοῦ Πατρός, τὸ δὲ εἶναι δύναμις ἡ ἐνοῦσα κατὰ φύσιν ἰσχὺς αὐτῷ, τουτέστιν ὁ Υἱός, κεκέρδακε παρ' ἑτέρου, καὶ ὀθνεῖον ἔχει τὸ αὔχημα;† σοφον γε ου γαρ ει† τοῖς τοιοῖσδε κατακηλοῦντες λόγοις, ἀποφέροιεν ἡμᾶς οἱ δι' ἐναντίας πρὸς πᾶν ὁτιοῦν τῶν διεστραμμένων; Εἰ μὲν οὖν ἀπόχρη τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ δόξαν εἶναι τὴν ἰδίαν τοῦ Πατρὸς τὸν Υἱόν, εὖ ἂν ἔχοι καὶ σιωπήσομαι· εἰ δὲ δή σοι προσδεῖν καὶ ἑτέρων οἴει μαρτυριῶν, παροίσω λέγοντα τὸν θεσπέσιον Μελῳδὸν πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων·" Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου." Πρόσω πον γὰρ καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, δι' οὗ καὶ γνωρίζεται τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἰδίᾳ δόξῃ καταστράπτων τὰ σύμπαντα; Τοιγάρτοι καὶ προσεφώνει ποτὲ τῷ πανσόφῳ Μωσεῖ·" Ἀλλὰ ζῶ ἐγώ, καὶ Ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν." Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ, ὤφθη δὲ ἡμῖν ἐν αὐτῷ. Καὶ τοῦτο εἰδώς, ἔφη πάλιν ὁ θεῖος Δαβὶδ ὅτι" Οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ 605 δόξῃ αὐτοῦ." Ὤφθη γὰρ ἡμῖν ἐν Υἱῷ λέγοντι σαφῶς·" Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." {Β.} Ἕψεται δὴ οὖν, εἴπερ ἐστὶν ἀληθῶς ἰδία δόξα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, τὸ δεῖν εἶναι κατὰ φύσιν αὐτὸν Κύριον μὲν τῶν ὅλων, βασιλέα δὲ οὐχ ἑτέρως ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Εἶτα τί δή ποτε διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ἔφη πάλιν·" Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ;" Κύριον δὲ καὶ Χριστὸν πεποιῆσθαι σαφῶς παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ σοφὸς ἡμῖν προσμεμαρτύρηκε μαθητής. {Α.} Ἆρ' οὖν. ὦ φιλέταιρε, φράσαις ἂν ὡς ἄριστά γε μελλήσας οὐδὲν εἴ τί περ ἑλοίμην ἀναπυθέσθαι σου; {Β.} Πῶς γὰρ οὔ; {Α.} Τὸ κεκλημένον εἰς κυριότητα καὶ ἀσυνήθως εἰς τοῦτο παρενεχθέν, ἆρ' οὐκ ἂν νοεῖσθαι πρέποι Κύριον οὐκ εἶναί ποτε; Οὐδὲν γὰρ ἂν ἔκ γε τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὡς ἐφ' ἕτερόν τι πάλιν ἐπ' αὐτὸ βαδιεῖταί τι. {Β.} Οὐ γὰρ οὖν. {Α.} Πηνίκα δὴ οὖν ἀνακεκομίσθαι φασὶν εἰς κυριότητα τὸν Υἱόν, πρὸ τῆς εἰς τοῦτο μεταδρομῆς, τῆς εἰς κυριότητα τιμῆς τε καὶ δόξης τητώμενον ἔτι; Τουτὶ γὰρ ἀνάγκη καὶ οὐχ ἑκόντας ἡμᾶς εἰπεῖν. {Β.} Τί γὰρ εἰ φαῖεν ὅτι καὶ πρὸ τῆς ἐνανθρωπήσεως; {Α.} Ἐροῦσι μὲν οἶδ' ὅτι καὶ πέρα τοῦ πρέποντος ἰόντες εὐκόλως· ἀλλ' ὅ γε τῆς ἀληθείας αὐτοῖς ἀντιτάξεται λόγος. Γενομένῳ γὰρ ἐν σαρκὶ καὶ ἐν ἡμῖν σκηνώσαντι συμβῆναί φαμεν τὸ εἰσποίητον κράτος, εἰληφέναι τε δοκεῖν βασιλείαν καὶ κυριότητα. Κύριον γὰρ καὶ Χριστὸν πεποιῆσθαί φησι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ θεσπέσιος μαθητὴς οὐκ ἀδιακρίτως τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, ἀλλ' Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὅτι δὲ πρὸ τῆς πρὸς σάρκα συνδρομῆς καὶ τῆς καθ' ἕνωσιν συναφείας Κύριος ἦν ὁ Υἱὸς ἀνιδρωτὶ καταθρήσομεν, ἐκεῖνο τοῖς ἄλλοις προσενθυμούμενοι. {Β.} Τὸ τί δὴ φής; {Α.} Οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγεται; {Β.} Οὕτω φημί. {Α.} Εἶναι δὴ οὖν ἀνάγκη νοεῖν πρὸ τῆς πρὸς σάρκα συνδρομῆς οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ἀλλ' ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἰδίοις ὑψώμασιν, οἷς ἐπείπερ ἐμφιλοχωρεῖν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν οὐ λίαν ἐδόκει, κεχρημάτικε δοῦλος, ἵν' ὥσπερ αὐτὸς ἐν τοῖς παρὰ φύσιν ἐθελοντὴς δι' ἡμᾶς, οὕτως καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ φύσιν πρόθυμοι δι' αὐτόν· καθίκετο γὰρ εἰς κένωσιν, οὐχὶ τῇ κενώσει διδοὺς τὸ χρῆναι νικᾶν τὴν ἔμφυτόν τε αὐτοῦ καὶ ἀπαραποίητον δόξαν, ἀλλ' ἵνα 606 τὸ ἐν ὑφέσει καὶ κάτω, τουτέστιν ἡμεῖς, ἀναθρῴσκειν ὑψοῦ δι' αὐτὸν ἰσχύσωμεν. Οὐ γάρτοι τὸ χεῖρον ἐκβιάσεταί ποτε τὸ ὑπερτεροῦν, ἕψεται δὲ μᾶλλον τῷ νικῶντι καὶ προὔχοντι τὸ ἀσυγκρίτως ἡττώμενον. Ἀμαθὲς οὖν λίαν τὸ οἴεσθαι δεῖν αὐτὸν ἐκβεβιάσθαι τοῖς καθ' ἡμᾶς, ὡς σὺν ἡμῖν δι' ἡμᾶς ἀπομεῖναι κάτω· σοφὸν δὲ καὶ ἀληθὲς τὸ διανοεῖσθαι καὶ λέγειν πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἀπόρρητον κάλλος ἀναφοιτῆσαι τὸ ταπεινόν, τῇ ὑπερτάτῃ δόξῃ νικώ μενον. Ὅνπερ γὰρ τρόπον παθεῖν μὲν αὐτῷ συνέβη τὸν κατὰ σάρκα θάνατον διὰ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, ζωὴ δὲ ὢν κατὰ φύσιν, ἀνεκόμισε πρὸς τὸ οἰκεῖον αὐτήν, οὐδὲν εἰς ἰδίαν ὑπομείνας φύσιν, κατασείσας δὲ μᾶλλον τοῦ θανάτου τὸ κράτος, οὕτω φαμὲν ὅτι παθεῖν μὲν αὐτῷ τὴν δουλείαν συμβέβηκεν οἰκονομικῶς. Ἐπειδὴ δὲ κατὰ φύσιν ἐστὶ Θεὸς καὶ Κύριος, παραχωρεῖ τὸ λυποῦν καὶ ταῖς τῆς δόξης ὑπερβολαῖς ἡττώμενον τὸ ἐκ τῆς δουλείας κατηφάνισται δυσκλεές. Οὐκοῦν, εἰ μεμένηκεν ἐν νεκροῖς, κατά γε, φημί, τὴν σάρκα, μένει καὶ ἐν δούλοις. Εἰ δὲ ἀνέθορέ τε καὶ ἀνέβη πρὸς τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ζῇν, οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὸ ἐν καιρῷ δοὺς ἰσχῦσαι βραχύ, κατά γε τῆς δουλείας τὸν τρόπον. Ταύτῃτοι καὶ ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ καὶ Πατρός·" Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ὃ γὰρ ἂν ὑποστορέσει ἐν ἑαυτῇ κατευνάζουσα πρὸς τὸ εὐπειθὲς ἡ θεία τε καὶ ἀπόρρητος φύσις, τουτὶ δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσίν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπείτοι γέγονε σὰρξ διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος, ἀλλ' ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω καὶ ὑπερτάτης φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτόν, καὶ μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος κατακυριεύσει τῶν ὅλων οὐ δίχα Πατρός. Ὃ γὰρ ἂν δρῷτο παρὰ Πατρός, τοῦτο δὴ πάντως ἐστὶν ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο διαπεραίνεσθαι δι' Υἱοῦ, τοῦτο δὴ πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι' ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρός, ἔχοντος δὲ δι' Υἱοῦ καὶ σὺν αὐτῷ ἐν

Intertext edge

Open linked passage

Note