Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogus cum Nestorio
Cyril of AlexandriaNest 1 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
76. 249 {ΝΕΣΤΟΡΙΟΣ.} Ὃταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [ἤ] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ ἤ Κυρίου ἤ̓ Ιησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οἷόν τι λέγω· Ὃταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ξοδ. μηνύων] ὁ̓ Απόστολος, λέγει·̓ Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός· οὐκ εἶπε δὲ,̓ Εξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ὄνομα τὸ μηνύον τὰς δύο γενέσεις, ήτοι Θεὸν [ξοδ. Θεὸς] καὶ άνθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι έφησεν·̔ Υμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ̔ Υψίστου πάντες· ὄθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. {ΚΥΡΙΛΛΟΣ.}̔ Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων·̓ Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ έξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ̓ Εμμανουὴλ, ό ἐστιμεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· Θεὸς ούν ὁ τεχθεὶς, κάν θέλῃς, κάν μὴ θέλῃς. {ΝΕΣΤ.}̔ Ο άγγελος τῷ̓ Ιωσὴφ εἶπεν·̓ Αναστὰςπαράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αίγυπτον, καὶ ίσθι ἐκεῖ έως άν είπω σοι· οὐκ εἶπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. {ΚΥΡ.}̓ Αλλ' ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· Πνεῦμα άγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις̔ Υψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ άγιον, υἱὸς̔ Υψίστου κληθήσεται. {ΝΕΣΤ.}̔ Ὀ Απόστολος έφη·̔ Εαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· όπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ένθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς άνθρωπος. {ΚΥΡ.} Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, ουτω καὶ ἡ θεοπρεπὴς Παρθένος έτεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. {ΝΕΣΤ.} Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ έστιν ούν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; {ΚΥΡ.}̔ Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ένα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. {ΝΕΣΤ.} Διαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. {ΚΥΡ.}̔ Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, ότἱ Ο Λόγος σὰρξ ἐγένετο. {ΝΕΣΤ.} Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαἰ Ιησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· όθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. {ΚΥΡ.} Παῦλος λέγει· Χριστὸς άπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται. Καὶ πάλιν·̔ Αμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ· καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ίδε ούν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. {ΝΕΣΤ.} Αὐτοῦ λέγοντος·̔ Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα. Τίνα ούν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, ἤ τὴν ἀνθρωπότητα; Οὐκ εἶπε γὰρ ὁ Χριστὸς,̔ Ο τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. {ΚΥΡ.}̓ Εγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· όθεν ὁ Σωτὴρ έφη· Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ άρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα· οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. {ΝΕΣΤ.} Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, ού είνεκεν έχρισέ με· καὶ διὰ τοῦτό φησιν· Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, έλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· νόει ούν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. {ΚΥΡ.}̓ Εγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ένα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ένα εἰς δύο οὐ διαιρῶ. {ΝΕΣΤ.} Πῶς ἀγνοεῖν λέγεις τὴν ώραν, ήν ὁ Υἱὸς οὐκ οἶδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Η πῶς εἰδὼς ἀρνεῖται [ξοδ. άρχεται]; Η μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (ξοδ. τὸν ἀγνοίας μετέχοντα τόπον); {ΚΥΡ.} Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ώραν, τὰ πάντα εἰδὼς καὶ έχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς εἶπεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ' ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. {ΝΕΣΤ.} Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ' ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί ούν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. {ΚΥΡ.}̔ Ημεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ' ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε άρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς εἶπεν· Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' όταν θέλω λαμβάνω αὐτήν· οὐδεὶς δὲ άνθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός. {ΝΕΣΤ.} Λέγεις ότι έπαθεν ὁ Υἱός; Επαθεν ούν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις ότι ὁ Πατὴρ οὐκ έπαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν. {ΚΥΡ.} Ούτε τὸν Πατέρα λέγω παθητὸν, ούτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ' ἀπαθὲς μὲν τὸ Θεῖον, ότι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. {ΝΕΣΤ.}̓ Εγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶνἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις. {ΚΥΡ.}̔ Ομολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· όθεν, Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν· τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ὄνομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν·̓ Εξ ών ὁ Χριστὸς, ὁ ών ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.̓ Αμήν.

Intertext edge

Open linked passage

Note