De sancta trinitate dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
619.1.1
ἀλλ' ὡς δύναμις τοῦ Πατρός, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενος καθ' ὕπαρξιν ἰδικήν. Ἐνεργεῖ καὶ τὸ Πνεῦμα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ παντουργικόν. {Β.} Ἐφικτὰ μὲν οὐχ ἅπασιν ἅπερ ἔφης· ὑποβάθραν δ' οὖν ὅμως αὐτὴν ἔχει τὴν ἀλήθειαν. {Α.} Βραχὺ τοιγαροῦν τῶν οὕτως ἰσχνῶν ἐννοιῶν τὸν λόγον ὑποβιβάζοντες, διαστείχωμεν ἑτέραν, εἰ δοκεῖ, τὰς ἐκ λογισμῶν ἑτέρων πληροφορίας συλλέγοντες. {Β.} Ἴωμεν· ἕψομαι γὰρ ἀσμένως. {Α.} Οὐκοῦν, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἰσχὺς τοῦ Πατρός, εἰσποιητὴν δὲ καὶ αὐτὸς τὴν δύναμιν ἔχων ὁμοῦ τοῖς πεποιημένοις ἐνήργηκεν ἐπὶ γῆς τὰ παράδοξα, φράσειας ἂν ὅπως οὐκ ἂν αὐτῷ τις διαμωμήσαιτο, καὶ λίαν εἰκότως; Οὐ γὰρ ἤθελεν ἐπιτιμᾶν καίτοι λέγοντι τῷ λεπρῷ·" Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·" ἀνεσόβει δὲ ὥσπερ αὐτῷ τὰ τῆς ἀμαθίας ἐπὶ τὸ χειρόνως ἔχον, προαλῶς ὑπισχνούμενος, μᾶλλον δὲ ἤδη καὶ προστεταχὼς ὑπάρξαι τὴν αἴτησιν." Θέλω γάρ, ἔφασκε, καθαρίσθητι." Ὀφθαλμῶν δέ τισιν ἐξερρυηκότων, ἐπειδὴ προσθέοντες ἔφασκον," Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὲ Δαβίδ," ἤρετο δὴ πάλιν·" Τί θέλετε ἵνα ποιήσω ὑμῖν;" Τῶν δὲ τὸ τριπόθητον ἐκλιπαρούντων σφίσιν ἐνίεσθαι φῶς ἐνετίθει πάλιν, μελλήσας οὐδέν. Καίτοι τί μὴ μᾶλλον ἔδει τῷ μὲν λεπρῷ λέγειν· Θέλει ὁ Πατήρ, καθαρίσθητι· τοῖς δὲ τοῦ βλέπειν ἐστερημένοις· Τί βού λεσθε, ἵνα ποιήσῃ ὑμῖν ὁ Πατήρ; Ἦ οὐκ ἄμεινον ἐροῦμεν βεβουλεῦσθαί τε ὁμοῦ καὶ δρᾶσαι τοὺς ἁγίους ἀποστόλους, ἀποσειομένους εὖ μάλα τὸ δοκεῖν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ κατορθοῦν δύνασθαι τὰς θεοσημίας; Ἔφασκον γὰρ τῷ μὲν τῇ ὡραίᾳ πύλῃ προσεδρεύοντι·" Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει·" ἑτέρῳ δὲ αὖ·" Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός." Οὐκ ἀθαύμα στον δὲ διὰ τοῦτό τισι πεποιημένοις τὴν ἐνέργειαν διαρρήδην ἔφασκον·" Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;" Ὤοντο γὰρ δεῖν Χριστῷ τὴν δόξαν ἀνάπτειν καὶ οὐχὶ σφίσιν αὐτοῖς, ἐπεί τοι κατά γε τὸ ἀληθὲς τῆς ἐν αὐτοῖς χάριτός τε καὶ ἐνεργείας πηγή τις ὥσπερ ἡ ἀνωτάτω καὶ ῥίζα Χριστός. Ἐπειδὴ γὰρ προετίθει τῶν ἄλλων καὶ προεχειρίζετο πρὸς ἀποστολὴν αὐτούς, ταῖς θείαις εὐθὺς κατακαλλύνων δωρεαῖς καὶ ἀμογητὶ δύνασθαι κατορθοῦν τὰς τερατουργίας ὡς Θεὸς ἐπιδιδούς," Ἀσθενοῦντας θεραπεύετε, φησί, καὶ νεκροὺς 620 ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε·" οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν·" Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·" πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι" Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλ λιάσονται ὅλην τὴν ἡμέραν." Ἦ οὐκ ἀξιεπαινετώτατον εἶναι φῂς τῶν ἁγίων ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; {Β.} Καὶ μάλα. {Α.} Τί οὖν ἐπὶ τῷδε φαῖεν ἄν, ὦ Ἑρμεία, διηπορηκόσιν ἡμῖν καὶ ἀνθότου λέγουσι μὴ καὶ αὐτὸς ὁ Υἱὸς τοῦ ἰδίου προσώπου μεθιστὰς εἰσάπαξ τὴν τοῦ δύνασθαι δόξαν, μόνου διαμέμνηται τοῦ Πατρός, ἀλλ' ἰδίοις νεύμασι καταγράφει τὰς θεοσημίας, ζωοποιεῖν μὲν εὐκόλως οὕσπερ ἂν ἕλοιτο διειπών, κατὰ τὸ ἰσομοιροῦν τῷ Πατρὶ καὶ ἐν ἰσοσθενεῖ δυνάμει, θέλησιν δὲ τῷ λεπρῷ πρὸς ἀπόνιψιν τοῦ πάθους ἐπιδιδοὺς καὶ τοῖς τὴν ὄψιν ἐρρυηκόσι τὴν χειρὸς ἁφὴν δωρούμενος; Ἆρ' ἐνδοιαστὸν ἔτι, μᾶλλον δὲ οὐχὶ καὶ ἀναμφιλόγως ἔχον, ὡς αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Θεοῦ καὶ Πατρός, ἀναστοιχειοῖ τὴν κτίσιν εἰς τὸ ἀπ' ἀρχῆς, οὐκ εἰσποίητον, οὐκ εἰσκεκριμένον, πολλοῦ γε καὶ δεῖ, φύσεως δὲ μᾶλλον τῆς ἰδίας ἔχων καρπὸν καὶ ἐνέργημα τὸ δημιουργεῖν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ; Εἴη δ' ἄν, ὡς γέ μοι φαίνεται, κατόρθωσίς τε καὶ ἀποτέλεσμα τῆς αὐτῆς ἰσχύος καὶ ἐνεργείας τὸ καὶ ἀπ' ἀρχῆς εἰς τὸ εἶναι παρενεγκεῖν ἐξ ἀνυπαρξίας τὰ ἐκτισμένα καὶ κατεφθαρμένα δι' ἁμαρτίαν, κλόνον τε ὑπομεμενηκότα τὸν ἐπὶ τὰ χείρω καὶ αἰσχίονα, μεταπλάττειν δύνασθαι πρὸς τὸ ἀπ' ἀρχῆς. {Β.} Πῶς οὖν ἔφασκεν οὐχ ὑπεσταλμένως·" Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·" καὶ πρός γε δὴ τούτῳ," Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;" Ὡς εἴπερ ὀρθῶς ἀναμάθοιμι ταυτί, τὴν χάριν ἂν εἰδείην οὐ μικράν. {Α.} Ἴθι δὴ οὖν εἰς ἀνάμνησιν ὧν ἐλέγομεν ἀρτίως περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἔφην γὰρ ὅτι τριῶν ὑποστάσεων ὑπαρχουσῶν, ἰδικῶς τε ἅμα καὶ ἀλλήλαις προσεχῶς, ὡς ἐν μιᾷ θεότητος φύσει, τὸ ἑνὸς ἐνέργημα 621 προσώπου καὶ ὅλης ἂν λέγοιτο τῆς οὐσίας καὶ ἑκάστης ὑποστάσεως ἰδικῶς· ὅλη γὰρ ὥσπερ δι' ὅλης καὶ ἰδικῶς δι' ἑκάστου κινεῖσθαι φιλεῖ. {Β.} Μεμνήσομαι· πῶς γὰρ οὔ; {Α.} Οὐκοῦν ἐνεργεῖν ἐθέλοντός τι περὶ τὴν κτίσιν τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν ἀπρακτήσειεν ὁ Υἱός· οὐδ' ἂν εἰ ἐργάσαιτό τι τυχὸν ὁ Υἱός, ἀέργητος ὁ Πατὴρ εἴη ἄν, εἴπερ ἐστὶ Θεὸς εἷς καὶ δημιουργός. Ἅτερος γὰρ ἐν ἁτέρῳ νοεῖται καὶ ἔστιν ἀληθῶς, κατά γε τὸ συμφυές τε καὶ ὁμοούσιον, εἰ καὶ νοοῖντο διῃρημένως ἔν τε ὑπάρξεσι καὶ προσώποις ἰδικοῖς. {Β.} Ὀρθῶς ἔφης. {Α.} Τούτων δὴ οὖν οὕτως ἡμῖν ἄριστά πως κατὰ τὸ εἰκὸς τεθεωρημένων, φέρε καταθρήσωμεν τὴν οἰκονομίαν τὴν ἔν γε τοῖς προκειμένοις καὶ τῶν τοῦ Σωτῆρος ῥημάτων τὴν εὐτεχνίαν καταθαυμάσωμεν. Ὁλκὸν ἀεὶ τὸ θαῦμα πρὸς πίστιν καὶ εἰ τοῖς λόγοις ἕποιτο τὸ τερατουργεῖν, ῥᾷστα ἂν ἴοιεν ἐπὶ τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς καὶ οἱ σφόδρα πως ἤδη διανενευκότες εἰς ἀπόστασιν. Καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ Χριστὸς τῷ ἑκατοντάρχῳ προσεφώνει λέγων·" Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε." {Β.} Συνῆκα ὃ φῄς. Βούλει γάρ που, καθάπερ ἐγᾦμαι, λέγειν ὅτι τεθαυματούργηκεν ὁ Χριστός, ἀπόνασθαί τι κἀντεῦθεν τοῖς Ἰουδαίοις ἐπιδιδοὺς καὶ ὁδὸν ὥσπερ τινὰ πρὸς τὸ εἰκτικόν τε καὶ εὐπειθὲς εὐτέχνως ἐκμηχανώμενος τοῖς τοῦ θέλειν ἀναμαθεῖν τὴν ἀλήθειαν ἀνοσίως ἀπεσκιρ τηκόσιν. {Α.} Οὕτω φημί. Φθάνει γάρ με τὸ σόν, ὦ οὗτος, εὐμαθές. Ὡς ἄγαμαί τοι σοφὸν ἔχων ὁμιλητὴν καὶ εἰς εὐήκοον οὖς λιγυρὸν ὥσπερ ἱεὶς ἐκ καλάμου τὸ αὔλημα. Οὐκοῦν, ἐπειδήπερ ἐνήργηκέ τι καὶ ἐν Σαββάτῳ τῶν ἄγαν τεθαυμασ μένων, ἐπέθρῳσκον μὲν Ἰουδαῖοι πικροὶ καὶ δεινοί· ἀνοι γνύντες δὲ ὥσπερ ἀπύλωτόν τε καὶ ἀκρατὲς τὸ στόμα αὐτῷ, καὶ μὴν καὶ εἰς λόγους ὅτι μάλιστα τοὺς δριμεῖς τὴν γλῶσσαν ἐκθήγοντες, ἀριστοεπεῖν ἐδόκουν καὶ τοῦ νόμου λύσιν ἐπιφημίζοντες," Εἰ ἦν οὗτος, ἔφασκον, ἀπὸ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον." Τοιγάρτοι Χριστὸς ἀπεσκευάζετο τὰς αἰτίας, καὶ αὐτὸν ἐν Σαββάτῳ καταδεικνὺς ἐνεργὸν τὸν Πατέρα καὶ τὸ δρᾶν ἐθέλειν τοῖς ἐν κόσμῳ τὰ ζωαρκῆ διὰ τὸν νόμον οὐ κατοκνήσαντα. Ἔφασκε γὰρ ὅτι" Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Ὅτι δέ ἐστι μία μὲν θέλησις, μία δὲ δύναμις, ἡ ἐφ' ἅπασι τοῖς δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς·" Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 622 οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα." Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ' ἡμᾶς. Συνίεμεν δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει." Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που, σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ' αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ' ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις. Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ' ὅτε τὴν ἐφ' οἷς ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν καταση μήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ' ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακε κράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ. Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων·" Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Ἐνεργὸς γὰρ ὁ Πατὴρ δι' Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός·" Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·" τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. {Β.} Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπι τιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι, ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; {Α.} Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα. 623 {Β.} Ὁ τοίνυν, φασίν, ὁμοούσιός τε καὶ ἰσουργὸς τῷ Πατρὶ πρὸς ὑμῶν εἶναι πεπιστευμένος προσκυνεῖ μεθ' ἡμῶν. Γυναικὶ γάρ που τῇ Σαμαρείτιδι προσλαλῶν," Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, φησίν· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν." Ἀλλ', ὦ γενναῖοι, φασίν, ὁ τοῖς προσκυνοῦσιν ἐναρίθμιος, πῶς ἂν ἔτι τὴν τῆς ὁμοουσιότητος ἀποίσεται δόξαν καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ προσκυνουμένῳ Πατρί, καίτοι καθ' ἕτερον ἄν τις ἴδοι τρόπον τὸ ἀνέχειν τε καὶ ὑπερκεῖσθαι τὴν αὐτοῦ φύσιν παραχωρήσαντα τῷ Πατρί; Ἔφη γὰρ ὅτι" Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας," δῆλον δὲ ὅτι τῆς ἐσχάτης," οὐδεὶς οἶδεν, οὐδὲ ἄγγελος ἐν οὐρανῷ, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ." {Α.} Λάτρις οὖν ἡμῖν ἀντὶ Θεοῦ καὶ τοῖς δι' αὐτοῦ γεγο νόσιν ἐν ἴσῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τέλει διάσκεψιν καθάπερ ἐκ μηχανῆς ἠγνοηκὼς ὁ Υἱὸς ἀδοκήτως ἐκφαίνεται. Ἆρ' οὖν οὐχὶ γέλως τε ἤδη ταυτί, καὶ τοῖς ἐν σκηνῇ παιγνίοις προσεοικότα καλόν γε; Οὐ γὰρ εἰ τοῖς τοιοῖσδε βωμολοχεύμασι καὶ λογισμοῖς ἀνθρωπίνοις εἰς αὐτό που τὸ λοῖσθον ἴουσιν ἀπαιδευσίας, καθάπερ τισὶ βορβόροις ἐγκαθιέντες τὸν νοῦν, τὴν εὐοσμοτάτην τῶν ἱερῶν δογμάτων ἀπεμπολήσαιμεν γνῶσιν. Ἐοίκασι γάρ που, κατά γε τὸ εἰκός, διαλελῆσθαι παντελῶς, καίτοι πλειστάκις ἐνηχούμενοι πρός τε ἡμῶν αὐτῶν καὶ τῆς θεοπνεύστου Γραφῆς, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, πέφηνε καθ' ἡμᾶς, οὐκ ἐν εἴδει μόνῳ τῷ τῆς σαρκός, ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος εἴτ' οὖν ἰδιώμασιν, εἴτ' οὖν ἑτεροίως ὀνομάσαι χρή. Ἰδίωμα δὲ ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης μεθ' ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέψις." Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;" Καὶ ὥσπερ ἐπείτοι πέφηνε καθ' ἡμᾶς ὁ Λόγος, οὐκ ἄν, οἶμαι, φαῖεν ἂν ὡς σεσάλευται τοῦ εἶναι Λόγος, μεταποιηθεὶς εἰς σάρκα τὴν ἀπὸ γῆς, οὕτω καὶ εἰ προσελήφθη τὸ ἀνθρώπινον, ἴδιόν τε γέγονεν αὐτοῦ, τὸ λυποῦν οὐδὲν ἐννοεῖν τε καὶ φράσαι ὅτι πεφόρεκεν οἰκονομικῶς ὁμοῦ τῇ ἀνθρωπότητι τὰ αὐτῆς. Τουτὶ γὰρ αὐτὸ καὶ ὁ τῆς κενώσεως ἐζήτει λόγος. Οὐκοῦν ἢ ἀπογυμνούντων ἀναφανδὸν σαρκός τε ἅμα καὶ τῶν δι' αὐτὴν τὸν Λόγον καὶ ἀναιρούντων εἰσάπαξ τὴν ὅλην οἰκονομίαν, καὶ Θεὸν ὄψονται καθαρῶς τὸν Υἱόν, ἢ εἰ τοῦτο καταπεφρίκασιν ὡς ἀνόσιόν τε καὶ ἀπηχές, 624 ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές." Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής. Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβε βαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ' αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιε σμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ' ἡμᾶς, ἤγουν ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπ ται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς ἐκείνων εὐκλείας νοοῖτ' ἂν ἡττῆσθαι βραχύ; {Β.} Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος·" Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον." {Α.} Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλου τηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε; {Β.} Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν. {Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς 625 τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ' αὐτὴν πρεπόντως τὸ ἔλαττον– παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις– τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ' ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύ νοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ' ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλε ρώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσ κυνούμενος. Ἔφη μὲν γάρ που Θεὸς δι' ἑνὸς τῶν προφητῶν," Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται." Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον." Ἐν τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. {Α.} Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ' ἐν ψιλοῖς καὶ μόνοις διεκλη ρώσατο τοῖς θελήμασι τοῦ Πατρός. {Β.} Οὕτως οἴονται καὶ φασίν. {Α.} Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ" Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;" {Α.} Ἆρ' οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν 626 ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ; Πότε γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ' ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ' ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος; Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν. Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσ κυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραί ροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ' ἡμᾶς; Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ·" Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·" Καίτοι τοῦ μακαρίου Δαβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατε ξουσιάζοντος Θεοῦ," Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν." Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; {Β.} Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται. Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; {Α.} Ἀλλ' οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον. 627 {Β.} Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. {Α.} Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος; Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. {Β.} Οὕτω φημί. {Α.} Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ' ἑαυτὴν τοῦθ' ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; {Β.} Ἥκιστά γε. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει τὰ αὐτῆς ἰδικῶς. Οὐκοῦν, ὅτε τῶν ἰδίων ὑψωμάτων κατέθορεν ὁ Υἱὸς καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, τὸ τῇ φύσει δοῦλον καὶ τὸ ἀναγκαίως προσκυνοῦν οἰκειωσάμενος σχῆμα, τότε προσκεκύνηκε μεθ' ἡμῶν. Ἐπειδὴ δὲ ἦν ἀνέφικτον παντελῶς καὶ λογισμοῦ τοῦ καθήκοντος ἐκπεφοιτηκὸς τὸ μὴ ἐν ταῖς τοῦ Πατρὸς εὐκλείαις ὁρᾶσθαι περιφανῆ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, καὶ εἰ γέγονεν ἐν σαρκί, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας μυσταγωγεῖται λοιπὸν τὸ ἐπ' αὐτῷ μυστήριον ὁ οὐρανός, τουτέστιν ἡ τῶν ἁγίων ἀγγέλων πληθύς, καὶ ὡς πρωτότοκον ἀναδεδειγμένον καὶ ἐν πολλοῖς ἀδελφοῖς τὸν μονογενῆ καὶ ὁμόθρονον τῷ Πατρὶ προσκυνεῖν ἐπετάττετο, οὐκ εἰς πρώτας εἰσβολὰς τῆς τοιᾶσδε δόξης ἀνακομίζοντος αὐτὸν τοῦ Πατρός, οὔτε μὴν ὡς ἀτριβές τι καὶ ἄηθες ἀπονέμοντος τὴν προσκύνησιν, ἀλλὰ τὸν ἀεί τε καὶ ἐξ ἀρχῆς αἰώνων πρὸς αὐτῶν προσκυνούμενον καὶ ἐν σαρκὶ γεγονότα προσ κυνητὸν ἀποφαίνοντος. Οὐκοῦν (ἀνακομίσω γὰρ αὖθις εἰς τὸ ἀπ' ἀρχῆς τὸν λόγον) προσκεκύνηκεν ὁ Υἱὸς ὅτε καὶ Πρωτότοκος καὶ ἐν τῷ τῆς δουλείας πέφηνε σχήματι, ὅθεν δὴ μάλιστα διαμάθοι τις ἂν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς τὸ περιφανὲς ἀξίωμα. Εἰ γὰρ τῷ τῆς δουλείας σχήματι πρέποι ἂν μόνῳ τὸ προσκυνεῖν, τίνι τῶν ὄντων ἀσυμφανές ἐστι τὸ πρὸ τῆς ἐνανθρωπήσεως ἐλεύθερον κάλλος; Ὅτι δὲ μυσταγωγίας τῆς παρὰ τοῦ Πνεύματος καὶ αὐτοὺς λέγοντες δεδεῆσθαι τοὺς οὐρανούς, οὐ τὴν τῶν ἁγίων ἀγγέλων ἐξυβριοῦμεν φύσιν, ἀλλὰ ταῖς θείαις ἑπόμενοι Γραφαῖς καὶ εἰς τοῦτον ἴμεν τὸν λόγον, πληροφορήσει γράφων ὁ Παῦλος," ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·" καὶ πρός γε τούτῳ φησὶ καὶ ὁ θεσπέσιος Μελῳδός," Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, 628 καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης." Ἐπειδὴ γὰρ ἀνεβίω σκυλεύσας τὸν ᾅδην καὶ καταργήσας τὸν θάνατον ὁ Χριστός, ἀναθέοντι λοιπὸν εἰς τὸ ἄνω καὶ παλινδρομεῖν ἐθέλοντι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα διοιγνύναι μὲν ᾗ τάχος αὐτῷ τὰς ἐν τοῖς οὐρανοῖς διεκελεύετο πύλας τὸ Πνεῦμά που πάντως τὸ ἐνηχοῦν ἐν αὐτοῖς καὶ ταῖς ἄνω δυνάμεσι τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν παρεδείκνυ, λέγον·" Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης." {Β.} Ἄραρεν οὖν ὅτι προσκεκύνηκε μὲν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει. Φαίης δ' ἂν ὅτι, καθάπερ ἐγᾦμαι, ὡς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφαρμόσαιμεν ἂν τά γε εἰκότα φρονεῖν ᾑρημένοι καὶ τὸ μὴ εἰδέναι λέγειν αὐτὸν τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην. {Α.} Φαίην ἄν, ἴσθι τοι, κατερυθριάσας οὐδέν. Πλεῖστος γὰρ ὅσος ἡμᾶς οὐκ ἀβασανίστων ἐννοιῶν, μονονουχὶ καὶ ὀφρῦσιν αὐταῖς διανεύων ἐσμός, δυσχερείας ἁπάσης ἐψιλω μένην καὶ ἁμαξιτὸν ὥσπερ τινὰ διαστείχειν κελεύει τὴν ἐπὶ τῷδε δόξαν. Εἴη γὰρ ἄν, οἶμαί που, τοῖς τῆς κενώσεως μέτροις οὐκ ἀσύμβατον τὸ τῆς ἀγνοίας σμικροπρεπές, οὐχὶ τῆς τοῦ Λόγου φύσεως ἴδιον μειονέκτημα, καθὸ νοεῖται Λόγος καὶ σοφία τοῦ Πατρός. Ἦ γὰρ οὐχὶ ταυτὶ δή σοι δοκῶ καταθρῆσαι σοφῶς; {Β.} Πάνυ μὲν οὖν. {Α.} Τίς γὰρ ἡμᾶς βωμολόχος οὕτω καὶ δὴ καὶ πανούργως ἐξυφασμένος ἀναπείσειεν ἂν λόγος ἐννοεῖν ἑλέσθαι καὶ φρονεῖν ὡς ἠγνόηκέ τι τῶν ἐν Θεῷ κεκρυμμένων ὁ Μονογενής, εἴπερ ἐστὶν ἀληθῶς κατὰ τὰς Γραφὰς καὶ σοφία καὶ βουλὴ τοῦ Πατρός; {Β.} Ἀναπείσειεν ἂν οὐδεὶς τόν γε ἀληθῶς νουνεχῆ. {Α.} Οὐ γάρ, ὦ φιλότης, ψευδοεπήσειεν ἂν οὔτι που καὶ ὁ σοφὸς ἡμῖν γράφων Παῦλος·" Ὥσπερ γὰρ οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ." {Β.} Παντάπασι μὲν οὖν. {Α.} Οἶδεν οὖν ἄρα τὸ Πνεῦμα τοῦ Θεοῦ τὰ ἐν αὐτῷ, καὶ οὐδὲν αὐτῷ κεκρυμμένον ἢ ἀσυμφανές; {Β.} Οἶδε· πῶς γὰρ οὔ; {Α.} Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις," Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει 629 ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Ἆρά σοι σαφὲς τὸ παροισθέν ἐστι λόγιον, καὶ προσδέδορκας ὅτι Πνεῦμα μὲν ἀληθείας κατωνόμασε τὸν Παράκλητον, ἔφη γε μὴν ὡς πρόεισιν ἐκ Πατρός, ἴδια πάντα δεικνὺς ἑαυτοῦ τὰ τοῦ Πατρός; {Β.} Ἄριστα ἔφης. {Α.} Τὸ δὲ δὴ μάλιστα καταγέλαστον ἀληθῶς καὶ διεπτυσ μένην εἰκότως τῶν δι' ἐναντίας ἀποφαῖνον τὴν δόξαν οὐδὲν ἧττον ἄν τις καὶ διὰ τούτου μάθοι. Τὸ γὰρ ἀγνοεῖν οἴεσθαι τὸ οὕτω βραχὺ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα τε καὶ ἀπαστρά ψαντα Λόγον, τὸ ἀπαύγασμα, τὴν εἰκόνα, τὸν τῆς ὑποστάσεως χαρακτῆρα λαμπρόν, τὸν ἰσοκλεᾶ καὶ ὁμόθρονον," ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό κρυφοι," καθὰ γέγραπται, ὅσην ἂν αὐτοῖς καὶ μάλα εἰκότως τὴν τῆς εἰσάπαν ἀβελτηρίας ἐμποιήσειε δόξαν; {Β.} Ὡς πλείστην ὅσην. {Α.} Ἀλλ' οὐδ' ἂν αὐτόν, οἶμαί που, τὸν Πατέρα καὶ Θεὸν ὑγιᾶ τὴν οἰκείαν ἀνασώσασθαι δόξαν, εἴπερ ἠγνόηκέ τι κατὰ τὸ ἀληθὲς ἡ βουλὴ καὶ ἡ σοφία αὐτοῦ. {Β.} Σύμφημι ὡς ἅπας τις οὖν ὅπερ ἂν εἰδείη τυχὸν εἴσεταί που πάντως οὐ δίχα βουλῆς καὶ σοφίας τῆς ἑαυτοῦ. {Α.} Εὖγε, ὦ φιλότης· πρέποι γὰρ ἂν οὐχ ἑτέρως ἢ ὧδε φρονεῖν τοὺς τῆς ἀληθείας ὑπασπιστάς. Παρέντες δὴ οὖν τὸ περιττοῖς ἔτι καὶ μακροῖς ἐνδιατρίβεσθαι λόγοις, ἐπ' ἐκεῖνο ἴωμεν. Ἔθος τῷ Σωτῆρι Χριστῷ τοιόνδε τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς· εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακρι βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς· εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, καὶ δρᾶν ἐπὶ τούτῳ τὰ δι' ὧνπερ ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστά την ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ Θεῷ. Ἑλομένους τοιγαροῦν οὐκ οἶδ' ὅπως τὰ ὑπὲρ μέτρον οἰκε τικὸν ἐρέσθαι τε καὶ ἀναμαθεῖν, ἠρεμεῖν ἀναπείθει, λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μήτε ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ, μήτε δ' ἂν αὐτῷ τῷ Υἱῷ καθίστη γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ' αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς, καὶ οὐκ ἔχων φύσει τὸ εἶναι Θεός. Ἐγκειμένοις δέ που καὶ ἐνεστη κόσιν εἰς τὸ δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ 630 λέγων·" Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς." Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον; Δρᾶν γὰρ τοῦτο ἔθος αὐτῷ· καὶ γοῦν τὸν ἐκ γενετῆς τυφλὸν προσεκόμιζόν ποτε τῶν ἱερῶν ἀρτίως ἐκθέοντι περιβόλων οἱ θεσπέσιοι μαθηταί· εἶτα δόξαις Ἰουδαϊκαῖς κατακολουθοῦντες ἔτι, φιλομαθείας ὑπό θεσιν ἐποιοῦντο τὸν ἄρρωστον καὶ δὴ καὶ ἔφασκον," Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;" Ἐπειδὴ δὲ κριμάτων ἥπτοντο θείων, καὶ τὸ οὕτως ἀστιβὲς καὶ δυσέφικτον ἀνθρώποις κατατρανοῦσθαι σφίσιν αὐτοῖς καὶ πέρα τοῦ πρέποντος ἰόντες ἐξελιπάρουν, μεθίστη πάλιν αὐτοὺς ἐπὶ τὸ φρονεῖν ἑλέσθαι τὰ οἰκετικά, καὶ τῆς ὑπὲρ ἄνθρωπον γνώσεως ἀπεσόβει, καὶ φιλεργίας ἔχεσθαι μᾶλλον καὶ ἀγαθῶν σπουδασμάτων μετεπαίδευσε λέγων," Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι." Ἀκούεις ὅπως ἀνῃρηκὼς τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ταῖς Ἰουδαίων ἀμαθίαις πρεπω δεστέραν, τὸ χρῆναι μᾶλλον ἀγαθουργεῖν τῶν ὑπὲρ ἄνθρωπον ἐννοιῶν ἀνθελέσθαι κελεύει, τῇ θείᾳ που πάντως ἀπονέμων φύσει τὸ εἰδέναι μόνη καὶ καθ' ἑαυτὴν ἅπερ ἂν ἕλοιντο πληροῦν. {Β.} Εὖ λέγεις. {Α.} Οὐκοῦν οὐχ ἑτέρως διακεισόμεθα, φρονοῦντες ὀρθῶς, ἢ ὅτι, καὶ εἰ μεθ' ἡμῶν ἀγνοῆσαι λέγεταί τι κατὰ τὸ ἀνθρώ πινον, ἀλλ' οὖν, ἐπείπερ ἐστὶ Θεός, οἶδε πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱός, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ 631 Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. {Α.}" Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς" ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπε ποιημένον; Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. {Β.} Ὧδε ἔχει. {Α.} Ἄγε δὴ οὖν, ἐπ' αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ κατα θήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως," Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·" Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος," Ὃς ἐὰν οὖν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης." {Β.} Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; {Α.} Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι. Φαίην δ' ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον 632 ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ' αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. {Β.} Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεόν τε καὶ κτίσιν, καὶ οὐδὲν ἕτερον ἔν γε τοῖς εἶναι πεπιστευμένοις ἢ ὅτι ταυτὶ καὶ μόνα καταθρήσαι τις ἄν. Ἢ πέρα τι τούτων αὐτὸς ὅτι χρὴ προσίεσθαι διανοῇ; {Α.} Ἥκιστα μὲν οὖν, ὦ ἑταῖρε· πάντα γὰρ δι' Υἱοῦ πεποιῆσθαί φησιν ἡ θεόπνευστος Γραφή· ὥστε, εἴ τι τῶν ὄντων ἁπάντων ἀπονοσφίζοιτο φυσικῶς, διαδιδράσκοι ἂν καὶ τὸ ἐπὶ τῷ πεποιῆσθαι σμικροπρεπές, φύσεως δὲ τῆς ἰδίας ὑπεροχῇ, Θεὸς ὑπάρχον γνωρίζεται· ἀπολισθήσειε δ' ἂν οὔτι που τἀληθοῦς ἡμῖν καὶ τὸ ἔμπαλιν. Εἰ γὰρ μήτι Θεὸς κατὰ φύσιν, ἔσται που πάντως ἐν γενητοῖς. Ἢ τοίνυν ἀνακομιζόντων ὑψοῦ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, καὶ ἀσυναφὲς οὐσιωδῶς ὁμολογούντων τῇ κτίσει, ἢ τῶν ἀνω τάτω καὶ ὑπερτάτων αὐτὸ κατασύροντες θρόνων, κατα λογιζέσθων ἐν γενητοῖς. Τόπος γὰρ ἢ λόγος φύσεως ἡμῖν ἑτέρας οὐδεὶς παρεισβέβληκε μεταξύ, τὸ πρὸς ἄμφω συγγενὲς ἀρνούμενος. Τὸ γάρτοι φάναι μονοειδὲς τὸ Πνεῦμα, καὶ δόξαν ἀνάπτειν αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ' ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν· μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴ ζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν. Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀπο τολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ 633 ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ' εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον. {Β.} Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον; {Α.} Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συναριθμού μενον, καὶ εἰς πίστιν τῆς μιᾶς καὶ ὑπὲρ πάντα θεότητος συνεισδεδειγμένον; Ἢ οὐχ ὧδε μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν ὁ Σωτήρ;" Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος." Τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος τῶν πεπιστευκότων ἤρετό τινας·" Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;" Ἀποφησάντων δὲ τοῦτο ἐκείνων καὶ ἀναφανδὸν εἰρηκότων·" Ἀλλ' οὐδ' εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν," ἐπετίμα λέγων·" Εἰς τί οὖν ἐβαπτίσθητε;" οὐκ ἐν καλῷ γενέσθαι τὴν πίστιν εἰδώς, οὔτε μὴν ἀρτίως ἔχειν δύνασθαί ποτε, εἰ μὴ πράττοιτο τελείως εἰς Θεὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ὁμολογίαν ἐκφέρουσα. Οὕτω παρέδοσαν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· οὕτως ἡμᾶς πεπαιδαγωγή κασιν οἱ Πατέρες, καὶ σοφῶν εἰδέναι τὸ γεγραμμένον·" Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου."–" Εἷς οὖν Κύριος, μία πίστις, ἓν βάπτισμα," κατὰ τὰς Γραφάς. Βεβαπτίσμεθα γὰρ εἰς θεότητά τε καὶ κυριότητα μίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὡς εἰς πολύθεον ἀριθμόν, οὔτε μὴν ὡς κτίσει λατρεύοντες, ἢ γέγονεν ἡμῖν τὸ τῆς ἀληθοῦς παροιμίας," Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·" καὶ," ὗς λουσαμένη εἰς κύλισμα βορβόρου." Οἱ γὰρ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίστην ἐξῃρημένοι, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, αὔχημά τε ποιούμενοι καὶ σωτηρίας ἐλπίδα τὸ τὴν ἀρχαίαν καὶ βέβηλον ἀποθέσθαι πλάνησιν, εἰ μὴ τοῖς τῆς ἀληθοῦς θεότητος θώκοις οὐσιωδῶς ἐμπρέπειν ὁμολογοῦμεν τὸ Πνεῦμα, ποῖ ποτε ἄρα καὶ πόθεν ἴμεν, ὡς εὖ ἴσθι τοι διηπόρηκά τε νοεῖν, εἰπεῖν δὲ οὐκ ἔχω· μᾶλλον δὲ σαφὲς ἂν γένοιτο καὶ ῥᾷστά γε δή. Ἁμαξιτοῦ γὰρ ὥσπερ ἀποπεπτώκαμεν, πεπλανήμεθά τε οὐδὲν ἧττον ἢ πάλαι, πεφενάκικε δέ, ὡς ἔοικεν, ὡδὶ λέγων ὁ Παῦλος·" Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον 634 δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;" Ποῦ γὰρ ὅλως τὸν ἀληθῆ καὶ οὐσιωδῶς ἐγνώκαμεν Θεόν, εἰ μὴ συνθεολογεῖται τῷ Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα αὐτοῦ; {Β.} Ναί, φησί, Θεὸν ἐγνώκαμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ δὲ δὴ καὶ τὸ Πνεῦμα. {Α.} Ἀλλ' οὐ τοῖς διεφθορόσι τὸν ἴδιον νοῦν μυσταγωγοῖς χρησόμεθα, προσέξομεν δὲ οὐχὶ πνεύμασι πλάνης, κατὰ τὰς Γραφάς· ἐνεῖναι δὲ μᾶλλον καὶ ἐνυπάρχειν οὐσιωδῶς πιστεύσομεν τῷ Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καθὰ καὶ ἀνθρώπῳ τὸ ἀνθρώπινον· καὶ ὥσπερ ἂν εἴ τις ἢ Πέτρον ἡμῖν ἢ Ἰωάννην ὀνομάσαι τυχόν, συνεσήμηνέ που πάντως αὐτοῖς καὶ τὸ ἴδιον αὐτῶν καὶ ἐν αὐτοῖς πνεῦμα, καὶ τοῦ παντὸς ζῴου ποιεῖται τὴν δήλωσιν· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐπί τε Πατρὸς καὶ Υἱοῦ. Συγκατασημαίνεται γὰρ ἑκατέρῳ τὸ Πνεῦμα, καὶ οὐχ ὡς μέρος ὂν αὐτοῦ, καθὰ καὶ ἐπ' ἀνθρώ πων νοοῦμεν. Ὑφέστηκε γὰρ ἰδικῶς, καὶ προΐησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὐτὸς ὁ Υἱός. Δυσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐξαπλούσης μὲν αὐτὴν ὡς ἐν ὑποστάσεσι ταῖς τρισί, συναγειρούσης δὲ αὖ διὰ τῆς εἰσάπαν ἰσότητός τε καὶ ὁμοιότητος εἰς ἑνότητα φυσικὴν καὶ εἰς τὸ ταὐτὸν ἐν οὐσίᾳ. {Β.} Πόθεν οὖν, φησίν, ἢ πῶς ἂν νοοῖτο καὶ τὸ Πνεῦμα Θεός; {Α.} Ἀφ' ὧν εἶναι πέφυκεν, ὦ γενναῖε, καὶ ἐξ ὧν ὅ τι ποτέ ἐστι κατὰ φύσιν, ὡς ἔνι γνωρίζεται. Γινώσκεται δὲ τὰ ὄντα καλῶς ἀφ' ὧν ἕκαστον ἀληθῶς ἐστιν· ὀνομάτων δὲ ἡμῖν οὐ σφόδρα πολὺς ὁ λόγος, εἰς ἀναγκαίαν δήλωσιν τῶν ἀπλανῶς ἐγνωσμένων, εἰ καὶ χρήσιμος τοῖς οὖσιν ἡ ἑκάστῳ πρέπουσα κλῆσις. {Β.} Σκοτεινὸς ὁ λόγος, συνίημι δὲ οὐ σφόδρα. {Α.} Ἐγὼ φράσω· καταλευκανῶ γάρ, ὡς οἷόν τε, τὸ δηλούμενον· Ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ περί τού τις λέγοι, τί ἂν αὐτὸν ὡρίσθαι δοίης, ὦ' γαθέ; {Β.} Ἄνθρωπον δηλονότι. {Α.} Εἰ δὲ δὴ καὶ ζῷον λέγοι, προσθεὶς ὅτι χρεμετιστικόν; {Β.} Φαίην ἄν, ἵππον. {Α.} Εἶτα σεσιωπηκότος τὸ ἑκατέρου τῶν ὡρισμένων ὄνομα, πῶς ἂν αὐτὸς ἔφης ἄνθρωπόν τε καὶ ἵππον; {Β.} Ὅτι, ὦ ἑταῖρε, τὴν ἀνθρώπου καὶ ἵππου φύσιν ὡρίσατο. {Α.} Εἰ δὲ δή τις ἐπετίμα ταυτί σοι διειρηκότι καὶ μήτε 635 ἄνθρωπον εἶναι τὸ ζῷον τὸ λογικὸν μήτε μὴν ἵππον ἔφη τὸ χρεμετιστικόν, οὐκ ἐπενηνεγμένοιν τοῖς ὅροις τοῖν ὀνομάτοιν, ἆρ' οὐ περιττὸν καὶ ἐξεστηκότα καὶ ὀλιγογνώ μονα διακεκλῆσθαι δεῖν τόν γε οὕτως ἀμαθῆ δικαιώσομεν; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἀνθότου δὲ δὴ τοῦτο δρᾷς, εἴ τις ἔροιτό σε καὶ ἀναμαθεῖν ἠξίου, τί ἂν ἀπεκρίνω; {Β.} Ἔφην ἂν ὅτι τοῖς ἄγαν ὀρθῶς καὶ ἐντέχνως ὡρισμένοις τὸ ἐπιτιμᾶν ἀμαθές. Ἴδιος μὲν γὰρ ὁ ἑκάστου τῶν ὄντων λόγος, ὅπερ ἐστὶν ἀληθῶς καταδεικνύς· ὁμωνύμως δὲ πολλάκις ἐκφέρεται τὰ ὀνόματα. {Α.} Οὐκοῦν ἀληθεστέρα καὶ ἀπλανὴς τῶν ὄντων ἡ δήλωσις, εἰ ἀφ' ὧν ἕκαστον κατὰ φύσιν ἐστὶν ἀκριβῶς βασανίζοιτο, καὶ οὐχὶ πάντως ἐξ ὀνομάτων. Ἢ γὰρ οὐχὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, ἀΐδιόν τε καὶ ἀναλλοίωτον, τῇ τῶν ὅλων βασιλίδι προσάψομεν φύσει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Τί δέ, εἰπέ μοι, τὸ Θεός; {Β.} Αὕτη δὴ πρεπόντως. {Α.} Ἀλλ' ἴδια μὲν αὐτῆς τὸ ἀφθαρτὸν καὶ ἀνώλεθρον· ὄνομα δὲ τὸ Θεός, κοινὸν μὲν ἀγγέλοις, κοινὸν δὲ ἡμῖν αὐτοῖς, εἰ καὶ εἰσποίητον καὶ δοτόν. Ὁμοίως ἔνεστι μὲν ἀνθρώπῳ τὸ λογικόν· ὄνομα δὲ τὸ ἄνθρωπος καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ὕλης ἑτέρας, εἰς εἶδος τὸ καθ' ἡμᾶς εὖ μάλα τετορνευμένοις. Ἴθι δὴ οὖν ἐπὶ τὸ χρῆναι σκοπεῖν πότερα τὸ Πνεῦμα Θεός τε καὶ ἐν Θεῷ, καὶ ἐξ αὐτοῦ φυσικῶς, ἅτε δὴ καὶ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐσιωδῶς ἐνηγλαϊσμένον, ἤγουν κατ' ἐκείνους ἀληθῆ τὴν κατάρρησιν καὶ ἀποχρῶσαν ἂν δέξαιτο τὴν αἰτίαν τοῦ δεῖν αὐτὸ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀπο λισθεῖν, ἐπεὶ μὴ ὠνόμασται Θεός. Καίτοι κἀν τούτῳ ψευδο μυθεῖν ἑλομένους ἀκονιτὶ διελέγξομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ' ἐξ ἱερῶν ἑλόντες γραμμάτων, καὶ τῆς ἑώλου βαττολογίας λήμης ὥσπερ τινὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν. {Β.} Δοίην ἂν ἔγωγε παραπολὺ δή τι καὶ ἀσυγκρίτως ἄμεινον τὸ κατασκέπτεσθαι δεῖν εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκπρεπές τέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μεῖον οὐδὲν ἐν αὐτῷ παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἤγουν ἀσυνέτως στενολεσχεῖν, καὶ ἱδροῦν εἰκῇ περὶ μόνην τὴν τοῦ ὀνόματος ζήτησιν. {Α.} Εὐκρινέστατά τε καὶ λίαν ὀρθῶς, ὦ Ἑρμεία· μοίρας γὰρ οἶμαι τουτὶ τῆς ἀμείνονός τε καὶ ἀκριβοῦς. Ἔνεστι δ' οὖν ὅμως πολυπραγμονεῖν ἐθέλουσι περιττὰ τοῖς δι' ἐναντίας καὶ Θεὸν ὠνομασμένον τὸ Πνεῦμα ἰδεῖν. Ὁ γάρ τοι θεσπέσιός τε καὶ ἱερώτατος Πέτρος, κατάφωρον μὲν 636 ἐποίει κεκλοφότα τὸν Ἀνανίαν τῶν θείων ἀναθημάτων, ἐπῃτιᾶτο δὲ λίαν," Ἀνανία, λέγων, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ." {Β.} Ναί· Θεῷ γὰρ ψεύδεται, φησί, κἂν ἕλοιτό τις εἰς τὸ Πνεῦμα τοῦτο δρᾶν. {Α.} Τίνα δὴ τρόπον, ὦ τᾶν, εἰ μὴ Θεὸς τὸ Πνεῦμά ἐστιν; {Β.} Ὅτι κἂν εἴ τις ἕλοιτο, φησίν, εἰς ἁγίους εὐσεβεῖν, εἰς Θεὸν εὐσεβεῖ. Καὶ γοῦν τοῖς ἁγίοις μαθηταῖς ἀναφανδὸν εἴρηκεν ὁ Χριστός·" Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται." Καὶ οὐ δήπου φαμέν, ὀρθοῖς τε καὶ ἀναγκαίοις ἑπόμενοι λογισμοῖς, θεοὺς εἶναι κατὰ φύσιν τοὺς μαθητάς, κἂν εἰ δέξαιτό τις τὸν Υἱὸν ἁγίους εἰσοικισάμενος. Ἀναλόγως τοιγαροῦν τῷ τοιῷδε τυχὸν ὁ εἰς τὸ Πνεῦμα πλημμελῶν, Θεῷ πλημμελεῖ τῷ ἀποστείλαντι αὐτό. {Α.} Ἀλλ' ἔνθαπερ ἂν τὰ ὠνομασμένα καὶ ἐν χερσὶν ἴσοις καὶ ἀπαραλλάκτοις ἰδιώμασι φυσικῶς ἐμπρέποντα τὸν τῆς ὁμοουσιότητος λόγον ἀναγκαῖον ἔχει πρὸς ἄλληλα, τῆς εἰς τὸ ἄμεινον ἀναφορᾶς ἐκεῖ που πάντως ἐστὶ περιττὸς ὁ τρόπος· εἶεν δ' ἂν μᾶλλον, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν, ἄμφω μὲν ἐν ἀμφοῖν· ἐκεῖνό γε μὴν ὡς τοῦτο, τοῦτο δὲ αὖ ὡς ἐκεῖνο· ἀνισότητος δὲ φυσικῆς διιστάσης τινὰ πρὸς τὸ ἑτεροίως ἔχειν, οὐκ ἔγωγε φαίην ἂν ἀπίθανόν τε καὶ ἀκαλλῆ τῆς ἐπὶ τὸ προὖχον ἀναφορᾶς τὸν λόγον. Εἰ μὲν οὖν οὐχ ὁμοούσιον τῷ Θεῷ τὸ Πνεῦμά ἐστιν, οὐκ εἰς Θεὸν ἔσται πεπλημμεληκὼς ὁ εἰς αὐτὸ πλημμελῶν. Ζητείτω τόχρημα τὴν ἀναφορὰν εἰς τὸν ἀποστείλαντα αὐτό. Εἰ δὲ ἅπας αὐτοὺς κατωθήσειεν ἂν καὶ οὐχ ἑκόντας λόγος ὁμοουσιότητι τῇ πρὸς Θεὸν τὸ Πνεῦμα τιμᾶν, ἐπερυθριάτω σαν ἤδη πως τοῖς σφῶν αὐτῶν εὑρήμασιν, ἐν ἴσῳ τοῖς Θεῷ μὴ ὁμοουσίοις καταλογιζόμενοι καὶ τιθέντες τὸ ὁμοούσιον. Ἰσοστατήσειε γὰρ ἂν οὔτι που τὸ εἰς ἁγίους τι δρᾶν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' εἰ μέν τις γένοιτο περὶ ἀνθρώπου λόγος, εἰκότως ἂν οἴσομεν εἰς Θεὸν τὸν προεστη κότα τὴν ἀναφοράν· ἥκοντος δὲ εἰς μέσον ἡμῖν τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὴν ἅπαν ἔσται τὸ δρώμενον τὴν θείαν τε καὶ ἀπόρρητον φύσιν, οὐ διὰ μεσίτου τρέχον εἴς τι τῶν ὑπερκειμένων, ἀναθρῷσκον δὲ μᾶλλον προσεχῶς καὶ ἀμεσι 637 τεύτως εἰς αὐτὸ τὸ ἀνωτάτω καὶ ὑπερκόσμιον κάλλος. Τοιγάρτοι διὰ τὸ τῆς οὐσίας ταὐτόν, ἐφήρμοσται μὲν τῷ Θεῷ καὶ Πατρί, καίτοι τρίτη κατὰ μόνην τῶν ὀνομάτων τὴν σύνταξιν ἐκφερομένη πρὸς ἡμῶν ἡ τοῦ Πνεύματος κλῆσις, ἐφήρμοσται δὲ τῷ Υἱῷ. Ἔφη μὲν γὰρ ὁ Χριστός, τὸ ἐκ Σαμαρείας γύναιον εὖ μάλα παιδαγωγῶν·" Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." Γράφει δὲ καὶ ὁ Παῦλος·" Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·" καὶ πάλιν," Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν." {Β.} Ὁμοούσιον οὖν τὸ Πνεῦμά ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ; {Α.} Ναί, εἴπερ ἔστιν οὐχ ἑτέρως τὴν Θεοῦ μέθεξιν ἁγίους καταπλουτεῖν ἢ ἐν τῷ τὸ Πνεῦμα ἑλεῖν. Θείας γὰρ φύσεως ἀποτελούμεθα κοινωνοί, κατὰ τὰς Γραφάς, πότερα κτιστῇ τε καὶ γενητῇ συνδούμενοι φύσει, ἢ γοῦν θεότητος ἀληθῶς ὡς ἔνι μεταλαγχάνοντες, γένος τε οὕτω χρηματίζοντες Θεοῦ; {Β.} Εἰ πυρὸς ἔστι μεταλαχεῖν οὐ δίχα πυρός, πῶς ἄν τις καὶ μετάσχοι θεότητος οὐ διὰ Θεοῦ; {Α.} Τὸ δ' οὖν ἐν ἡμῖν ὡς Θεὸς καὶ τὴν τοῦ Θεοῦ τάξιν τε καὶ ἐνέργειαν ἀποπληροῦν, ἆρ' ἔσθ' ὅπως ἂν οὐκ εἴη Θεός; {Β.} Τίνα τρόπον; {Α.} Ἄθρει δὴ οὖν τοῖς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτέροις προσπεφωνηκότα τὸν Θεόν·" Διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε·" ἡμῖν δὲ αὖ τὸν θεσπέσιον εὐαγγελιστήν·" Ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν." Τίνα γάρ, εἰπέ μοι, τρόπον ἔν τε τοῖς ἀρχαιοτέροις ἦν ὁ Θεός, ἐφεστη κότος τοῦ Πνεύματος; Ἢ πῶς ἂν γένοιτο καὶ ἐν ἡμῖν αὐτοῖς ἔχουσι τὸ Πνεῦμα; Οὐ γάρ που τήν γε τοῦ κατὰ φύσιν Θεοῦ παρουσίαν ἀποτελέσειεν ἂν ἐν ἡμῖν, ἑτεροφυὲς ὂν τὸ Πνεῦμα πρὸς Θεόν. {Β.} Ἥκιστά γε. {Α.} Θεὸς οὖν ἄρα τὸ Πνεῦμά ἐστι, καὶ ἐκ Θεοῦ κατὰ φύσιν· ἢ εἴπερ οὐχ ὧδε ἔχειν οἴονται κατὰ σφᾶς αὐτοὺς, εἰκαῖον ἤδη ῥαψῴδημα καὶ φενακισμὸς ἀληθῶς ὁ τοῦ σοφωτάτου Παύλου καταφανεῖται λόγος, γεγραφότος ὡδὶ τοῖς τὸ Πνεῦμα ἑλοῦσι καὶ δι' αὐτοῦ προφητεύουσιν·" Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω 638 πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστι." Καὶ μὴν καὶ τοῖς γλωσσῶν ἐρασταῖς," Ὥστε, φησίν, ὁ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια." Ποῦ γὰρ ἂν ὅλως τοῖς διὰ τοῦ Πνεύματος προφητεύουσιν ἐγκατῳκηκὼς νοοῖτο Θεός; Πνεύματι δὲ λαλεῖ μυστήρια τίνα δὴ τρόπον ὁ Θεῷ διαλεγόμενος, εἰ ταὐτότητος τῆς πρὸς Θεὸν φυσικῆς ὀθνεῖόν ἐστι τὸ Πνεῦμα αὐτοῦ; {Β.} Ὡς ὀρθὰ καὶ δίκαια λέγεις! {Α.} Καὶ πρός γε τούτοις φαίην ἂν ὅτι πλείστη τις ὅση περιεστήξει πληθὺς οὐκ ἀσυνέτων ἡμᾶς διαλογισμῶν, τῆς μὲν κατὰ τοῦ Πνεύματος δυσφημίας νεανικῶς ἀποφέρουσα, ταῖς δὲ τῆς ἀληθείας ἐφιστᾶσα τρίβοις. {Β.} Πῶς ἔφης; {Α.} Ἢ οὐχὶ κατ' εἰκόνα Θεοῦ τετεχνουργῆσθαί φαμεν· ἐπὶ γῆς τὸν ἄνθρωπον; {Β.} Πῶς γὰρ οὔ; {Α.} Τὸ δὲ δὴ τὴν θείαν ἡμῖν ἐγχαράττον εἰκόνα, καὶ σημάντρου δίκην ἐμποιοῦν τὸ ὑπερκόσμιον κάλλος, οὐχὶ τὸ Πνεῦμά ἐστιν; {Β.} Ἀλλ' οὐχ ὡς Θεός, φησίν, ἀλλ' ὡς θείας χάριτος ὑπουργόν. {Α.} Οὐκ αὐτὸ τοιγαροῦν ἡμῖν, ἀλλ' ἡ δι' αὐτοῦ χάρις ἐνσημαίνεται. {Β.} Ἔοικεν. {Α.} Ἦν οὖν ἀναγκαῖον εἰκόνα τῆς χάριτος, καὶ οὐχὶ μᾶλλον εἰκόνα Θεοῦ διακεκλῆσθαι τὸν ἄνθρωπον. Καὶ τόδε δὲ σκόπει· σοφὸς γάρ, ὡς οἶμαι, καὶ ἁπλοῦς ὁ λόγος. Δεδημιούργηται μὲν γὰρ ἐν ἀρχῇ τὸ ζῷον πλαστουργοῦντος αὐτὸ τοῦ Θεοῦ, καὶ τετιμηκότος οἱονεὶ καὶ αὐτοχειρίᾳ, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ εἰς τὸ εἶναι παρῆκτο, διεμορφοῦτο πρὸς Θεόν, ἐμφυσηθείσης αὐτῷ πνοῆς ζωῆς. Ἀπεμποληκὼς δὲ τὸν ἁγιασμὸν διὰ τῆς εἰς φαυλότητα παρατροπῆς, εἰς τὸ ἐν ἀρχαῖς καὶ πρεσβύτατον αὖθις ἀνεκο μίζετο κάλλος, καινουργοῦντος τὸ παλαιωθὲν εἰς εἶδος τὸ θεῖόν τε καὶ νοητὸν τοῦ Χριστοῦ, καὶ οὐ καθ' ἕτερόν τινα τρόπον πλὴν ὅτι τὸν ἐν ἀρχαῖς· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων·" Λάβετε Πνεῦμα ἅγιον." Ἢ οὐκ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις; {Β.} Ναί. {Α.} Οὐκοῦν ἀληθὲς εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ἤδη πως ἐννοεῖν, ὡς εἴπερ ἡ παλαίωσις καὶ ὁ τρόπος τῆς κατα φθορᾶς νενόσηκε τῆς εἰκόνος τῆς ἐν ἁγιασμῷ τὴν ἀπεμπολήν, ἆρ' οὐχὶ τῇ πρὸς τὸ ἀρχαῖον ἀναδρομῇ, καὶ καινουργίᾳ τῇ διὰ Χριστοῦ τῆς πρὸς Θεὸν ἐμφερείας τὴν πρόσληψιν ἐνεῖναι παραχωρήσομεν; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἀλλ' εἰ τῆς οὐσίας τοῦ Πνεύματος διεσχοινισμένη 639 τις ἦν ἡ δι' αὐτοῦ χάρις, τί μὴ ἔφη σαφῶς ὁ μὲν μακάριος Μωσῆς ὅτι παρενηνεγμένῳ τῷ ζῴῳ πρὸς τὸ εἶναι, λοιπὸν ἐνεφύσησε χάριν ὁ πάντων Δημιουργός, τὴν διὰ πνοῆς τῆς ζωῆς, Χριστὸς δὲ ἡμῖν· Λάβετε χάριν τὴν δι' ὑπουργίας τοῦ ἁγίου Πνεύματος; Ἀλλ' ὠνόμασται μὲν ἐν ἐκείνῳ, Πνοὴ ζωῆς· ζωὴ γὰρ ἀληθὴς ἡ τῆς θεότητος φύσις, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῇ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· διὰ δὲ τῆς τοῦ Σωτῆρος φωνῆς, Πνεῦμα ἅγιον, αὐτό που κατὰ τὸ ἀληθὲς ταῖς τῶν πιστευόντων ψυχαῖς ἐγκατοι κίζοντός τε καὶ ἐνιέντος τὸ Πνεῦμα καὶ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ μεταπλάττοντος εἰς εἶδος τὸ ἐν ἀρχαῖς, τουτέστιν εἰς ἑαυτόν, ἤτοι πρὸς ἰδίαν ἐμφέρειαν δι' ἁγιασμοῦ, οὕτω τε ἡμᾶς ἀνακομίζοντος εἰς τὸ τῆς εἰκόνος ἀρχέτυπον, τουτέστι τὸν χαρακτῆρα τοῦ Πατρός. Χαρακτὴρ μὲν γὰρ ὁ ἀληθινὸς καὶ εἰς λῆξιν ἀκριβείας τῆς κατ' ἐμφέρειαν νοουμένης αὐτός ἐστιν ὁ Υἱός· ὁμοίωσις δὲ ἀκραιφνής τε καὶ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, πρὸς ὃ καὶ ἡμεῖς μορφούμενοι δι' ἁγιασμοῦ, πρὸς αὐτὴν εἰδοποιούμεθα τὴν Θεοῦ μορφήν. Ἀποστολικὸς δὲ πρὸς τοῦτο ἡμᾶς ἀνα πείσει λόγος." Τεκνία γάρ, ἔφασκεν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Μορφοῦται δὲ διὰ Πνεύματος ἀναστοιχειοῦντος ἡμᾶς πρὸς Θεὸν δι' ἑαυτοῦ. Ὅτε τοίνυν πρὸς Χριστὸν μορφούμεθα, καὶ αὐτὸς ἡμῖν ἐνσημαίνεται καὶ εἰδοποιεῖται καλῶς ὡς δι' ὁμοίου φυσικῶς τοῦ Πνεύματος, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, τὸ διαμορφοῦν πρὸς Θεὸν οὐχ ὡς διὰ χάριτος ὑπουργικῆς, ἀλλ' ὡς θείας φύσεως μέθεξιν ἑαυτῷ τοῖς ἀξίοις δωρούμενον. Ὅτι δὲ ὁμοίωσις ἀληθὴς τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, γεγραφότος ἀκούσῃ τοῦ μακαρίου Παύλου·" Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς αὐτὸ σχέσεως, δῆλον δὲ ὅτι τῆς κατὰ μέθεξιν καὶ εἰσκεκριμένως, εἰ καὶ θείας φύσεως ὠνομάσμεθα κοινωνοί. {Β.} Οὐκ ἂν ἔχοιμί τι τοῖς εἰρημένοις ἐπιτιμᾶν. {Α.} Ναοὶ δὲ Θεοῦ, καὶ μὴν καὶ θεοὶ κεκλήμεθα καὶ ἐσμέν, ἀνθότου γε δή; Πύθου τῶν δι' ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; Ἀλλ' οὐχ ὧδε ἔχει ποθέν. Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστη κότος Πνεύματος· κεκλήμεθα δὲ δι' αὐτὸ καὶ θεοί, ἅτε δὴ τῇ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει τῇ πρὸς αὐτὸ συναφείᾳ 640 κεκοινωνηκότες. Ἔκφυλον δὲ εἴπερ ἐστὶν ἀληθῶς καὶ τῆς θείας φύσεως διῳκισμένον οὐσιωδῶς τὸ θεοποιοῦν ἡμᾶς Πνεῦμα δι' ἑαυτοῦ, διημαρτήκαμεν τῆς ἐλπίδος, αὐχήμασι τοῖς εἰς τὸ μηδὲν οὐκ οἶδ' ὅπως ἠγλαϊσμένοι. Ποῦ γὰρ ἔτι θεοὶ καὶ ναοὶ Θεοῦ, κατὰ τὰς Γραφάς, διὰ τὸ Πνεῦμα τὸ ἐν ἡμῖν; Τὸ γάρτοι τοῦ εἶναι Θεὸς τητώμενον, πῶς ἂν ἐνθείη τὸ χρῆμα ἑτέροις; Ἀλλὰ μήν ἐσμεν ναοὶ καὶ θεοί. Προσεκτέον δὲ οὔτι που τοῖς πεπλανημένοις. Οὐχ ἑτεροού σιον ἄρα πρὸς Θεὸν τὸ Πνεῦμα αὐτοῦ. {Β.} Ἀλλ' εἴπερ ἐστὶν οὐχ ἑτεροούσιον, ὡς σὺ φῄς, διὰ τί μὴ καὶ αὐτό, φασίν, ἢ Πατήρ ἐστιν, ἢ Υἱός; {Α.} Εἶτα φύσεως, εἰπέ μοι, τῆς ἀνωτάτω καὶ πάντα ὑπερκειμένης ἀπολισθήσειν εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ὑπειλήφασιν, ἐπεὶ μήτε Πατήρ ἐστι μήτε Υἱός; {Β.} Ὧδέ πη δοξάζουσι. {Α.} Καὶ μὴν ἀνούστατά γε καὶ δυσσεβέστατα καὶ τόδε συνθέντες ἁλοῖεν ἂν εἰς τὴν τῶν ἁπλουστέρων καταστροφήν, εἰ τοῖς τῆς ὀρθότητος ἐνορῴῃ τις λόγοις. Οὐ γὰρ ἔν γε τῷ εἶναι Πατὴρ Θεός ἐστιν ὁ Πατήρ· οὐδὲ αὖ ἐν τῷ εἶναι Υἱὸς Θεός ἐστιν ὁ Υἱός. Ἐπεὶ φράσον, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως, εἰ τὸ γεννῶν καὶ γεγεννημένον, τοῦτό ἐστι θεότης ἡ κατὰ φύσιν, πᾶν εἴ τι τέτοκεν, ἤτοι γεγέννηται, εἴη ἂν πάντως που καὶ Θεὸς ἀληθῶς; Ἀλλ' ἔστι θρασὺς ὁμολογουμένως ὁ ἐπὶ τῷδε λόγος. Οὐ γὰρ Θεὸς ὁ Πατὴρ ὅτι γεγέννηκεν, οὐδ' αὖ Θεὸς ὁ Υἱὸς ὅτι γεγέννηται· ἀλλὰ Θεὸς ὢν τέτοκεν ὁ Πατήρ, καὶ Θεὸς ὑπάρχων γεννητός ἐστιν ὁ Υἱός. Οὐδὲν οὖν ἄρα τὸ παρωθοῦν καὶ ἐξεῖργον ἔτι τοῦ τῆς θείας φύσεως ἴδιον εἶναι πιστεύειν τὸ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῇ φυσικῶς ἅγιον Πνεῦμα, κἂν εἰ μήτε Πατήρ, μήτε μὴν Υἱὸς εἴη ἄν, ἀλλ' ἥτις ποτέ ἐστιν ἡ τοῦ Πνεύματος φύσις, πολυπραγμονεῖν ἀναγκαῖον, τὴν τῶν ὀνομάτων ἰδιότητα μεθέντας εἰς τὸ παρόν, οὐχὶ τῆς θεότητος οὖσαν δεικτικήν, ἀλλ' ἑκάστου τῶν ὠνομασμένων τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ὑπάρξεως τρόπος εὖ μάλα κατασημαί νουσαν. Ὅτι γὰρ τέτοκε δηλοῖ τὸ Πατήρ, καὶ ὅτι γεγέννηται διεσάφησε τὸ Υἱός. Καὶ μὴν ὅτι τὸ Πνεῦμά ἐστιν ἐκ Θεοῦ Πατρός, ἴδιον δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ, δίκην τοῦ καθ' ἡμᾶς καὶ ἀνθρωπίνου πνεύματος, εἰ καὶ ἐν ὑποστάσει νοοῖτο καὶ ὑπάρχον ἀληθῶς, διαμεμήνυκεν ἡ κλῆσις. {Β.} Ὁποία τις οὖν ἄρα ἐστὶν ἡ τοῦ Πνεύματος φύσις; {Α.} Ἥπερ ἂν νοοῖτο καὶ ἡ τοῦ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ· καὶ ἀπόρρητος μὲν ὁμολογουμένως, ὑπερανέστηκε δὲ νοῦ 641 τε καὶ λόγου τοῦ καθ' ἡμᾶς τὸ μέτρον ἡ περὶ τῆς θεότητος δόξα. Τοῖς δ' οὖν ὁρᾶν εἰθισμένοις, κἂν γοῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώσκουσιν ἐκ μέρους, ἰσχναί πως ἀνίσχουσι τῆς θεοπτίας αὐγαί, τὸν τῆς διανοίας αἰθέρα περιαστράπτουσαι, καὶ πρὸς γνῶσιν αὐτοὺς ἀποφέρουσαι τὴν ἐνδεχομένην. Ἁπλῆ τοιγαροῦν καὶ ἀσύνθετος ἡ παντός ἐστιν ἐπέκεινα φύσις, ὑποστάσεων μὲν ἰδιότησι, προσώπων δὲ καὶ ὀνομάτων διαφοραῖς ἐξευρυνομένη, καὶ εἰς ἁγίαν ἰοῦσα Τριάδα, πλὴν ἑνότητι φυσικῇ καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτῳ ταὐτότητι πρὸς ἕν τι συντρέχουσα, τὸ Θεὸς ὄνομά τε καὶ χρῆμα, ὥστε καὶ ἐν ἑκάστῳ τὴν ὅλην νοεῖσθαι φύσιν, μετὰ τοῦ προσεῖναι καὶ τὸ ἴδιον αὐτοῦ, δῆλον δὲ ὅτι τὸ καθ' ὑπόστασιν. Μένει γὰρ ἕκαστον τοῦθ' ὅπερ ἐστίν, ἑνώσει τῇ πρὸς τὰ ἕτερα φυσικῇ κἀκεῖνα πλουτοῦν ἐν ἰδίᾳ φύσει. Ἔστι γὰρ ὁ Πατὴρ ἔν τε τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἔν τε τῷ Πατρὶ καὶ ἐν ἀλλήλοιν. {Β.} Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις; {Α.} Τὸ Γράμμα τὸ ἱερόν, ἡ θεόπνευστος Γραφὴ σαφῶς καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐκδιδάσκουσα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντός, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ," Ἐλευσόμεθα, φησίν, ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα·" καί," Ἔν γε τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν." Ἔνοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτοίη τις ἂν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸν κυριότητα φοροῦν, οὕτω τε ὠνομασμένον, καὶ ὡς ἐν τάξει παραληφθὲν τοῦ Υἱοῦ διὰ ταὐτότητα φυσικήν." Εἷς μὲν γὰρ Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." Ἑνὸς δὲ ὄντος Κυρίου, κατὰ τὰς Γραφάς," ὁ Κύριος τὸ Πνεῦμά ἐστιν." Ἢ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Ναί. Γέγραπται γὰρ ὡδί. {Α.} Ἀκειρεκόμῃ δὲ ὄντι ποτὲ τῷ μακαρίῳ Σαμψὼν παρεῖναί τε καὶ συναθλεῖν τὸ Πνεῦμα λέγεται. Ἐπειδὴ δὲ ταῖς εἰς γύναιον ἡδοναῖς τὰ καθ' ἑαυτὸν ἐδίδου καὶ ἐψιλοῦτο σιδήρῳ τὴν κεφαλήν, ἀπέστη, φησί, Κύριος ἀπ' αὐτοῦ. Ἀναβήσεσθαι δὲ μέλλων εἰς οὐρανούς, προσ πεφώνηκεν ὁ Χριστὸς τοῖς πιστεύουσιν εἰς αὐτόν·" Οὐκ 642 ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς." Καὶ μὴν καί," Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἔπεμψε δὲ ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον δι' οὗ καὶ ἐν ᾧ μεθ' ἡμῶν ἐστι καὶ ἐν ἡμῖν αὐλίζεται, οὐκ ὀθνεῖον ἡμῖν ἐγχέων, ἀλλὰ τὸ τῆς οὐσίας αὐτοῦ καὶ τῆς τοῦ Πατρὸς ἴδιον Πνεῦμα. {Β.} Σύμφημι. Μεμνήσομαι γὰρ καὶ αὐτὸς ἐγὼ θείου τε καὶ ἱεροῦ Γράμματος, ὧδέ πη λαλοῦντος περὶ τῶν ἁγίων ἀποστόλων ὅτι" Ἐπείραζον μὲν εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, οὐκ εἴασε δὲ αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ." {Α.} Τί δέ; Οὐχὶ καὶ αὐτοὺς τοὺς Θεοῦ λόγους Πνεύματος εἶναί φησιν ἡ Γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος, τὴν ἐξαίσιον ἡμῖν καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγού μενος," Εἶδον, φησί, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου." Καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών," Ἤκουσα, φησί, Κυρίου Σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε." Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ Μονογενοῦς φησι," Ταῦτα δὲ εἶπεν Ἡσαΐας ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ." Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν·" Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε." Ἆρ' οὐκ ἐναργὲς ἤδη πως ὡς ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικὴν τί μέν ἐστι Πατήρ, τί δὲ καὶ Υἱός, τί δὲ δὴ καὶ τὸ Πνεῦμα, πρὸς ἡμῶν εὖ μάλα διαγινώσκεται; Συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικήν, πάντα δὴ πάντων, παρουσία τε, καὶ λόγοι, καὶ μέθεξις, ἐνέργειά τε καὶ δόξα, καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν· ἀλλά με μικροῦ καὶ τόδε διέδρα. {Β.} Τὸ τί δή; {Α.} Ἀνακεκραγότων μὲν γὰρ ἐπαΐοις, ὦ τᾶν, τῶν ἁγίων προφητῶν·" Τάδε λέγει Κύριος·" Μυσταγωγῶν δὲ τῶν καθ' ἡμᾶς, οἳ καὶ αὐτόπται γεγόνασι καὶ ὑπηρέται τοῦ λόγου·" Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον." Γέγραπται δὲ αὖ·" Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς." Ἀλλ' εἴπερ ἔχει τὸ μεῖον ὡς πρὸς Θεὸν τὸ Πνεῦμα καὶ κατόπιν ἔρχεται τῆς οὐσίας αὐτοῦ, τὴν ἔκφυλον ἑτερότητα πεπονθός, ἑτεροφυές τε ὑπάρχον ἀληθῶς, ἆρ' οὐκ 643 ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων ἁγίων ἡ διακονία λοιπὸν τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς λειτουργίας, εἴπερ οἱ μὲν τοὺς παρὰ Κυρίου καὶ Θεοῦ διηγγέλκασι λόγους, οἱ δέ, τοῦ Πνεύματος; {Β.} Κινδυνεύσει. {Α.} Καίτοι τί δήποτε κατακρίσεως μὲν καὶ θανάτου διακονίαν ἐκείνην, ταυτηνὶ δὲ ζωῆς καὶ δικαιοσύνης κατω νόμαζέ πη γράφων ὁ Παῦλος·" Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ;" Ἑαυτοῦ γε μὴν πέρι καὶ τῶν ἄλλων ἀποστόλων." Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ." Ἆρ' οὐ παντί τῳ καταφανὲς κἀντεῦθεν ἂν γένοιτο, καὶ λίαν ἀκονιτί, ὡς οἱ μὲν ἄνωθέν τε καὶ παρὰ Θεοῦ λόγοι κατέκρινον τοὺς ἀρχαιοτέρους, καὶ εἰς αὐτό που τὸ λοῖσθον κατεκόμιζον τῶν κακῶν, δικαιοῦσι δὲ νυνὶ καὶ ζωοποιοῦσιν οἱ Πνεύματος; Ἢ οὐκ αἰσθάνῃ λοιπὸν ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι; {Β.} Ναί· πολὺ γὰρ τὸ δέος μὴ ἄρα τι καὶ ἄμεινον περὶ τοῦ Πνεύματος ἢ περὶ Θεοῦ Πατρὸς καὶ Υἱοῦ δοξά ζωμεν· ἀλλ' εἴτοι δοκεῖ, ταυτὶ μέν, ὦ τᾶν, ὧδέ τε ἔχειν ἔα καὶ εἰρῆσθαι καλῶς. Ἐπειδὴ δὲ Θεόν τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμά φαμεν, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐ σχέσει τῇ πρὸς Θεόν, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει κατίδοι τις ἂν ἐκπρεπὲς αὐτό, πολυπραγμονῶμεν ἡμεῖς. {Α.} Οὐ γάρ, ὦ φιλότης, καταβαλεῖς αὐτόθεν, οὐ σχέσει τῇ πρὸς Θεὸν καθ' ἥνπερ ἂν καὶ ἡμεῖς αὐτοὶ τὸ Πνεῦμα νοῶν ἐξωραϊσμένον, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει καταπλουτοῦν τὸ τῆς ἀληθοῦς θεότητος κάλλος, καθάπερ ἀμέλει καὶ ὁ Υἱός, ὃς ἔφη πρὸς τὸν Πατέρα ὅτι" Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς." Τὸ γάρ τοι σχέσει τῇ μὴ κατὰ φύσιν τιμώμενον ὀθνείαν που πάντως εἰσοικίζεται δόξαν. Ἐπειδὴ δὲ ἑαυτοῦ μὲν οὐκ ἄν τι μετα λάχοι ποτέ, πάθοι δ' ἂν αὐτὸ τῇ πρὸς ἕτερον σχέσει, τὸ μετέχον τοῦ μετεχομένου πᾶσά πως ἀνάγκη καὶ ἑτεροφυὲς εἶναι λέγειν. {Β.} Ἀνάγκη. {Α.} Εἶτα τίς ἐξοίσει ποτ' ἄν, εἰπέ μοι, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἅγιον Πνεῦμα; Ἆρ' οὐκ εἰς λῆξιν παντὸς ἂν ἴοι θράσους, κἂν εἰ μόνον τις ἕλοι ταυτὶ κατὰ νοῦν; Μόνους γὰρ ὧδε χρῆναι φρονεῖν οἰηθείην ἂν ἔγωγε, τοὺς λογισμοῦ καὶ φρενὸς τῆς ἀρίστης ὠλισθηκότας. Ἀλλὰ φέρε, λέγωμεν τὰ Θεοῦ καὶ Πνεύματος. Τοῦτο καὶ αὐτῷ σοι συνδοκοῦν σοφῶς τε καὶ ἀναγκαίως. {Β.} Λέγωμεν. {Α.} Φράζε δὴ οὖν, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τοῦ Θεοῦ 644 δόξα καὶ τῆς φυσικῆς ἐνεργείας ἡ δύναμις; {Β.} Θεοῦ μὲν δόξαν εἶναί φημι τὸ παντὸς γενητοῦ φύσιν τε καὶ μέτρον ὑπερανίστασθαι καὶ ὑπάρχειν οὐκ ἐκτισμένως· ἐνέργειαν δὲ φυσικήν, τὸ δημιουργεῖν ἐξ οὐκ ὄντων δύνασθαι καὶ καλεῖν τὰ μὴ ὄντα ὡς ὄντα, τὸ συνέχειν εἰς τὸ εἶναι τὰ ὄντα καλῶς, τὸ ζωοποιεῖν, τὸ ἁγιάζειν, τὸ κατασοφοῦν εὖ μάλα τὰ σοφίας δεκτικά. {Α.} Ἐκβασανιστέον δὴ οὖν, εἰ δοκεῖ, τὸν περὶ τοῦ ἁγίου Πνεύματος λόγον. Εἰδεῖεν γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως οἱ ψυχρά τε καὶ μειρακιώδη περὶ αὐτοῦ δοξάζοντες ὡς ἥκιστα μὲν ἐν μείοσιν εἴη ἂν ἢ ἐν οἷς ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱός· ἰσοστατοῦν δὲ μᾶλλον οὐσιωδῶς αὐτῷ καὶ ἰσοσθενὲς κατ' ἐνέργειαν ἐκ παντὸς ἂν ἡμῖν παραδειχθείη τρόπου. {Β.} Ἴθι δὴ οὖν εἰς τοῦτο γεννικῶς, Θεῷ πίσυνος λέγοντι·" Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό." {Α.} Οὐκοῦν (ἐρήσομαι γάρ), τὸ θεοποιεῖν δύνασθαι τοὺς οὐκ ὄντας θεούς, ἆρα ἂν πρέποι γενητῇ καὶ πεποιημένῃ φύσει; {Β.} Οὐκ ἔγωγε φαίην ἄν. Οὐ γάρ τοι τὸ μεῖον εἴς γε τὸ οὕτως ὑπερτεροῦν ἀνακομίσειεν ἄν. {Α.} Ὀρθῶς ἔφης· καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο περια θρεῖν τῆς σῆς ἂν εἴη παγκάλης φρενός. Εἰ γὰρ ἡ κτίσματος μέθεξις θεοποιεῖν οἶδε τὸ γενητόν, πῶς οὐκ ἂν εἴη καὶ τὸ ἔμπαλιν ἀληθές; Ζημιοῖ γὰρ μᾶλλον ἥπερ ὀνίνησιν ἀληθῶς τὸ Θεοῦ τοῦ κατὰ φύσιν μεταλαχεῖν. Ἀλλ' οὐκ ἂν νοοῖτό ποτε θεοποιὸς ἡ κτίσις, ἀνήφθω δὲ μόνῳ τὸ χρῆμα Θεῷ, ταῖς τῶν ἁγίων ἐνιέντι ψυχαῖς, τῆς ἰδίας ἰδιότητος τὴν διὰ Πνεύματος μέθεξιν, δι' οὗ καὶ σύμμορφοι γεγονότες τῷ κατὰ φύσιν Υἱῷ, θεοὶ κατ' αὐτὸν καὶ υἱοὶ κεκλήμεθα Θεοῦ." Ὅτι γάρ ἐσμεν υἱοί, κατὰ τὸ γεγραμ μένον, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ." Εἴπερ οὖν ἐστι μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ κτίσματος φύσιν τὸ θεοποιεῖν δύνασθαι δι' ἑαυτοῦ, τίς τοῖς γεγονόσιν ἐγκατα ριθμήσει τὸ Πνεῦμα τὸ ἅγιον, εἴ γε νοῦν ἔχοι μὴ κατε φθαρμένον, ἢ πῶς ἂν λέγοιτο γενητὸν τὸ θεοὺς ἀποτελοῦν; {Β.} Οὐχ ὁρῶ. {Α.} Τὸ δὲ τῆς δουλείας ὄνομά τε καὶ χρῆμα παρέποιτο ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. {Β.} Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ ὑμνούμενον πρὸς Θεόν, ὅτι" Τὰ σύμπαντα δοῦλα σά." {Α.} Τὸ δουλείας οὖν ἄρα τὸ δοῦλον ἀπογυμνοῦν, καὶ 645 τοῖς τῆς ἐλευθερίας αὐχήμασι κατασεμνύνειν εἰδὸς καὶ ἐξ ἑαυτοῦ δυνάμενον δουλοπρεποῦς αὐτὸ προαποφοιτήσει μέτρου, καὶ φύσεως ἔσται τῆς ἀνωτάτω καὶ ἐλευθέρας. Ἐνεργὸν γὰρ οὕτω καὶ εἰς ἑτέρας γένοιτ' ἂν ἰδίου τε καὶ προσπεφυκότος οὐσιωδῶς ἀγαθοῦ, τῆς ἐλευθερίας. {Β.} Συναινέσαιμ' ἂν ὀρθῶς λέγοντί σοι. {Α.} Ἀνακεκραγέτω τοίνυν ὁ μακάριος Παῦλος·" Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία." Καὶ μὴν καὶ ἑτέρως·" Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, φησίν, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ." Τῇ δὲ τῆς υἱότητος δόξῃ συμπαρομαρτήσειεν ἂν πάντως που καὶ τὸ ἐλεύθερον. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς ἁγίους ἀποστόλους ἐπειδὴ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἔγνω τιμᾶν, ἅτε δὴ καὶ μετόχους οὐκ εἰς μακρὰν ἐσομένους τοῦ ἁγίου τε καὶ ἐλευθέρου Πνεύματος, φίλους τε ἤδη καὶ ἐλευθέρους ἐκάλει." Οὐκ ἔτι γάρ, ἔφασκε, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε." Ὅτε τοίνυν ὁ Κύριος τὸ Πνεῦμά ἐστι, καὶ ἔνθαπερ ἂν ᾖ τὸ Πνεῦμα Κυρίου, ζητητέον ἐκεῖ τὴν ἐλευθερίαν, φύσεως ἄρα τῆς ἐλευθέρας ἐκπεφυκός, καὶ οὐχὶ τῇ κτίσει συντεταγμένον καὶ τοῖς γενητοῖς ἐναρίθμιον νοοῖτ' ἂν ὑπάρχειν τὸ δι' οὗ καὶ ἐν ᾧ τὴν ἐλευθέραν ἡ κτίσις ἀποκερδαίνει δόξαν, τὸ ἐκ τῆς δουλείας αἶσχος διωθουμένη τε καὶ διαδιδράσκουσα. {Β.} Ἀλλ', οἶμαί που, φαῖεν ἂν ὅτι διακονικὴν ὑπουργίαν ἀποτελοῦν διακομίζει τὸ Πνεῦμα τοῖς ἁγίοις τὰ παρὰ Θεοῦ. {Α.} Λογιοῦνται δὴ οὖν, κατά γε τὸ εἰκός, τῶν δι' αὐτοῦ διακονουμένων ἓν εἶναί τι τὴν ἐλευθερίαν, τὸ μέγα καὶ ὑπὲρ κτίσιν ἀξίωμα· δοῦλον γάρ, εἴ τι παρῆκται πρὸς γένεσιν. {Β.} Λογιοῦνται τυχόν. {Α.} Αὐτὸ τοιγαροῦν τὸ διακονοῦν οὐκ ἐλεύθερον φυσικῶς, εἴπερ ἑαυτῷ διακονεῖ μὲν οὐδέν, διαπορθμεύει δὲ μᾶλλον εἴς τινας τὴν παρ' ἑτέρου του χάριν· ἢ οὐκ ἀνάγκη τὸ διακονοῦν τε καὶ μέσον, οὐκ αὐτόχρημα νοεῖσθαι τὸ διακο νούμενον; {Β.} Ἀνάγκη. {Α.} Πῶς οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, εἰ τῆς ἐλευθέρας δόξης τητώμενον, τὸ δοῦλόν που πάντως καὶ ὑπὸ ζυγὸν οὐ διέδρα μέτρον; Καὶ εἰ μὲν ἔστιν ἐν δόξῃ θεότητος φυσικῇ, 646 διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν. Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ' ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; {Β.} Καὶ μάλα. {Α.} Ἴωμεν δὲ καὶ δι' ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; {Β.} Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. {Α.} Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ' ἧς στεφα νούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ' ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; {Β.} Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀποφανεῖ, κατακομίσει δὲ μᾶλλον ἐπὶ τὸ αἴσχιον. {Α.} Εὖ λέγεις· ὧδε γὰρ ἔχει τὸ χρῆμα, καὶ ὀρθῶς διανοῇ. Οὐκοῦν εἴπερ ἐστὶν οὐκ ἐν φύσει τε καὶ δόξῃ τῇ κατ' ἀλή θειαν ἐλευθέρᾳ τὸ Πνεῦμα τὸ ἅγιον, διακονεῖ δὲ μᾶλλον ὑπουργικῶς τὴν παρ' ἑτέρου του χάριν, πῶς εἰς βασιλέα κέχρισται, χρίσμα λαβὼν τὸ Πνεῦμα Χριστός;" Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέτ, ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ." Γράφει δὲ ὧδε καὶ πρὸς ἡμᾶς ὁ σοφὸς Ἰωάννης·" Καὶ ὑμεῖς χρίσμα ὃ ἐλάβετε ἀπ' αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων." Πάρα δὲ καὶ αὐτοῦ διαπυθέσθαι Χριστοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς, ὧδέ πη βοῶντος, καὶ τὴν ἐκ τοῦ κεχρῖσθαι δόξαν διερμηνεύοντος·" Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ." Τὸ δοῦλον, εἰπέ μοι, Πνεῦμα ποιεῖ δεσπότην; Βασιλικὸν ἀξίωμα τὴν ἰδίαν ἔχει φύσιν, τὸ κατ' αὐτοὺς οὐκ ἐλεύθερον; Ἄπαγε τῆς δυσβουλίας. Ἀτλητῶ γὰρ ἤδη πως τοῖς τῶν ἐναντίων ἐμέτοις περιτυχών. Ἔδει γάρ, ἔδει φρονοῦντας ὀρθῶς τὸ 647 ἐλεύθερόν τε καὶ βασιλικὸν τοῦ Πνεύματος ἀξίωμα κἀν τεῦθεν ἰδεῖν. Περὶ μὲν γὰρ τῶν ἐν πίστει δικαιουμένων ὁ μέγας ἡμῖν ἔφη Παῦλος·" Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;" Ἀνάψας δὲ μόνῃ τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὸ δικαιοῦν δύνασθαί τινας καὶ ἀπολέκτους ἀποτελεῖν, τῇ τοῦ Πνεύματος φύσει τε καὶ δόξῃ τὸ χρῆμα προσνέμει. Γράφει γὰρ πάλιν·" Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ἀλλ' ἀπελού σασθε, φησίν, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν." {Β.} Ἆρ' οὖν ὡς Θεὸς δικαιοῖ τὸ Πνεῦμα τοὺς ἡμαρ τηκότας; {Α.} Πάνυ μὲν οὖν, ὦ ἑταῖρε. Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ παραβάσεών τε καὶ γραφῆς ἀπολύειν δύνασθαι τοὺς ἐνισχημένους, ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα δέδεικται μὲν ἤδη καὶ διὰ μακρῶν ἡμῖν λόγων, δειχθήσεται δὲ καὶ ἐσαῦθις, εἰ μή τις εἴην ἔν γε δὴ τούτῳ φορτικός. {Β.} Οὐκ ἂν γένοιο. Τὸ γάρ τοι βλέπον εἰς ὄνησιν οὐδαμόθεν ἂν ἔχοι τὸ λυπεῖν εἰδός, παρά γε τοῖς ἐπιεικεστέροις. {Α.} Ἄθεοι τοιγαροῦν καὶ ἐλπίδος ἁγιοπρεποῦς τητώμενοι διατελοῦσιν ἐν κόσμῳ, κατὰ τὰς Γραφάς, οἱ κτίσει λελατρευ κότες παρὰ τὸν Κτίστην καὶ Ποιητήν. {Β.} Ὧδε ἔχει. {Α.} Νυνὶ δὲ γνόντες Θεόν, καὶ ἐγνωσμένοι παρὰ Θεοῦ, τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν ἐγνώκαμεν δι' Υἱοῦ ἐν Πνεύματι. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ μὲν ἑαυτοῦ λέγων·" Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκουσί με τὰ ἐμά." Περὶ δέ γε τοῦ Πνεύματος τοῖς ἁγίοις μαθηταῖς φησιν·" Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ." Ἆρ' οὖν οὐχὶ Θεὸς ἐναργῶς τὸ ὡς Θεὸς ἐγνωσμένον καὶ ἐν ἡμῖν οἰκοῦν, οὐχ ὡς κτίσμα καὶ γενητὸν καὶ δουλείᾳ τῇ καθ' ἡμᾶς ἐνεχόμενον, ἀλλ' ὡς ἐλεύθερον κατὰ φύσιν καὶ αὐτῆς ὑπάρχον τῆς ἀληθείας τὸ Πνεῦμα, μᾶλλον δὲ αὐτὴ καθ' ἕνωσιν τὴν πρὸς τὸν Υἱὸν ἡ ἀλήθεια· Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὰς Γραφάς, ἀλήθεια δέ, ὁ Χριστός. {Β.} Ἡ πρὸς τὸν Υἱὸν οὖν ἄρα φυσικὴ ταὐτότης ὡς εἴη τὸ Πνεῦμα Θεὸς ἀπόχρη πρὸς ἀπόδειξιν καὶ πληροφορίαν ἡμῖν; {Α.} Ναί, εἴπερ ἑνὸς ὄντος Θεοῦ τοῦ Πατρὸς Θεός ἐστιν ὁ Υἱὸς καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κυριός ἐστιν ὁ Πατήρ. 648 Συνεισθέοντος γὰρ οὕτω καὶ ἐν ἀμφοῖν ὄντος τε καὶ νοουμέ νου τοῦ ἁγίου Πνεύματος, κατ' εὐθὺ τῆς ἀληθείας οἰχήσεται, καὶ τῶν εἰς ὀρθότητα νοημάτων ἀμοιρήσειεν ἂν οὔτι που τῶν πιστευόντων ὁ νοῦς. Διὰ γάρ τοι τὸ ἐν οὐσίᾳ ταὐτὸν Κυριός τε καὶ Θεὸς τὸ Πνεῦμά ἐστιν, οὕτω τε ὠνόμασται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος περὶ τῶν ἐξ αἵματος Ἰσραήλ·" Κατέβη Πνεῦμα παρὰ Κυρίου, φησί, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης." Μωσῆς δὲ ὁ μέγας, Κύριόν τε καὶ Θεὸν τὸ Πνεῦμα εἰδώς, ὧδέ πή φησι·" Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ' αὐτῶν Θεὸς ἀλλότριος." Καὶ προσεφώνει μὲν ἐν ᾠδῇ τοῖς ἐξ Ἰσραήλ·" Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ." Κατασημαίνων δὲ αὖ τὸν παροξυνθέντα Κύριον καὶ Θεὸν ὁ προφήτης φησίν·" Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώ σατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος, αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν." Ἆρ' οὐχὶ σαφῶς ἔν γε τουτοισὶ τὸ κατα φοιτῆσάν τε καὶ ὁδηγοῦν τοὺς λελυτρωμένους ἅγιον Πνεῦμα Κύριόν τε καὶ Θεόν, οὐκ ἀλλότριον, ἀποκαλεῖ; Εἶτα πῶς ἂν εἴη λοιπὸν ἑτεροφυὲς πρὸς Θεὸν τὸ μήτε διῳκισμένον οὐσιωδῶς αὐτοῦ μήτε μὴν ἀλλότριον, ἀλλ' ἴδιον αὐτοῦ; Παραθήγοντες δέ, εἰπέ μοι, τὸ Πνεῦμά τινες, κατὰ τίνα δὴ τρόπον παροργίζουσι Θεόν; Ἢ πῶς ἂν ἔχοιεν ἐχθρὰ φρονεῖν ᾑρημένον οἷς ἀντιφέρεσθαι τὸ Πνεῦμα δοκεῖ; {Β.} Φράσαις ἂν αὐτός· σὸν γὰρ ἤδη πως καὶ τοῦτο εἰπεῖν. {Α.} Οὐκοῦν φαίην ἂν ὅτι τῇ πρὸς Θεὸν ἑνώσει τὸ Πνεῦμα Θεὸς καὶ τῇ πρὸς Κύριον ταὐτότητι φυσικῇ τὸ Πνεῦμα Κύριος· γένοιτο δ' ἂν καὶ τοῦτο εὐθὺς ὅτι μάλιστα δια φανές, εἰ καὶ δι' ἑτέρων τις ἕλοιτο διαστείχειν ἐννοιῶν. Καὶ γοῦν, οὐ τόπῳ καὶ περιορισμοῖς, ποσότητί τε καὶ μέτροις ὑποκειμένου Θεοῦ (πρέποι γὰρ ἂν μᾶλλον ταυτὶ γενητοῖς· ἄποσον γὰρ καὶ ἀπεριόριστον, καὶ ἀμέγεθες. καὶ οὐκ ἐν θέσει τῇ κατὰ τόπον νοεῖται τὸ Θεῖον, ἐπείπερ ἐστὶν ἀσώματον παντελῶς), καὶ αὐτὸ φανεῖται τὸ Πνεῦμα τοῖς τῆς θείας φύσεως ἐκπρεπὲς ἰδιώμασι, σὺν Πατρί τε καὶ Υἱῷ τὰ πάντα πληροῦν καὶ ἐν πᾶσιν εἶναι πεπιστευ μένον. Ἔφη μὲν γάρ που δι' ἑνὸς τῶν προφητῶν ὁ πάντα ἐν πᾶσι Θεός·" Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, 649 λέγει Κύριος;" Περιτιθεὶς δὲ τὸ χρῆμα τῷ Υἱῷ, γέγραφεν ἡμῖν ὁ Παῦλος·" Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα." Ἀναμελῳδεῖ δὲ πρὸς Θεὸν καὶ ὁ θεσπέσιος Δαβίδ·" Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει." Οὐκοῦν εἰ τόπος οὐδεὶς ἔνθα μὴ ἔστι τὸ Πνεῦμα, καὶ πληροῦντος τὰ πάντα τοῦ Πνεύματος, Θεὸς ὁ πληρῶν, κατὰ τὸ ὑπό του καλῶς εἰρημένον ὅτι" Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς·" πῶς ἂν γένοιτο λοιπὸν ἄποπτόν τε καὶ ἀσυμφανὲς ὅτι τῇ πρὸς Θεὸν ἑνώσει φυσικῇ τὸ Πνεῦμα Θεός; Εἰ δὲ καὶ συνέχει τὰ πάντα, πῶς ἂν εἴη κτιστὸν ἢ γενητόν, καίτοι τοῦ πάντα πᾶν εἶδός τε καὶ γένος οὐσίας, πεποιημένης δὲ δηλονότι, κατακλείοντος ὥσπερ ἐν ἑαυτῷ, καὶ ἕτερον ἐναργῶς παρὰ πάντα κατα δεικνύντος τὸ συνέχον αὐτά; Ὃ δὲ μὴ ἔστιν ἐν πᾶσιν, ἀλλ' ἔξω τοῦ πάντα, φυσικῶς ὑπερκείσεταί που τὰ γενητά, καὶ τὴν τῶν παρ' αὐτοῦ πληρουμένων τε καὶ συνειλημμένων ὑπεραλεῖται φύσιν. Θεὸς δὲ ἤδη τὸ ὑπὲρ κτίσιν· ἢ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Σύμφημι· πλὴν ἐροῦντας ἴσθι τοι πάλιν ὡς εἴη τὸ Πνεῦμα κτιστόν τε καὶ γενητόν. Θεὸς γάρ πού φησι, προσπεφώνηκέ τις τῶν ἀρχαιοτέρων·" Ἐγώ εἰμι Κύριος στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς." {Α.} Καὶ μήν, ὦ ἑταῖρε, τὴν τοῦ ἁγίου Πνεύματος δόξαν καταπημήνειεν ἂν οὔτι που τὸ παροισθὲν ἀρτίως, εἰ μὴ ἀδρανῆ τις ἔχοι καὶ παρεφθαρμένον τὸν νοῦν. Πνεῦμα γὰρ ὠνομασμένον ἁπλῶς καὶ ἀδιακρίτως, οὐχὶ πάντη τε καὶ πάντως τὸ ἅγιόν τε καὶ θεῖον κατασημήνειεν ἄν· ἢ γὰρ ἂν ἔφην οὐκ ἀπίθανον κομιδῇ τὸν τῆς δυσφημίας αὐτοῖς ἐκπεποιῆσθαι λόγον· ἀλλ' ὁμωνύμως ἐκφέρεται καὶ κατὰ πλείστων ὅσων λόγῳ τῷ κατὰ φύσιν εἰς ἀνομοιότητα διατετμημένων. Πνεῦμα γὰρ ὁ ἄγγελος, καὶ μὴν καὶ ἀνθρώ που ψυχή, καὶ τὸ ἐγκόσμιόν τε καὶ ἀερῶδες κίνημα. Εἶτα τί, παρέντες τὸ λίαν ἐξακριβοῦν καὶ φυλοκρινεῖν εὖ μάλα κατὰ καιροὺς τὸ δηλούμενον, ἑώλοις φενακισμοῖς κατα λυπεῖν ἐγνώκασι τὸ ὑπὲρ τὴν κτίσιν καὶ δημιουργὸν ἑνώσει τῇ πρὸς τὸν ἕνα καὶ φύσει δημιουργόν; Ὁ γάρ τοι προφήτης, μᾶλλον δὲ δι' αὐτοῦ Θεός, οὐχὶ τὸ ἴδιον ἔφη παρενεγκεῖν 650 εἰς τὸ εἶναι Πνεῦμα, πολλοῦ γε καὶ δεῖ· διακεισόμεθα γὰρ οὐχ ὧδε ἔχειν· οἰηθέντων δέ τινων ἐκ πολλῆς ἄγαν ἠλιθιό τητος καὶ δίχα τῆς ἄνωθεν ψήφου, σφίσι τε αὐτοῖς καὶ ἑτέροις δύνασθαι κατορθοῦν τὸ καὶ θρόνων ἐφικέσθαι βασιλικῶν, ἀρχῆς τε περιφανοῦς καὶ σκήπτρων κατάρχειν, ἑαυτῷ τὸ πάντων ἀνάπτει κράτος ὁ ὑπὲρ πάντα Θεὸς καὶ τοῖς παρ' αὐτοῦ θεσμοῖς καὶ νεύμασι τὴν σύμπασαν κτίσιν διοικουμένην ἐπιδεικνύς, Ἐγώ, φησίν, εἰμὶ Κύριος στερεῶν βροντήν, ἀνιεὶς δὲ τοῖς ἐν κόσμῳ πνευμάτων φοράς. Κτίζω γὰρ οὕτω τὸ πνεῦμα, καὶ σαφῆ ποιούμενος τὴν ἀνάρρησιν οὗπερ ἂν ἑλοίμην εἶναι Χριστοῦ, τουτέστι τοῦ πρὸς βασιλείαν καταχριομένου καὶ τὸ κρατεῖν λαγχά νοντος· οὐκ ἀνεθελήτως ἐμοί, ἐμοῖς δὲ προστάγμασιν ὄρθρος τε καὶ ὁμίχλη πράττεται, τουτέστι νὺξ καὶ ἡμέρα καὶ φῶς καὶ σκότος. Ἐπεὶ λεγόντων ἐκεῖνοι, τί τὸ κοινὸν βροντῇ καὶ ἁγίῳ Πνεύματι, τί δὲ ὄρθρῳ καὶ ὁμίχλῃ πρὸς τὸ ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ. Ἆρ' οὐκ ἐναργὴς ὁ λόγος; {Β.} Ἔοικε. Τὸ γὰρ τῶν ὠνομασμένων ἀσυμφυὲς καὶ ἀσύμβατον κομιδῇ, τῆς ἐκείνων δόξης καταψηφιεῖται τὸ ἀκαλλές. {Α.} Πῶς δ' ἂν καὶ ἑτέρως κτίσμα τε καὶ γενητὸν ὑπάρχειν νοοῖτο, συνδημιουργοῦν τῷ μόνῳ Δημιουργῷ, καὶ τὴν ἔν γε τούτῳ δύναμίν τε καὶ ἐξουσίαν οὐκ ἔξωθεν ἐπακτόν, οὐδὲ παράσημον ἔχον ἢ παρ' ἑτέρου του πεπλουτηκός, ἀλλ' ἐξ ἑαυτοῦ καὶ ἰδίαν καὶ φυσικῶς;" Πνεῦμα γὰρ θεῖον τὸ ποιῆσάν με," φησί· καίτοι τῶν ἱερῶν Γραμμάτων εἰληφέναι μὲν χοῦν ἀπὸ τῆς γῆς διϊσχυριζομένων τὸν Θεόν, καὶ οἱονεὶ ταῖς διὰ χειρῶν αὐτουργίαις ἐκτετιμηκότα τὸν ἄνθρωπον, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων·" Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με." {Β.} Καὶ μὴν τὸ χρῆμά ἐστιν ἀληθές. {Α.} Τί δέ, οὐχὶ καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων ἀναπλασμόν, τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν, οὐ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας ἔσεσθαί τε διακεισόμεθα, καὶ θεῖος ἡμῖν προκεχρησμῴδηκε λόγος; {Β.} Πῶς ἔφης; {Α.} Οὐκ ἀναβιώσεσθαι τοὺς νεκροὺς καὶ ἐγερθήσεσθαι τοὺς ἐν τοῖς μνημείοις λόγιον, οἶμαί που, προφητικὸν ἀνακέκραγέ τε καὶ ἡμεῖς πιστεύομεν, ἀναστοιχειοῦντος ἡμᾶς εἰς ζωὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ, διὰ τοῦ ἰδίου Πνεύματος; {Β.} Ναί, μεμνήσομαι γὰρ τοῦ μακαρίου βοῶντος Δαβὶδ καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἡμῶν ὄλισθον εἰς φθορὰν καὶ 651 θάνατον ἀναγεγραφότος, καὶ τὸν ἐκ τῆς ἀναστάσεως ἀνακαινισμὸν εὖ μάλα προϋμνηκότος. Ἔφη γὰρ ὧδε πρὸς Θεόν·" Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." {Α.} Ὁ τοίνυν ἀναπλασμὸς καὶ ἡ τοῦ κατεφθαρμένου μεταδρομὴ πρὸς καινουργίαν τε καὶ ἀναμόρφωσιν ἔργον ἂν γένοιτο, κατά γε τὸ εἰκὸς καὶ αὐτῷ μοι δοκοῦν εὖ ἔχειν, τῆς αὐτῆς φύσεως τε καὶ ἐνεργείας ἧς ἂν φαίνοιτο καὶ τὸ ἐν ἀρχαῖς ἀπορρήτως πλαστουργηθέν. {Β.} Σύμφημι. {Α.} Πῶς οὖν ἄρα τὸ δι' οὗ καὶ ἐν ᾧ Θεὸς ἐνεργὸς περὶ τὴν κτίσιν καὶ τῶν ὅλων ὁρᾶται δημιουργὸς γενητὸν ἂν εἴη καὶ ἐκτισμένον; Ὥρα γὰρ ἤδη πως ἡμᾶς εἰπεῖν ὡς, εἴπερ ὧδε ἔχειν ἐροῦσι τὸ χρῆμα, κτιστὴν εἶναι τοῦ Θεοῦ τὴν ἐνέργειαν καὶ οὐχ ἑκόντες ὁμολογήσουσι. Καὶ τί τὸ ἐντεῦθεν; Θεομισὴς δυσφημία, παλίμφημοι δόξαι, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀμαθίας ἐγκλήματα. Ἐρεῖ γάρ, οἶμαι, τὶς τῆς ἀνδράσι πρεπούσης σοφοῖς εὐκοσμίας ἠφειδηκὼς ἁπλοῦν καὶ ἀσύνθετον κυρίως τε καὶ πρώτως τὸ Θεῖον, ὦ τᾶν, οὐκ ἐκ φύσεως καὶ ἐνεργείας ὡς παρ' αὐτὸ φυσικῶς ἑτέρας συντεθεῖσθαι νοούμενον, ἀλλ' ἕν τι τὸ σύμπαν ὑπάρχειν μεθ' ὧν ἂν οὐσιωδῶς ἔχοι πεπιστευμένον. Οὐκοῦν εἰ λέγοιτο κτιστὴν καὶ πεποιημένην τὴν ἐνέργειαν ἔχειν, ἰδίαν οὖσαν αὐτοῦ, τουτέστι τὸ Πνεῦμα, καὶ αὐτό που πάντως ἔσται κτιστόν, ἐπεὶ μὴ ἕτερόν τι παρ' αὐτὸ τὸ ἐνεργὲς αὐτοῦ. Ἆρ' οὐ στυγητὸς καὶ ἀπεχθὴς ὁ λόγος, καὶ πολὺ διανενευκὼς εἰς τὸ πεποιῆσθαι δυσσεβῶς; {Β.} Παντάπασι μὲν οὖν. {Α.} Καθίκοιτο δ' ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν ἡ δόξα. {Β.} Ποίαν δή τινα φῄς; {Α.} Κύριος τῶν δυνάμεων κατωνόμασται ὁ Θεός, ἔστι δέ που πάντως καὶ ἀληθὲς τὸ ὑμνούμενον. {Β.} Ἀληθές· πῶς γὰρ οὔ; {Α.} Εἴ τι τοιγαροῦν τὴν ἀνωτάτω τε καὶ θείαν ὑποκάθηται φύσιν, ἰδίαν μὲν οὐκ ἂν ἔχοι δύναμιν· ἕρπει δὲ ὥσπερ ἀπὸ πηγῆς τοῦ Θεοῦ, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἐφ' ἕκα στον τῶν δυναμουμένων ἡ δύναμις, καθάπερ ἀμέλει καὶ ἡ σοφία, καὶ τὰ ὧν ἐστι δοτήρ. Ὃ γάρ ἐστι κατὰ φύσιν ὁ πάντων Δεσπότης μεθεκτῶς ἔσται καὶ παρ' αὐτοῦ τὰ πεποιημένα, ὥστε καὶ ἄγαμαί τι καλῶς εἰρημένον τό" Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;" Ἐφαρμόσειε γὰρ ἄν, ὡς ἔοικεν, εἴ τις ἕλοιτο φιλοσοφεῖν, οὐχ ἡμῖν γε μόνοις τοῖς 652 ἐπὶ γῆς αὐτό, μᾶλλον δὲ ἁπάσῃ τῇ κτίσει. {Β.} Τί οὖν ἄρα τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; {Α.} Ἀναμελῳδοῦντος ἀκούω καὶ πνευματικὴν ὥσπερ τινὰ διακρούοντος λύραν τοῦ μακαρίου Δαβίδ, λέγοντός τε σαφῶς·" Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Φράζε δὴ οὖν, τὸ στερεοῦν οὐρανοὺς καὶ ἡ πᾶσα τῶν ὄντων δύναμις, Θεὸς ἂν εἴη μᾶλλον ἢ κτίσις; {Β.} Θεὸν ἔγωγέ φημι, καὶ μάλα εἰκότως. Ἐφείην γὰρ ἂν οὔτι που τοῖς πεποιημένοις τὸ μηδαμῇ δεῖσθαι Θεοῦ, κατορθοῦν δὲ μᾶλλον ἑαυτοῖς καὶ ἐκπορίζειν δύνασθαι τὰ δι' ὧν ἂν ἔχοι τὸ σῴζεσθαι καὶ συνεστάναι καλῶς, καίτοι διαπίπτοντα φυσικῶς εἰς φθοράν. {Α.} Στερεοῖ τοιγαροῦν τὸ Πνεῦμα τοὺς οὐρανοὺς οὐ κτιστῆς καὶ πεποιημένης οὐσίας τὴν μέθεξιν ἐμποιοῦν αὐτοῖς, ἀλλ' ὡς ἐνέργειαν Θεοῦ τὴν ἰδίαν αὐτοῦ δωρούμενον. Τὸ γάρ τοι συνέχειν τὰ ὄντα καλῶς, καὶ στερεοῦν εἰς διαμονὴν τὸ καταφθείρεσθαι πεφυκός, οἴκοθέν τε νοσοῦν τὴν εἰς τὸ μηδὲν ἀναδρομήν, παραδεικτικὸν ἂν εἴη τῆς τόδε τὸ πᾶν ἡνιοχούσης οὐσίας. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἥτις ποτέ ἐστιν ἡ τοῦ Θεοῦ φύσις ἐκ τῶν ἀποτελεσ μάτων μετρίως διαφαντάζεσθαι καὶ ἐννοεῖν ἡμᾶς ἀναπείθει λέγων·" Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν." Ἐξοίσει δὴ οὖν τὸ τῆς θείας φύσεως κάλλος εἰς ὄψιν ὥσπερ ἐμφανε στέραν, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Δυναμοῖ δὲ πάντως ἡ δύναμις καὶ στερεοῖ τὸ Πνεῦμα τοὺς οὐρανούς, οὐχ ὡς ἓν τῶν κτισμάτων ὑπό του παραληφθὲν εἰς ἐπι κουρίαν– ἀποπληξία γὰρ τοῦτο φρονεῖν ἢ λέγειν– ἀλλ' ὡς ἴδιον ὑπάρχον Πνεῦμα τοῦ τὰ πάντα δημιουργοῦντός τε καὶ δυναμοῦντος Θεοῦ· ἢ εἴπερ οὐχ ὧδε ἔχειν ἐροῦσιν, ἀποκρινάσθων αὐτοί, καὶ παραδεικνύντων ἡμῖν τὴν αἰτίαν δι' ἣν ὁ πάντων δημιουργὸς τὸ ἐν καλῷ κεῖσθαι τοῖς κτίσμασι καὶ τὸ τελείως ἔχειν εἰς εὐκοσμίαν διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐκμηχανᾶται καὶ δίδωσι. Δυναμοῖ γὰρ οὐρανούς, οἷς εἴπερ ἀπέχρη τὸ ἐκτίσθαι μόνον πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, οὐκ ἀναγκαία που πάντως ἡ διὰ τοῦ Πνεύματος πῆξις. Ἀλλὰ μὴν τοῦτο οὐκ ἀληθὲς ἐκδείξειεν ἂν ἡ ἐπ' αὐτῷ βάσανος, ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν· οὐκοῦν εὐδοκιμήσει τὸ ἔμπαλιν. {Β.} Ὀρθῶς ἔφης. 653 {Α.} Τί δὲ δὴ τὴν ἀνθρώπου φύσιν τε καὶ γένεσιν οὐκ εἰς τελειότητα τότε δὴ μόλις τὴν αὐτῇ πρεπωδεστάτην ἀνῆχθαί φαμεν ἡνίκα διὰ τοῦ Πνεύματος τὸν θεῖον ἐφ' ἑαυτῇ πεπλού τηκεν ἐξεικόνισμον; Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές, εἰ τόν γε τῆς φύσεως ὄλισθον, καὶ τὸν εἰς τὸ εὖ εἶναι μεταπλασμὸν διενθυμοῖτό τις. Διανενευκότος γὰρ τοῦ ζῴου πρὸς τὸ πλημμελές, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠρρωστηκότος, τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτὸ καὶ σημάντρου δίκην ἀπορρήτως ἐντεθειμένον ἀπενοσφίζετο Πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων συνειληχὸς ἀναπέ φανται; Ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν εἰς φθοράν, παράσημόν τε καὶ ἀκαλλὲς διὰ τὴν εἰσποίητον γεγονὸς ἁμαρτίαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεῖόν τε καὶ ἅγιον Πνεῦμα, μετα στοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον διὰ τοῦ πρὸς ἰδίαν ἡμᾶς μεταρ ρυθμίζειν ἐμφέρειαν. Τὸ τοίνυν συνέχον εἰς τὸ εὖ εἶναι τὸ ποιηθὲν καὶ κατακαλλύνειν εἰδὸς σχέσει τῇ πρὸς αὐτὸ καὶ διαμορφοῦν τὸ ζῷον εἰς ὁμοίωσιν Θεοῦ, κατόπιν ἰέναι διακεισόμεθα τοῦ Δημιουργοῦ, καὶ διὰ τῆς εἰς ἔκφυλον ἑτερότητα διακοπῆς διοικοῦμεν αὐτοῦ τὸ διαπρέπειν ἐν τελειότητι τῇ ἑκάστῳ πρεπωδεστάτῃ, τοῖς παρ' αὐτοῦ κτίσμασι δωρούμενον; Ἢ ἰσοφυές τε καὶ ὁμοούσιον εἶναι λέγοντες αὐτῷ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν, ὁλοκλήρῳ τῇ δημιουργίᾳ τιμήσομεν, καὶ ὅλην ὥσπερ αὐτῷ τὴν ἐπὶ τοῖς γεγονόσιν ἐνέργειαν ἀναθήσομεν, ἐκτετελεσ μένην δι' Υἱοῦ ἐν Πνεύματι; {Β.} Ὀρθῶς εἰρῆσθαι ταυτὶ φαίην ἂν ὅτι μάλιστά γε. {Α.} Ὅτι δὲ δι' Υἱοῦ ἐν Πνεύματι πάντα διὰ πάντων, καὶ μὴν καὶ ἐν πᾶσι τὸ ἐνεργὲς τοῦ Πατρὸς ἐκφαίνεται, πῶς οὐκ ἀταλαίπωρον κἀντεῦθεν ἰδεῖν; Ἀπόχρη μὲν γὰρ εἰς ἀπόδειξιν τὸ στερεοῦσθαι μὲν οὐρανοὺς τῷ Λόγῳ Κυρίου, εἶναι δὲ αὐτοῖς τὴν ὅλην ἰσχὺν ἐν Πνεύματι, κατὰ τὸ πάλαι καλῶς ὑμνούμενον. Παροίσω δ' οὖν ὅμως διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τερατουργοῦντα Χριστόν· γέγραπται γὰρ ὅτι" Ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν·" καί που καὶ τοῖς Ἰουδαίοις ἀνόσια πεφλυαρηκόσι καὶ τὴν ἀγροῖκον ἐπ' αὐτῷ δια θήγουσι γλῶτταν εἰκότως ἐπιτιμῶντα· ἔφασκον γὰρ ὅτι 654" Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων·" καὶ μεθ' ἕτερα·" Καὶ εἰ ἐγώ, φησίν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ." Νοῦ μὲν γὰρ ἐπέκεινα παντὸς καὶ πέρα λόγου τοῦ καθ' ἡμᾶς τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ὁμολογητέον τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῆς θεοπρε ποῦς ἐξουσίας τὴν ἐνέργειαν, καὶ ἄνθρωπος ὤν, ἐπεδείκνυτο. Τοιγάρτοι φησίν, ὡς τοῖς καθ' ἡμᾶς μέτροις ἐμβεβηκώς·" Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ." Τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν ἢ ἐκεῖνο λέγειν, ὅτι Καταβέβηκε καὶ εἰς ἀνθρώπους ἡ θεοπρεπὴς ἐξουσία καὶ δύναμις, εἴπερ ἐγὼ καθ' ὑμᾶς δι' ὑμᾶς γεγονώς, τερατουργῶ διὰ Πνεύματος. Βασιλείαν γάρ, οἶμαι, Θεοῦ τὴν ἐν Πνεύματι τῷ ἁγίῳ θεοπρεπεστάτην ἐνέργειαν εὖ μάλα διακαλεῖ, ἢ καὶ αὐτὸ τάχα που τὸ Πνεῦμα, κατ' ἐκεῖνο δὴ πάντως τὸ πρὸς ἡμᾶς εἰρημένον·" Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν." Ὅτε τοίνυν μεγαλουργεῖ μὲν ἐν Πνεύματι, καίτοι Θεὸς ὑπάρχων ὁ Υἱός, βασιλείαν δὲ θείαν ἀποκαλεῖ τὴν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ καρτερωτάτην τε καὶ ἄμαχον ἐξουσίαν, πῶς ἄν, εἰπέ μοι, πεποιῆσθαι λέγοιτο καὶ οὐχὶ πάντη τε καὶ πάντως ἐν ἀμείνοσιν ἡ κτίσις ἢ ἐν οἷς ὁ πάντων δημιουργὸς πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς τῶν ἄνω νοοῖτο πνευμάτων; Ἠγλάϊσται γὰρ ἐν κτίσματι, καὶ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν ἀποκεκέρδακεν ἑαυτῷ. Καίτοι τί δήποτε διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς καὶ δι' ὧν ἐνήργηκεν εἰς ἡμᾶς ἐν Πνεύματι Θεός, ὅτι κατὰ φύσιν ἐστὶν καὶ ἰσουργὸς τῷ φύσαντι, καὶ μὴν ἐπὶ τούτῳ καὶ ὁμοούσιος ἠξίου πιστεύεσθαι, καίτοι καθ' ἡμᾶς γεγονὼς ὁ Μονογενής;" Εἰ γὰρ οὐ ποιῶ, φησί, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Ὅτε τοίνυν ἐκ τῆς τῶν κατωρθωμένων ὑπερφυοῦς λαμπρότητος ἡ θεία φύσις διαγινώσκεται, ἐπράττετο δὲ ταυτὶ δι' ἐνεργείας τοῦ Πνεύματος, πῶς ἂν ἔτι κτιστὸν τὸ ἰσουργὸν τῷ Θεῷ καὶ συγκτίζον καὶ συζωοποιοῦν τὸ ζωῆς ἐπιδεές; Ἦ γὰρ οὐχὶ καὶ τὸ δύνασθαι ζωοποιεῖν μόνῃ περ ἂν πρέποι τῇ γε ἀληθῶς κατὰ φύσιν ζωῇ, τουτέστι Θεῷ; {Β.} Σύμφημι· γέγραπται γὰρ περὶ αὐτοῦ·" Ὁ μόνος 655 ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." {Α.} Μόνου τοιγαροῦν τὴν ἀθανασίαν οἴκοθέν τε καὶ ἐν ἰδίᾳ φύσει λαχόντος Θεοῦ καὶ ζωῆς εἶναι πεπιστευμένου, πῶς ἂν εἴη τὸ Πνεῦμα ζωοποιόν, καίτοι τελοῦν κατ' ἐκείνους ἐν τοῖς ζωοποιουμένοις, εἰ μὴ διαπέφευγε τὸ εἶναι κτιστός; Ἀλλὰ μὴν οὐχ ὧδε ἔχει· ζωοποιὸν γὰρ τὸ Πνεῦμα, ἥκιστά γε μὴν τῆς παρ' ἑτέρου ζωῆς μέτοχον ἢ ἐπιδεές· φενακισμὸς ἄρα καὶ ψευδηγορία τηνάλλως τὰ κατ' αὐτοῦ τοῖς θεομάχοις ἐξευρημένα. Ἀλλ' οὐκ ἀδελφὴν καὶ συμβαίνουσαν ταῖς παρ' ἐκείνων τερθρείαις εἰσδεδεγμένοι τὴν δόξαν, τὴν ἐπ' εὐθὺ βαδιούμεθα, διανευμάτων μὲν ὥσπερ καὶ ῥοπῆς τῆς εἰς πᾶν ὁτιοῦν ἀκαλλὲς καὶ ἐξεστραμμένον τὸν νοῦν ἀπαλλάττοντες, μόνοις δὲ τοῖς ἱεροῖς μυσταγωγούμενοι Γράμμασι, καὶ τὴν ἀκραιφνῆ τοῦ Πνεύματος δόξαν ἐνθένδε καταθεώμενοι, Θεὸν εἶναί τε καὶ ἐκ Θεοῦ πιστεύομεν, οὐκ ὀθνείοις τισὶ καὶ τοῖς θύραθεν ἀγαθοῖς κατηγλαϊσμένον, ἀλλ' αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὅσα καὶ Θεός. Καὶ γοῦν προσεκτέον γὰρ πανταχῇ ταῖς τῶν ἀποστόλων φωναῖς," Ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν." Καὶ περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Τιμοθέῳ φησὶν ὁ σοφώτατος Παῦλος·" Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα." Λαζάρου δὲ τὴν ὁμαίμονα μυσταγωγῶν ὁ Χριστός·" Ἐγώ εἰμι, φησίν, ἡ ἀνάστασις καὶ ἡ ζωή." Περὶ δέ γε τοῦ ἁγίου Πνεύματος·" Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν." Ὅτε τοίνυν ζωογονοῦντος τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός, ὄντος τε ζωῆς τοῦ Υἱοῦ, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, τίς ἂν ἀποτέμοι καὶ ἐξοικίσαιτο τῆς ζωῆς τὴν ζωοποιὸν αὐτῆς δύναμιν, καὶ οὐχ ἕτερόν τι τὴν ζωὴν ἀποφανεῖ παρ' ὅπερ εἶναι πεπίστευται, μᾶλλον δὲ ζωὴν οὐκ ἔτι; Τὸ γὰρ τοῦ ζωοποιεῖν δύνασθαι κατὰ φύσιν τητώμενον, πῶς ἂν ἔτι νοοῖτο ζωή; {Β.} Ζωοποιὸν τὸ Πνεῦμά φασιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωήν, οὐ μὴν αὐτόχρημα ζωήν. {Α.} Ἀλλ' οὐ θεσμοθέται καὶ ὁρισταὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον οἱ κίβδηλον οὕτω νοσοῦντες τὴν παραφθορὰν εἰσδεχθεῖεν ἄν, ἄμαχον ὥσπερ τι τὸ σφίσι δοκοῦν εἰσκεκο μικότες· ὑποτετάξονται δὲ μεθ' ἡμῶν τοῖς ἱεροῖς τε καὶ θείοις Γράμμασιν, οὐ τῆς παρ' ἑτέρου ζωῆς ὑπουργόν, ἀλλ' αὐτόχρημα ζωὴν ὑπάρχειν διακηρύττουσιν ἐναργῶς τὸ τῆς κατὰ φύσιν ζωῆς ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα. Ὧδε γάρ που πάλιν ὁ μακάριος ἔφη Παῦλος·" Εἰ δὲ τὸ 656 Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." Τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν εἴη δή που πάντως ἂν παρ' αὐτὴν οὐχ ἕτερον, κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. Εἴη γὰρ ἂν ὅπως οὐ ζωὴ τὸ ῥίζαν ἔχον τὴν ζωὴν καὶ πηγὴν ὥσπερ τινὰ τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ τοῦ Θεοῦ φύσιν; Ὅτι γὰρ ἐξ αὐτῆς ἐκπορεύεται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας οὐκ ἀσυμφανές, προκείσεται δὲ τοῖς γε ἀληθῶς ἀρτίφροσιν εὐκόλως ἰδεῖν, ἔκ γε τοῦ λελέχθαι σαφῶς·" Ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ ταῖς ἡμετέραις καρδίαις ἐνηυλισ μένον ζωοποιόν ἐστι Πνεῦμα. Τὸ δὲ ἴδιον τοῦ Θεοῦ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, εἰ ζωῆς τητᾶσθαι δώσομεν, εἴπερ ἐπακτὴν ἔχει τὴν ζωήν, πῶς οὐκ ἂν νοοῖτο δυνάμει νεκρόν; Ὃ γὰρ ἂν ἐνδέχοιτο παθεῖν, εἴπῃ τις ἄν, καὶ εἰ μήπω γέγονεν ἐν τῷ παθεῖν, ὡς ἅπαν, οἶμαί που, τὸ εἰσκεκρίσθαι δοκοῦν, ἢ καὶ εἰσποίητον ἀληθῶς, οὐκ ἀνύποπτον εἰς ἀπό στασιν, ἀλλ' ἐν φόβῳ τοῦ διαπεσεῖν. Φύσεως γὰρ οὐκ ἐρήρεισται νόμοις, οὔτε μὴν ἀκατάσειστον ἔχει τὴν ἕδραν τὸ ὡς ἐν τάξει συμβεβηκότος καὶ ὡς ἐν εἴδει βαφῆς τοῖς ἅπαξ ἑλοῦσιν ἐπερριμμένον. {Β.} Ἄραρεν οὖν ὅτι τὸ Πνεῦμα ζωή, φυσικῶς δηλονότι καὶ οὐ μεθεκτῶς. {Α.} Παντάπασι μὲν οὖν, ὦ ἑταῖρε, τοῦτο δὲ εἴσῃ καλῶς καὶ ἐξ ἑτέρων ἐννοιῶν. Θεοῦ μὲν γὰρ λέγοντος ἐπαΐοι τις ἄν, καὶ μονονουχὶ λειποταξίου γραφὴν καταχέοντος τῶν τῇ κτίσει λελατρευκότων·" Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ μένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν." Προσπεφωνηκότα δὲ τοῖς Ἰουδαίοις εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν·" Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Ὃ δὴ καὶ διατρανῶν εὖ μάλα καὶ καθιστὰς ἐναργὲς ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης εἰς τὴν τοῦ ἁγίου Πνεύματος φύσιν τε καὶ ἐνέργειαν ἀποφέρει λέγων·" Τοῦτο δὲ εἶπε περὶ 657 τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτρόπως καὶ ἰσοσθενῶς, τὸ Πνεῦμα καὶ ὁ Πατήρ, ἤγουν ὁ Υἱός, τῇ τῆς οὐσίας ταὐτότητι παρεπομένης, οἶμαί που, τῆς ὁμωνυμίας. Ὧδε γὰρ ἔχον τῇ φύσει τὸ χρῆμα, καὶ καθ' ἕτερόν τινα τρόπον ἐπιδείξαι τις ἄν. Ἁγίου γὰρ ὄντος Θεοῦ κατὰ φύσιν, ἅγιον οὐσιωδῶς τὸ Πνεῦμά ἐστι, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τοῦ ἁγίου Θεοῦ μεταλάχοι τις ἄν. {Β.} Οὐχ ὡς ἴδιον, φασίν, ἀλλ' ὡς ἐπακτὸν ἔχοντος τὸν ἁγιασμόν, διακομίζοντός τε τῇ κτίσει παρὰ Θεοῦ. {Α.} Προηγιασμένον οὖν ἄρα τὸ Πνεῦμα, τὸν οὐχ ἑαυτοῦ τοῖς κτίσμασιν ἐνίησιν ἁγιασμόν, εἴπερ εἶναί φαμεν ἀληθὲς ὡς ἔν γε παντὶ τῷ διακομίζειν ὑπειλημμένῳ τὸ δι' αὐτοῦ τυχὸν εἰς ἑτέρους διᾴττον εἴη δή που πάντως ἂν καὶ ἕτερον παρ' αὐτό. Διακομίσαι γὰρ ἂν οὔτι που τῶν ὄντων οὐδὲν ἑαυτὸ πρὸς ἑτέρους, οὐχ ὡς ἑαυτό. {Β.} Ἀληθές. {Α.} Οὐκοῦν, εἰ μὴ ἔστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι τίνα δὴ ἄρα λοιπὸν ἀπεκληρώσατο φύσιν. Καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιάφυκτον δυσφημίαν ὁ λόγος; {Β.} Ἔοικε. Πλὴν ἐκεῖνό φασιν ὅτι Χριστὸς ἔφη περὶ αὐτοῦ·" Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ. {Α.} Ἥκιστά γε, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον εἶναι λέγεται; Δεινοὶ δέ, ὡς οἴονται, τῶν θείων λόγων γεγονότες βασανισταί, καὶ ἰσχνοὶ λίαν, ἀνθότου, παρέντες τὸ κατασκέπτεσθαι δεῖν τὸ ἐτύμως ἔχον, κεκιβδηλευμένοις καὶ νόθοις ἐπινήχονται λογισμοῖς; Οὐ γάρ τοι φύσεως ἐδήλου διαφορὰν ἑαυτοῦ τε πέρι καὶ τοῦ Πνεύματος λέγων ὁ Υἱὸς ὅτι" Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Ἢ γὰρ ἂν ἔφη καὶ μάλα σαφῶς ὡς Λήψεται μὲν ἐξ ἐμοῦ τὸν ἁγιασμόν, ἀνθαγιάσει δὲ καὶ ὑμᾶς αὐτό. Φύσεως γὰρ ἐδήλου ταυτὶ τὴν εἰς ἀνισότητα διακοπὴν καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τὸν ἁγιασμὸν ἐν τῷ Πνεύματι κατεδείκνυ σαφῶς. Ἀλλὰ τουτὶ μὲν οὐκ ἔφη, λόγοις δὲ ὅτι κεχρήσεται τοῖς αὐτοῦ διὰ τὸ τῆς οὐσίας ταὐτὸν καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές, ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο τυχόν, λόγον εἶναι τοῦτο Χριστοῦ." Οὐ γὰρ λαλήσει, φησίν, ἀφ' ἑαυτοῦ οὐδέν, ἀλλὰ ὅσα ἀκούσει λαλήσει. 658" Ὥσπερ οὖν ὁ Υἱός, ὁμοούσιος ὑπάρχων τῷ Θεῷ καὶ Πατρί, Λόγος τε ὢν αὐτοῦ, τὰ αὐτοῦ λαλεῖ–" Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ," κατὰ τὴν Ἰωάννου φωνήν, ἐπεὶ μὴ ἕτερον παρά γε τὸ ἐν τῷ Θεῷ καὶ Πατρὶ τὸ θέλημα τοῦ Υἱοῦ–, κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τε καὶ λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ Χριστοῦ λαλεῖ, Πνεῦμα ὑπάρχον αὐτοῦ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν ταὐτότητι φυσικῇ τὴν αὐτοῦ δόξαν τε καὶ ταὐτοέπειαν ἔχον. Ἅγιον τοίνυν οὐ μεθεκτῶς οὐδὲ τῇ ἔξωθεν σχέσει τῇ πρὸς τὸν Υἱόν, ἀλλὰ φύσει καὶ ἀληθείᾳ τὸ Πνεῦμα αὐτοῦ. Καὶ ὥσπερ ἐστὶν ἀπόπληκτόν τε καὶ ἀμαθὲς ἄνθρωπον μὲν ὀνομάζεσθαι τὸν ἄνθρωπον ἀληθῶς, νοεῖσθαί γε μὴν παρὰ τοῦτο ἕτερον, οὕτω ἠλίθιον κομιδῇ Πνεῦμα μὲν ἅγιον ὀνομάζειν τὸ Πνεῦμα, τοῦ γε μὴν εἶναι κατὰ φύσιν ἅγιον ἀποσοβεῖν αὐτό, καὶ εἰς ἑτέραν ἐκτόπως καταβιάζεσθαι φύσιν. Οὐ γὰρ δόξης ἢ ὑπεροχῆς κατασημανεῖ τινα τρόπον τοὔνομα αὐτῷ, καθάπερ ἀμέλει τὸ Ἀρχὴ καὶ Θρόνος καὶ Κυριότης ἐπὶ τῶν εἰς τὸ εἶναι δι' αὐτοῦ παρενηνεγμένων· ἔσται δὲ μᾶλλον οἱονεὶ τῆς οὐσιώδους ποιότητος δεικτικόν, ὡσπερανεὶ καὶ τῷ Πατρὶ τὸ Πατὴρ καὶ τῷ Υἱῷ τὸ Υἱός. Καὶ εἴπερ ἐστὶ τῆς ἐσχάτης ἀσυνεσίας μήνυσις ἀκριβὴς τὸ Πατέρα μὲν ὀνομάζειν τὸν Θεόν, οὐκ εἶναι δὲ αὖ Πατέρα νοεῖν αὐτόν, ἢ καὶ Υἱὸν μὲν τὸν Υἱόν, οὐκ εἶναι δὲ τοῦτο λέγειν, πῶς ἂν ἀπαλλάξαιμεν τῶν ἐξ ἀμαθίας αἰτιαμάτων τοὺς ἁγιότητος φυσικῆς κατατολμῶντας ἀπογυμνοῦν τὸ φύσει τε καὶ ἀληθῶς ἅγιον Πνεῦμα; Εἴπερ οὖν ἅγιος κατὰ φύσιν Θεός, ἅγιον δὲ κατ' αὐτὸν καὶ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενον Πνεῦμα, τίς ἂν εἴη λοιπὸν ὁ τῆς ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ' οὐσίαν; Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι' οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶν ἐν ἡμῖν; Οὐ γὰρ ἐν κτίσματι μεθεκτὸν τὸ ὑπὲρ τὴν κτίσιν; ἢ οὐκ ἀληθὴς ὁ λόγος; {Β.} Καὶ μάλα. {Α.} Τί δέ; Οὐχὶ σοφός, μᾶλλον δὲ αὐτόχρημα σοφία Θεός; {Β.} Καὶ πῶς τοῦτο ἀμφίλογον; {Α.} Σοφὰ δὲ ἐν τίνι τὰ σοφούμενα, φράζε δή μοι πάλιν. {Β.} Ἐν σοφίᾳ δηλονότι. {Α.} Οὐκοῦν εἰ σοφοῖ τὸ Πνεῦμα τὰ σοφίας δεκτικά, σοφία που πάντως ἔσται καὶ νοηθήσεται. Τοῦτο δὲ ἔφαμεν εἶναι τὸν Θεόν. {Β.} Τί οὖν, εἰ καὶ ἄνθρωποι καὶ ἄγγελοι, φασί, σοφοί 659 τέ εἰσι καὶ εἰς τὸ σοφοῦν ἑτέρους ἐπιτήδειοι; {Α.} Ἀλλ' οὐ σοφίαν, ὦ τᾶν, τοῖς παρὰ σφῶν σοφοῦσθαι λεγομένοις ἐνιέντες ὡς Θεός, ἀλλ' εὐμαθείας τῆς σφῶν κοινωνοὺς ἀποφαίνοντες. Χρησμῴδημα γὰρ ἁγιοπρεπὲς φαίην ἂν ἔγωγε τὸ" Δωρεὰν ἐλάβετε, δωρεὰν δότε." Τὸ δέ γε Πνεῦμα τὸ ἅγιον ἰσουργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι' ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός·" Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός·" Καὶ μὴν καὶ ἑτέρωθι δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι" Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν." Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται·" Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." Χριστοῦ δὲ αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ' ἂν αὐτοὺς δεδιέναι πρέποι·" Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε. Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει," τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός·" Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντε τάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ' ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς·" Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;" Εἰδὸς οὖν ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ; Δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.