De synagogae defectu
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1424.1
πάλιν ἀνθυποστρόφως εὑρήσει κατὰ σύλληψιν τοῦ αὐτοῦ ρ, σημαῖνον ὕψιστος· ἑρμηνεύεται γὰρ δηλονότι τὸ μὰρ, ὕψιστος· ὅπερ τοῦ παναγίου Πνεύματος αἰνίττεται τὴν ὑπόστασιν· Θεὸν αὐτὸν πεφυκέναι καὶ εἶναι περιφραστικῶς ἡμᾶς διδασκούσης τῆς λέξεως· οὐδὲν γὰρ ἕτερον ὁ ὕψιστος πέφυκεν, ἀλλ' ἢ πάντως κατὰ φύσιν Θεός. Ταύτης οὖν ὑπὸ Θεοῦ τῷ πατριάρχῃ δοθείσης ἀντωνομασίας, εὕρηται σαφῶς προγεγραμμένον τε καὶ προδεδηλωμένον καὶ τὸ τῆς ἁγίας Τριάδος ἀποῤῥητότατον καὶ μυστικώτατον δόγμα, σαφῶς ἐξ ὀνόματος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐμφαινούσης καὶ σημαινούσης καὶ μυσταγωγούσης τῆς τοῦ Ἀβραὰμ προσηγορίας, κατὰ τὴν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἐπὶ τῆς θεολογίας ἀριδηλοτάτην ὀνομασίαν καὶ ἀπαρίθμησιν καὶ παράδοσιν.