Encomium in sanctam Mariam deiparam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
q.1
Encomium in sanctam Mariam deiparam̓ Εγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον. Φαιδρὸς ἡμῖν ὁ λόγος, καὶ χάριτος ἐμπεπλησμένος, ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος. Καὶ γὰρ σφόδρα μου ἐν λύπῃ ὑπάρχοντος διὰ τὴν παράνομον βλασφημίαν Νεστορίου διήπειρον τοῦτο τὸ πολύκλονον καὶ πολυειδὲς καὶ ἀγγελικὸν καὶ ἐπουράνιον θέατρον. Ου τοι οἱ τῆς εὐσεβείας διδάσκαλοι, οἱ στύλοι καὶ ο ροφοι τῆς πίστεως, οἱ πύργοι οἱ ἀσάλευτοι, οἱ λιμένες οἱ γαμνοφόροι, οἱ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι, οἱ σοφοὶ ἀρχιτέκτονες, οἱ τὸν αἰθέριον πλοῦν, καὶ ἰσάγγελον βίον ἐπὶ γῆς διάγοντες, οἱ τῶν προφητῶν σύσκηνοι, καὶ τῶν ἀποστόλων σύνθρονοι, καὶ τῶν ἁγίων̓ Εκκλησιῶν προστάται, οἱ τῆς μιαρᾶς βλασφημίας ε κδικοι, οἱ τῆς ἡμετέρας πτωχείας, μᾶλλον δὲ εὐφημίας, σοφοὶ ἀντιλήπτορες, οἱ τὸν καλλιεπῆ καὶ θεόμορφον τῆς ἀρχιερωσύνης θρόνον ἐπέχοντες, οἱ τὰ μελίῤῥυτα πηγάζοντες νάματα, οἱ τῆς Θεοῦ φρονήσεως πνευματικοὶ ῥήτορες, οἱ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ ὁδοιπορίᾳ βαδίσαντες, ου ς ου τε καύσων, ου τε πελάγη θαλάττης, ου τε κυμάτων μαινομένων θυμὸς α γριος, οὐ ζαλώδεις τρισκυμίαι εἰς ο κνον ἐνέβαλεν, ἀλλὰ τοῖς πιστοφόροις βήμασι σκιρτῶντες ἐνταῦθα γεγόνασι, πάντα ο κνον καταλείψαντες διὰ πόθον, μᾶλλον δὲ φόβον Κυρίου, καὶ ἀναλαβόντες τὸν σταυρὸν ὡς σοφοὶ ε κδικοι τῆς Θεοτόκου Μαρίας, ἐνταῦθα παραγεγόνασιν. Διὸ καὶ θαῤῥοῦντες ταῖς εὐχαῖς αὐτῶν ταῖς ἁγίαις, ὀλίγα τινὰ χαιρετίσωμεν ταύτην τὴν πόλιν, καὶ ου τως ἐπὶ τὰ ἐγκώμια τῆς Θεοτόκου ἐκτενῶ μου τὸν λόγον. Χαίροις, ὠ Εφεσίων πόλις, μᾶλλον δὲ θαλασσοθέα, διότι ἀντὶ λιμένων ἐπιγείων λιμένες ἀγγελικοὶ καὶ ἐπουράνιοι πρὸς σὲ παραγεγόνασιν. Χαίροις, τῆς̓ Ασιανῆς διοικήσεως τὸ καύχημα, ο τι καθάπερ μαργαριτῶν τιμίων τοῖς τῶν ἁγίων ναοῖς κύκλῳ περιοικοδομῆσαι, καὶ νῦν ὑπὸ πολλῶν ἁγίων Πατέρων καὶ πατριαρχῶν ἰχνοπατουμένη ἁγιάζῃ. Εὐλογοῦνται γὰρ ἀληθῶς καὶ αἱ πύλαι, καὶ αἱ ῥύμαι, καὶ οἱ λιμένες, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ. Οπου γὰρ πολλοὶ ποιμένες ἐλαύνουσιν, πολὺς γίνεται δι' αὐτῶν ὁ τῆς ἁγιωσύνης σύλλογος· καὶ μάλιστα ου τοι οἱ φιλόθεοι καὶ φιλόπιστοι, καὶ ἰσάγγελοι, ἐξελαύνουσι πᾶσαν σατανικὴν ἐνέργειαν, καὶ̔ Ελληνικὴν εἰδωλομανίαν, Πορφυριανῶν τε καὶ Σαβελλιτῶν, Φρυγῶν τε καὶ̓ Απολιναριτῶν, Φωτινῶν, καὶ....... καὶ πᾶσα ἁπλῶς αι ρεσις μιαρὰ καταισχύνεται, δοξάζεται δὲ τὸ τῆς ὀρθοδόξου πίστεως καύχημα. Χαίροις δὲ καὶ αὐτὸς, τρισμακάριἐ Ιωάννη, ἀπόστολε καὶ εὐαγγελιστὰ, τῆς παρθενίας τὸ καύχημα, τῆς ἁγνείας διδάσκαλε, τῆς τῶν δαιμόνων πλάνης ἐξολοθρευτὰ, τοῦ ναοῦ τῆς̓ Αρτέμιδος καθαιρέτα, τῆς̓ Εφεσίων λιμὴν καὶ πρόμαχος, τῶν πτωχῶν τροφεὺς, τῶν θλιβομένων καταφυγὴ, τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Χαίροις, ἀμίαντον σκεῦος σωφροσύνης ἐμπεπλησμένον. Σοὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν̓ Ιησοῦς Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἀναλαμβανόμενος τὴν Θεοτόκον καὶ̓ Αειπαρθένον, ὡς παρθένῳ παρέδωκεν. Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε, Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον. Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη, Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα· μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα, καὶ γάλακτι σῷ τραφέντα· δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα. Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου, μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου, καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν, καὶ ἡ πύλη σου ἐκέκλειστο. Συνέλαβες γὰρ ἀσπόρως, θεοπρεπῶς δὲ ἐγέννησας. Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς, μᾶλλον δὲ α γιος, καθὼς βοᾷ ὁ προφήτης Δαβὶδ λέγων·
q.2
Αγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος. Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ α σβεστος.̓ Εκ σοῦ γὰρ ὁ Ηλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν α νευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, ΜαρίαΘεοτόκε, δι' η ν προφῆται κελαδοῦσιν, δι' η ν ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον υ μνον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Χαίροις, Μαρία Θεοτόκε, δι' η ν α γγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους υ μνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι' η ν μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι' η ν τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι' η ν̓ Ιωάννης ε τι ω ν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ η ς ὁ̓ Απόστολος βοῶν ε λεγεν·̓ Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν̓ Ιησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις·̓ Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.̔ Ο λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ι δε φῶς μέγα. Ποῖον α ρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν̓ Ιησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα α νθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι' η ν ἐν Εὐαγγελίοις κηρύσσεται· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· δι' η ν καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις̓ Εκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾳ δου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς η νθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ̓ Ιορδανικὸν ε ῤῥευσεν. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς ὁ̓ Ιωάννης καὶ̓ Ιορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι' η ς πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται. Γέγραπται γάρ·̔ Ως ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν̓ Ιησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ποίαν εἰρήνην; η ν βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, ο τι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν̓ Ιησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε α τρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν.̓ Αλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, ο τε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ο ν̔ Ιερεμίας ὁ προφήτης ἐκήρυξε λέγων,̓ Εφώνησε πέρδιξ, συνήγαγεν α οὐκ ε τεκεν· καὶ πάλιν ὁ μιαρὸς ου τος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως ει πωμεν·̓ Αγαθὸν πεποιθέναι ἐπὶ Κύριον, η πεποιθέναι ἐπ' α ρχουσιν. Ου τος γὰρ,
q.3
ου τος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς ει πωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· Ου τοι ἐν α ρμασι, καὶ ου τοι ἐν ι πποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, η πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, ε χων τὸν προφήτην Δαβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα·̓ Ελάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. Τίς η κουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς α νθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην! Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν̓ Ιουδαίων ἀπότομον τόλμαν, η ν κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν ε δωκεν;̔ Ο βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, ο τι Ανθρωπον ἐσταυρώσατε. Ετι δὲ καὶ πλάνην̔ Ελλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον̓ Αρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ο ν ἐγκύψας καὶ ου τος ἐβλασφήμησεν· οι μοι! πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· ῳ δὲ ἐῤῥέθη· Αφρων, ταύτῃ τῇ νυκτὶ οἱ α γγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· α δὲ ἡτοίμασας, τίνι ε σται; Οσον γὰρ ἀνηνέχθης εἰς υ ψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰςβάραθρον βλασφημίας ἐμπεσὼν, ο ν οὐκ ε πεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ υ ψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ο ν ὀπτασία Χριστοῦ ἐπ' ο ψιν ε ῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ο ς τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ε να Κύριον, μίαν πίστιν, ε ν βάπτισμα, ε να Πατέρα, ε να Υἱὸν, ε ν Πνεῦμα α γιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ πάλιν ὁ αὐτός· Πνεῦμα α γιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις̔ Υψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον α γιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος. Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου Δαβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· Κύριος ει πεν πρός με· Υἱός μου ει σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ ὁ μεγαλόφρων̔ Ησαΐας, υἱὸς̓ Αμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων·̓ Ιδοὺ ἡ Παρθένος ἐν γαστρὶ ε ξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ο νομα αὐτοῦ̓ Εμμανουὴλ, ο ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.̓ Αλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; κα ν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· Τί ἡμῖν καὶ σοὶ,̓ Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; η λθες ω δε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς πρὸ καιροῦ, ἀλλὰ καὶ νῦν ἐπὶ σὲ ε φθακεν. Εδει μὲν ἐλθεῖν τὸν̓ Αντίχριστον· ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας. Ου τε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· Εἰ Υἱὸς ει τοῦ Θεοῦ, εἰπὲ ι να οἱ λίθοι ου τοι α ρτοι γένωνται. Ω πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος! οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ου τος τὸν Υἱὸν Θεοῦ εἰς
q.4
α νθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον ο ντα τῆς ὀρθοδόξου πίστεως, ε τι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν· ἀλλ' οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι. Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς, ἐνόμισε δι' αὐτῶν νικᾷν τὴν ἀλήθειαν, καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν· ἐν λιμένι διάγων, ἐναυάγησε, μὴ κατέχων τοὺς τῆς πίστεως οι ακας. Διὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς, καὶ θέατρον τραγῳδίαςο λῃ τῇ οἰκουμένῃ.̓ Ενόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας, μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ ἀρχαγγέλων φωνὰς, ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν, καὶ ἀθεΐαν περιβεβλημένος, λοιμὸν καὶ α θεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν.̓ Αλλ' οὐχ ευ ρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν. Οὐ γὰρ ο πλοις στρατιωτικοῖς θαῤῥοῦμεν, οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ, ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα. Τὰ γὰρ ἡμέτερα ο πλα οὐ σαρκικὰ, οὐδ' ἐπίγεια, ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια, καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν.̓ Αλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε· καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης, χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν, καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος· διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον. Οτι γὰρ τούτων ου τως ο ντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον, τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης, Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως̔ Ρώμης, ο ς καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε, λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας. Καὶ παρήκουσας δὲ αὐτοῦ, καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου· ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος, τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας, καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας. Εγραψας γὰρ κακίαν, καὶ οὐδ' ο λως ἀγαθωσύνην. Διὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης, καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς, καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως, ε πειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης, ου περ ἀναξίως ἐτύγχανες Διὰ τοῦτο ο ψονται οἱ δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν·̓ Ιδοὺ α νθρωπος ο ς οὐκ ε θετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' η λπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.̔ Ημεῖς δὲ πάντες οἱ τῇ ἀληθείᾳ ἐξακολουθήσαντες τοῦ Εὐαγγελίου, ἐσόμεθα, κατὰ τὸ προφητικὸν ἐκεῖνο ῥῆμα, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ Θεοῦ, δοξάζοντες Θεὸν Πατέρα παντοκράτορα, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ τὸ Πνεῦμα τὸ α γιον, τὸ ζωοποιὸν καὶ ζωὴν παρέχον πᾶσιν, ὑποτασσόμενοι βασιλεῦσι πιστοτάτοις, τιμῶντες καὶ τὰς ἐν τῇ παρθενίᾳ διαλαμπούσας ἁγίας βασιλίδας· τῇ δὲ ὑπὸ γάμον ὑπερευξόμεθα υἱὸν ἰδεῖν ἐξ αὐτῶν γεννηθέντα, καὶ διαμεῖναι τὸ φιλόθεον καὶ φιλόπιστον καὶ ὀρθόδοξον βασίλειον ἐν Χριστῷ̓ Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ῳ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.̓ Αμήν.