De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
607.1.1
Πνεύματι τὴν ἐφ' ὅτῳ οὖν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. {Β.} Ἀστειότατα ἔφης· φρενοῖς γὰρ ἡμᾶς, ὀρθὴν καὶ ἀμώμητον διαστείχων ὁδόν· ἥσαις δ' ἂν οὐ μεῖον ἢ πάλαι, καθιστὰς εἰς τὸ ἐμφανέστερον τὴν κυριότητα τοῦ Υἱοῦ. {Α.} Οὐκοῦν εἴ τις ἕλοιτο φιλοπευστεῖν, προσίοι τε λέγων· Φράσον ἡμῖν, ὦ τᾶν, ὅ τι ποτὲ εἶναι φῂς τὴν κυριότητα τοῦ Πατρός· ὅ τι ἂν ἀπεφήνω; {Β.} Ἔφην ἂν ὅτι τὸ κατάρχειν τῶν ὅλων, τὸ δοξά ζεσθαι παρὰ πάντων, τὸ εἶναι τὰ πάντα αὐτοῦ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. {Α.} Ἐν δέ γε τοῖς οὕτω σεπτοῖς καὶ περιφανέσιν οὐκ εἶναί φασιν ἐκπρεπῆ τὸν Υἱόν; {Β.} Εἶναι μὲν ἐροῦσιν, οἶμαί που, πλὴν ἐφέντος ἔχειν αὐτῷ τοῦ Πατρός. {Α.} Εἶτα πῶς οὐ ψευδομυθία τοῦτό γε καὶ ῥαψῴδημα κενόν, τοῦ Θεοῦ καὶ Πατρὸς διαρρήδην ἀνακεκραγότος·" Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;" Οὐδὲ γὰρ ἂν ἠφίει τῶν ὄντων τισὶ καὶ παρ' αὐτὸν ἑτέροις, κατά γε, φημί, τὴν οὐσιώδη διαφοράν, τοῖς τῆς ἀληθοῦς θεότητος ὑψώμασιν ἐναβρύνεσθαι. Ποῦ γὰρ ἔτι τὸ ἀνεστηκὸς αὐτῆς, εἰ φύσεως γενητῆς εἰς τοῦτο προήκοι μέτρον ὡς μηδὲν ἐπέκεινα λοιπὸν εὐκλείας ἐᾶν; Ἦ οὐκ ἀναγκαῖον παντὶ τῷ πεποιη μένῳ καὶ παρηγμένῳ πρὸς γένεσιν ἀστιβῆ καὶ ἀνέμβατα νοῆσαι παντελῶς τὰ ἰδικῶς τοῦ Θεοῦ· {Β.} Ἀναγκαῖον. {Α.} Εἶτα πῶς ἐν τοῖς τοῦ Πατρὸς διαπρέποι ἂν ὁ Υἱός, καὶ οὐ καθ' ἕτερον, οἶμαι, τρόπον ἢ καθ' ὃν αὐτός; Ὁ μὲν γὰρ μακάριος Δανιήλ, θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικάς, καθίζει μὲν ἐπὶ θρόνου τὸν Παλαιὸν τῶν ἡμερῶν, περιίστησι δὲ χιλίας μὲν αὐτῷ χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν. Ἡσαΐας γε μὴν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν." Εἶδον γάρ, ἔφη, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμέ νου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον," τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἆρά σοι δοκεῖ τὸ ἰσοπαλὲς ἐν δόξῃ διακε κτῆσθαι λοιπὸν ὁ Υἱός; Ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω καὶ ἰσόδρομος ἡ ὑπεροχὴ καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα 608 μέτρον καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, ἢ πῶς ἀμφίλογον ὡς εἰς αὐτόν τις τῆς ἀμαθίας πυθμένα τὸν κατωτάτω διελήλακεν ἤδη πως, εἴπερ οὖν οἴοιτο μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; {Β.} Ἄραρε, καὶ ἔστι λοιπὸν ἀληθὴς ὁ λόγος. {Α.} Δοίης δ' ἄν, ὦ ἑταῖρε, μὴ διεψεῦσθαι λέγοντας, ἐμέ τε καὶ σὲ καὶ μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός τε καὶ γῆ καὶ τὰ ἐν ἀμφοῖν. {Β.} Ἔγωγε. {Α.} Οὐκοῦν ἐν ἴσῳ μὲν τρόπῳ τοῦ Θεοῦ καὶ Πατρὸς εἶεν ἂν οἱ τὴν μακαρίαν ἄνω τρίβοντες ζωήν, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ εἴ τι τούτων ἐπέκεινα· εἶεν δ' ἂν καὶ αὐτοῦ τοῦ Υἱοῦ. Τουτὶ δὲ αὐτὸ καὶ περὶ τῶν ἐπὶ γῆς ὡς εὖ ἴσθι τοι φρονοῦντά με. {Β.} Ἔφης μὲν ὀρθῶς. Πλὴν εἰ ἕποιτο τοῖς λόγοις ἡμῖν ἡ ἐφ' ἑκάστῳ πίστις δρῴης ἂν ὡς ἄριστά γε. {Α.} Οὐκοῦν ὁ μὲν θεσπέσιος Μελῳδὸς" Εὐλογεῖτε, φησί, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ," τῇ τοῦ Πατρὸς ἐξουσίᾳ προσνέμων τὴν ἁγίαν τῶν ἄνω πληθύν. Ὅτι δὲ ἥξει κριτὴς κατὰ καιροὺς ὁ Υἱὸς προκαταμηνύων φησὶν αὐτός·" Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ." Ἥξει γάρ, ἥξει κατὰ καιρούς, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· πλὴν οὐκ ὀθνείοις αὐτὸν λειτουργοῖς ἐπικομπάσειν τε καὶ ἐναβρυνεῖσθαί φαμεν, ἀλλὰ ταῖς ἐξ ἀγγέλων δορυφορίαις ὡς ἰδίαις ὄντως ὑπηρετούμενον. {Β.} Σύμφημι. {Α.} Ἀναμέλποντος δὲ αὖ τοῦ θεσπεσίου Δαβίδ, λέγοντός τε περὶ τοῦ Θεοῦ καὶ Πατρός·" Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ," τὰς ἐν τῷδε τῷ κόσμῳ λογικὰς ἀγέλας ἰδίας εἶναί φησιν ὁ Υἱός, ὁτὲ μὲν λέγων περὶ τῶν ἐξ Ἰσραὴλ πεπιστευκότων·" Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει," ὁτὲ δὲ αὖ καὶ περὶ τῶν οὔπω πεπιστευκότων·" Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης." Οὐκοῦν ἐκ μυρίων ὅσων ἡμῖν ἀποδεῖξαι ῥᾷον ὡς δεδοξάσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον ὁ Υἱός, καίτοι τῆς δόξης Κύριος ὤν, σύνεδρός τε ἀεὶ καὶ ὁμόθρονος τῷ Πατρί. Εἴη 609 δ' ἂν καὶ μάλα εἰκότως δυσδιάφυκτος ἡ γραφὴ καὶ δυσα πόνιπτον αἶσχος, τοῖς ἐπακτὸν αὐτῷ περιτιθεῖσι τὴν δόξαν καὶ εἰσκεκρίσθαι λέγουσι τὸ κατὰ πάντων κράτος. {Β.} Οὐκοῦν, εἰ μὴ θύραθεν, μήτε μὴν εἰσδεδεγμένον αὐτῷ τὸ κατὰ πάντων κράτος, ἀλλ' ἐμπέφυκεν οὐσιωδῶς, οὐκ ἂν ἔχοιμι φράσαι τί δὴ ἄρα καὶ μαθὼν ὁ θεσπέσιος Παῦλος καταλήξειν ποτὲ τὰ τῆς βασιλείας αὐτῷ διισχυρί σατο λέγων·" Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος." Ἰδοὺ γάρ, ἰδού, φαῖεν ἄν, μεθόριον ὥσπερ τι τὸ πρὸς κατάληξιν τῆς βασιλείας αὐτοῦ, τὸ ἀπρακτῆσαι μὲν ἀρχάς, καταργηθῆναι δὲ θάνατον· παραδώσει γὰρ τότε τὸ χρῆναι κατάρχειν μόνῳ τῷ Θεῷ καὶ Πατρί. {Α.} Ἄπαγε τῆς οὕτω γραοπρεποῦς καὶ γελοιοτάτης ἐννοίας! Ὁ γάρ τοι ταυτὶ πεφρονηκώς τε καὶ λέγων" ἀπέ λιπε μὲν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν," κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ὅτι τῶν τῆς βασιλείας καταστεμμάτων καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπόπεμπτος ἔσται κατὰ καιροὺς ὁ Υἱὸς ὁ θεῖος ἡμῖν ἔφη μυσταγωγός· ᾔδει γάρ, οἶμαί που, λύραν μὲν ἀνακρούοντα τὴν πνευματικὴν τὸν θεσπέσιον Δαβίδ, ἀναμε λῳδοῦντα δὲ πρὸς τὸν Υἱὸν ἐν Πνεύματι·" Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τί δὲ δὴ καὶ δρῷεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἀθυροστομοῦντες εὐκόλως καὶ τὴν ἀγροῖκον οὕτω νοσοῦντες φρένα, προκατασημαί νοντος τῇ ἁγίᾳ Παρθένῳ τὰ ἐπὶ Χριστῷ τοῦ μακαρίου Γαβριήλ;" Μὴ γὰρ δή, φησί, καταδείσῃς τὴν οἰκονομίαν, ὦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς 610 τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος." Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν εἰς ἀπεράντους αἰῶνας ἄσχετον ἐπιδρομὴν τῆς τοῦ Υἱοῦ βασιλείας κεχρησμῳδηκότος, καὶ μὴν καὶ ἀγγέλου φωνῆς συνηχούσης τὸ ἀληθές, συναινέσειν οἶμαί που τόν τε ἀγαθὸν καὶ σώφρονα καταψηφιεῖσθαι δὲ τὸ ληρεῖν καὶ ἐκκεκροῦσθαι φρενῶν εἰπεῖν τοὺς οἴεσθαι δεῖν ἑλομένους ἕτερα ἄττα φρονεῖν, καίτοι τοῦ νόμου σαφῶς ἀνακεκραγότος·" Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα." Ἦ οὐ πλείστης ὅσης θεομισοῦς ἀσεβείας ἀνάπλεως ἡ ἀντίστασις; {Β.} Φαίην ἂν ἔγωγε, πλὴν ἴσθι τοι διακειμένους οὐ καθ' ἡμᾶς τοὺς δι' ἐναντίας. {Α.} Ἀλλὰ τό γε ὡς ἄριστα φρονεῖν ἑλέσθαι καὶ μαθεῖν κείσεταί που πάντως ἐφ' ἡμῖν αὐτοῖς, καὶ οὐ ταῖς ἐκείνων νωθείαις ἐφέντες ἁπλῶς ἐρεύγεσθαι τὸ δοκοῦν, ἡσυχῆ καθεδούμεθα· παρακρουόμενοι δὲ πανταχῇ, κατά γε τὸ ἐφικτόν, τὰ ἐξ ἀλλοκότου φρενὸς εὑρήματα καὶ νεανικῶς ὑπερθέοντες τὸ ἁλῶναι βρόχοις τῆς βωμολόχου ψευδο μυθίας, ἐφ' ἑαυτοῖς ἀναμέλψομεν·" Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν." Ἐπειδὴ δέ, ὡς γοῦν ὁ σοφὸς καὶ παροιμιώδης ἡμῖν ἐπεφώνησε λόγος," κυβερνῶσι δὲ ἀσεβεῖς δόλους," φέρε λέγωμεν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις καὶ τὰ δι' ὧν ἂν δύναιντο παρακρούεσθαι γεννικῶς τῆς ἀπάτης τὴν ἔφοδον. Οὐκοῦν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ λαμπρὰν ἐλπίδα τὴν ἐπὶ τῷδε πεπλουτηκόσιν ὁ θεσπέσιος γράφει Παῦλος·" Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ." Βασιλείας οὖν ἄρα τῆς τίνος αὐτὸν διαμεμνῆσθαι φήσομεν ἔν γε τουτοισί, φράσαις ἄν, ὦ ἑταῖρε; Ἄθρει δὲ ὅπως αὐτὴν ἐρηρεισμένην ἔσεσθαι λέγει καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον· δηλοῖ γάρ, οἶμαί που, τουτὶ τὸ ἀσάλευτον. {Β.} Οὐ σφόδρα ἂν ἔχοιμι σαφῶς εἰπεῖν, βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. {Α.} Ἐκβασανιστέον δὴ οὖν, ἐπεί τοι δοκεῖ, πότερα τὴν Υἱοῦ βασιλείαν ἤγουν τὴν καὶ αὐτοῖς τοῖς ἁγίοις δοθησομένην φησίν. Εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν δύνασθαι καὶ ἀπαρακόμιστον εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῇ κατερυθριάσειν οἶμαί που τοὺς δι' ἐναντίας. Εἰ δὲ δὴ μεθέντες καὶ διωσάμενοι τὸν Υἱόν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ, 611 εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχήν, οἱ δὲ ἀμήρυτον καὶ διηνεκῆ λαχόντες τὴν εὐθυμίαν, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται. {Β.} Ἄριστα ἔφης. {Α.} Τὸ δὲ δὴ καὶ ἀγροῖκον οὕτω ποιεῖσθαι τὴν συκο φαντίαν πῶς οὐκ ἀπόπληκτον κομιδῇ; Τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ, οὐκ ἐπίκτητον ἢ δοτὸν πλου τοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις." Οἱ δέ γε συμπάσχοντες, καὶ συμβασιλεύσομεν αὐτῷ," καθὰ γέγραπται. Οὐκοῦν, ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι. Συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. Εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν εἰ κατα σεισθήσεται καὶ καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, οὗ καὶ μετόχους αὐτοὺς εἶναί φαμεν; Καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται, ποῖον ἔχοντα βάθρον; Ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; Ἦ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον καὶ τοῖς κατωτάτω βάθροις συνιζῆσαι τὰ ἐπερηρεισμένα; Ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται, κατ' αὐτούς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἁγίων ἐλπίς. {Β.} Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. {Α.} Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴν Χριστοῦ; Γράφει γὰρ ὧδε·" Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ." Ἐνδοιάσαιμι γὰρ ἂν οὐδαμῶς ὡς ὅτῳπερ ἂν ἐνυπάρχοι φυσικὸν ἀξίωμα τὸ χρῆναι κρατεῖν, ἕψεταί που πάντως αὐτῷ καὶ τὸ δεῖν εἶναι Θεόν. Ἦ οὐχ ὧδε ταῦτ' ἔχειν οἰησόμεθα ἄν, ὦ Ἑρμεία; {Β.} Πάνυ μὲν οὖν. Εἴη γὰρ ἄν, εἴπερ ὅλως Θεός, πάντως που καὶ βασιλεύς. {Α.} Εἴπερ οὖν ἄρα καταλήξει ποτὲ τῆς τοῦ βασιλεύειν εὐκλείας, ἀπολισθήσειεν ἂν καὶ τοῦ εἶναι Θεός· καὶ ζωὴ μὲν ἢ φῶς οὐκ ἔτι, σιωπῶ δὲ τὸ ἄτοπον. Τίς οὖν ἂν εἴη λοιπὸν ἡ τοῦ Υἱοῦ φύσις, θεότητός τε καὶ βασιλείας καὶ τοῦ εἶναι φῶς ἀπημφιεσμένη, καὶ ζωοποιεῖν οὐκ ἔχουσα τὸ ζωῆς τητώμενον, ἔχοις ἂν ἄρα εἰπεῖν, ὦ φιλότης; 612 {Β.} Οὐκ ἐννοῶ. {Α.} Τὸ δὲ δὴ μάλιστα κατορρωδεῖν ἀναπεῖθον τὴν οὕτως αἰσχρὰν καὶ ἀπόπεμπτον δόξαν τῶν δι' ἐναντίας ἐκεῖνό ἐστιν. {Β.} Τὸ ποῖον; {Α.} Τίνα δὴ ἄρα φασὶν ἀναφανεῖσθαι καιρὸν καθ' ὅν, ὡς οἴονται, παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός; {Β.} Φαῖεν ἂν ὅτι θεσμοθετήσομεν οὐδαμῶς μὲν ἡμεῖς τό γε ἧκον εἰς τοῦτο· αὐτὸς δὲ ὁ Παῦλος διορίζεται λέγων·" Ἀπαρχὴ γάρ, φησί, Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος." {Α.} Καταγηράσκοντος οὖν οἱονεὶ τοῦ παρόντος αἰῶνος καὶ εἰς λῆξιν ἤδη καταίροντος τοῦ καιροῦ, παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, κατ' αὐτούς, ὁ Υἱός. Ἔχεται δὲ νυνὶ τῆς κατὰ πάντων ἀρχῆς, καὶ ἔστιν ἐν δόξῃ τῇ θεοπρεπεῖ·" Κάθου ἐκ δεξιῶν μου," λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός," ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." {Β.} Ἀληθές. {Α.} Ἔστι τοίνυν ὁμόθρονος μὲν καὶ ἰσοκλεὴς τῷ Πατρί, καθυφέντων οὔπω τῶν ἀνθεστηκότων, καὶ τὸν τῆς ὑποταγῆς ἀποσειομένων τρόπον. Ἐξωσθήσεται δὲ τῶν τῆς θεότητος θρόνων ἡνίκα ἂν ὑποθεῖεν αὐτῷ τὸν αὐχένα καὶ ὑποστο ρέσειαν ἤδη πως τὸν ἀπειθῆ μὲν πάλαι καὶ ἀτεράμονα νοῦν, κατατετηγμένον δὲ ὥσπερ καὶ μετερρυηκότα πρὸς ἁπαλὴν καὶ εὐαφεστέραν ἕξιν τε καὶ θέλησιν; Εἶτα τί τὸ χρῆμα τὸν Υἱὸν ὀνήσειεν ἄν; Τίνι γὰρ ὑποτετάχθαι φαμὲν τοὺς ἐν χρόνῳ μακρῷ πρὸς τοῦτο ὑπενεχθέντας μόλις; Εἰ γὰρ οἱ μὲν εἰσκομίζονται δι' ὑποταγῆς, ὁ δὲ τῶν θώκων ἀποφοιτᾷ, τί τὸ τῆς οἰκονομίας ἔσται τέλος, ἐννοεῖν οὐχ οἷός τε μὲν ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ ἑταῖρε; {Β.} Οὐδ' ἂν αὐτὸς ἔχοιμι κατιδεῖν. {Α.} Ἀλλὰ φέρε δὴ κἀκεῖνο κατασκεπτώμεθα. {Β.} Τὸ τί δή; {Α.} Ἦ οὐκ ἀμείνων ὁ χρόνος τῷ Μονογενεῖ καθ' ὃν ἀντεφέροντό τινες τὸ δεῖν ὑποτάττεσθαι παρωθούμενοι, ἢ καθ' ὃν ἀνάγκη τῆς βασιλείας ἀπολισθεῖν, ὑποπεπτωκότων αὐτῷ τῶν ἐχθρῶν καὶ ὑπεζευγμένων ἤδη τῶν πολεμεῖν ἐγνωκότων; {Β.} Ἔοικεν. {Α.} Προσθείην δ' ἂν ἔγωγε, καταδείσας οὐδέν, τοῖς εἰρημένοις καὶ τόδε· Ἀνατροπήν, ὡς ἔοικε, τῆς τοῦ Υἱοῦ βασιλείας ὁ Πατὴρ εἰργάζετο, τοὺς ἐχθροὺς ὑποτιθεὶς αὐτῷ 613 καὶ τοὺς μισοῦντας αὐτὸν τροπούμενος. Ἔφη γὰρ οὕτω 613 διὰ φωνῆς τοῦ Δαβίδ. Ἁλοίη δ' ἂν καὶ αὐτὸς ὁ Υἱὸς ἠγνοηκώς που τάχα τὰ δι' ὧν ἦν δύνασθαι μακράν τε καὶ ἀκατάσειστον διακεκτῆσθαι δόξαν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἀποφοιτῶσιν ἔτι πρὸς τὸ ἐξήνιον καὶ τὴν ἐν πίστει νοουμένην ὑποταγὴν οὐ προσιεμένοις διὰ τὸ δυσάγωγον τοῦ τρόπου φιλανθρώπως ἐπιφωνεῖν·" Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." Ἦ οὐχὶ δὴ τὸ φάναι ταυτὶ κατασοβοῦντος εἰς λῆξιν εἴη ἄν, ὦ' γαθέ, τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν, εἴπερ ἔμελλεν ὑποτεταγμένων οὐ κατάρξειν ἔτι; {Β.} Ὧδε ἔχει. {Α.} Φαίην δ' ἂν ὅτι ψευδομυθήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὡς ἐνανθρωπήσαντι λέγων τῷ Υἱῷ·" Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ποῦ γὰρ ἔτι τοῦ Υἱοῦ νοοῖτ' ἂν ὁ κλῆρος, εἰ παραδίδοται τῷ Πατρί; Ποῦ δὲ τὸ τῆς κατασχέσεως χρῆμα τὸν αὐτῇ πρέποντα διασώσει λόγον, εἰ ἐξίσταται τὸ δοθὲν καὶ ἡνίκα δὴ χρῆν ἐρηρεῖσθαι καλῶς, ἀδόκητον ὥσπερ ὑπομένει τὸν κλόνον; {Β.} Ἀποχρῶσαν μὲν ἤδη γενέσθαι φημὶ καὶ οὐκ ἀγεννῆ τὴν ἀντίστασιν. Ἴοις δ' ἂν ὡς ἥδιστά γε καὶ ἐπ' ἐκεῖνο λοιπόν, ὃ καὶ οἶμαί που τοῖς εἰρημένοις ἐνδεῖν. Μαθεῖν γὰρ οὐκ ἔχω κατὰ τὸ ἀληθὲς ὅ τι ποτέ ἐστι τὸ παραδίδοσθαι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ. {Α.} Οὐ γάρ, ὦ γενναῖε, καὶ αὐτὸς ἐρεῖς ὅτι βεβασίλευκε μὲν ἡ δυσκαταγώνιστος ἁμαρτία, τετυράννηκε δὲ καθ' ἡμῶν καὶ φθορὰ καὶ θάνατος, καὶ" ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν," κατὰ τὸ γεγραμμένον; {Β.} Ναί· σαφὲς γὰρ λίαν τό γε καὶ οὕτως ἔχον ἔτι. {Α.} Τί δέ; οὐχὶ καὶ τὰ ἐγκόσμια ταυτὶ τῆς πονηρίας πνεύματα καὶ ὁ τῆς ἐκείνων πληθύος προεστηκὼς ὅλην ὥσπερ τοῖς ἰδίοις ποσὶν ὑποστορέσας τὴν οἰκουμένην, θεὸς μὲν αὐτὸς κατωνόμασται τοῦ αἰῶνος τούτου, τὰ δὲ αὖ δυνάμεις τε καὶ ἀρχαὶ καὶ κυριότητες, καὶ προσέτι τούτοις κοσμοκράτορες; {Β.} Ἀληθές. {Α.} Ἀλλὰ τουτὶ δὴ πάντα κατοίσων εἰς τὸ μηδὲν καὶ ἀφανίσων εἰσάπαν ἐπιδεδήμηκεν ὁ Υἱός, ἵνα τῶν πάλαι κεκρατηκότων, τῆς καθ' ἡμῶν τυραννίδος ἐκσεσοβημένων, τὸ τοῦ Θεοῦ καθαρῶς ἐπιλάμψῃ κράτος καὶ ἀνὰ πᾶσαν ἴῃ τὴν γῆν, ἀναβοθρευθείσης μὲν τῆς ἁμαρτίας διὰ τῆς 614 πίστεως, τεθριαμβευμένων δὲ τῶν ἀρχῶν καὶ τῶν σὺν αὐταῖς ἐξουσιῶν διὰ τοῦ τιμίου σταυροῦ, κατασεισθέντος δὲ καὶ θανάτου διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ. Δυνάμει τοιγαροῦν τῇ ἰδίᾳ, τουτέστι τῷ Υἱῷ, ταυτὶ δὴ σύμπαντα κατορθοῦν ἐφιεὶς ὁ Πατήρ, ἀνεκεφαλαιοῦτο τὴν οἰκουμένην καὶ ἀνεκόμιζεν εἰς τὸ ἐν ἀρχῇ δραπέτην ὄντα τὸν ἄνθρωπον. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὁ Υἱός·" Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω." {Β.} Ἄριστα ἔφης. {Α.} Ἄθρει δὴ οὖν, ὡς ἔν γε τῷ παρόντι καιρῷ τυραννούσης μὲν ἔτι τῆς φθορᾶς, οὔπω δὲ εἰσάπαν τῆς ἁμαρτίας ἐξῃρη μένης, βασιλεύοντος δὲ τῶν ἀπίστων ἔτι τοῦ πονηροῦ καὶ ἀπατεῶνος δράκοντος, διανενέμηταί πως τὸ τοῦ Θεοῦ κράτος, ἐπαμφοτερίζει δὲ ὥσπερ, ἀποσειομένων ἔτι τὸν ζυγὸν τῶν οὔπω κατεγνωκότων τῆς τῶν δαιμονίων ἀπάτης καὶ τῆς ἀνοσίου ταυτησὶ καὶ γεωδεστέρας ζωῆς· ἀναδεικ νυμένου δὲ τοῦ καιροῦ καθ' ὃν ἀτονήσει θάνατος καὶ τὸ τῆς ἁμαρτίας διαπεσεῖται κράτος, καταφθαρήσεται δὲ εἰσάπαν καὶ ἡ τοῦ διαβόλου πλεονεξία, παρίστησιν ὥσπερ εἰλικρινῆ τὴν ἀρχὴν καὶ τοῦ χείρονος ἀμιγῆ παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός. Μόνος γὰρ ἡμῶν κατάρξει δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ. Τὴν τοίνυν ἐκπλήρωσιν τῆς οἰκονομίας καὶ τὴν τοῦ παντὸς μυστηρίου κατόρθωσιν τῷ τῆς παραδόσεως ὀνόματι κατεσήμηνεν ὁ πνευματοφόρος. Οἱονεὶ γάρ πως ὑφ' ἑτέρων ἐχομένην τὴν τοῦ Θεοῦ βασιλείαν καὶ τῶν μεταξὺ παρεισδεδυκότων ἐκσπάσας, προσαγήοχέ τε καὶ παρέδωκεν ὁ Υἱὸς τῷ Πατρί, οὐκ ἔξω τοῦ βασιλεύειν ὑπάρχων αὐτός· συγκατάρξει γὰρ πάντως τῷ ἰδίῳ Γεννήτορι, οὗ καὶ δύναμις ὢν ζῶσά τε καὶ ἐνυπόστατος, ταυτὶ δὴ πάντα ἐνηργηκὼς νοοῖτ' ἂν εἰκότως. Ὅτι δὲ ἀκατάληκτος ἡ Χριστοῦ βασιλεία, καὶ εἰ λέγοιτο λαβεῖν κατὰ τὸ ἀνθρώπινον, εἰδείη τις ἂν καὶ ἐξ ὧν ὁ θεῖος ἡμῖν γέγραφε Δανιήλ, ἐν ἀνθρωπείᾳ μορφῇ καὶ σχήματι θεωρῶν ἤδη πως τὸν Μονογενῆ. Ἔφη δὲ οὕτως·" Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας." Καὶ πάλιν·" Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, 615 καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." {Β.} Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις. Ἀλλ' ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής, ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθού μενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτε μόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος," ἐπ' αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ," κατὰ τὴν τοῦ προφήτου φωνήν," καὶ ἐπ' αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ." Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρε νεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον. Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ' ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἔφη γάρ·" Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Καὶ πάλιν·" Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα." {Α.} Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι' ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ·" Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ." Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι' ἧς ἐνεργὸς εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ ἔσται." Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν 616 οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ' οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ. Καὶ γοῦν ὁ θεῖος Δαβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων·" Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν." Παῦλος δὲ ὁ σοφώτατος Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. {Β.} Οὐδ' ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ' οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν. {Α.}" Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ' εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ' ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός, ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ' ἐν τῷ τι τῶν ὄντων εἰσποίητον ἔχειν. Δεῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προανα φαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; {Β.} Τὸ ποῖον; {Α.} Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ' ἐκεῖνο ἕτερον; {Β.} Ἕτερον, οἶμαί που. {Α.} Εἴπερ οὖν ἐνήργηκε, κατ' αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν ἁλώσεται δυναμῶν. Ἆρ' οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; {Β.} Καὶ μάλα. {Α.} Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι' οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ" ποιεῖ μὲν 617 ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα," κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρ μένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ δ' οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ἰσοπαλῆ τερατουργήματα κατ' ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. {Β.} Ἀλλ' ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. {Α.} Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν. Ἆρ' ὡς δι' ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ; Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχή σεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ' ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι' αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν·" Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψω θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" Οὐκοῦν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ' ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι' ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων·" Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι." Καὶ πρός γε τούτῳ, σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς·" Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν 618 δὲ μόνῳ τὴν ἐφ' ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι' ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ; Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς καθ' ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός, τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. {Β.} Εὖ λέγεις. {Α.} Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς·" Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." Οὐκ ἔκφυλον δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη Δαβίδ·" Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ' ὑπόστασιν ἰδικὴν νοοῖτ' ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; {Β.} Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. {Α.} Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; {Β.} Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. {Α.} Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ' ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ' ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ' ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνερ γούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ' ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν ὁ Πατήρ, ἀλλὰ δι' Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός,