Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Danielem
Cyril of AlexandriaDani 1 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
IN DANIELEM PROPHETAM Τοῦτο δ' ἦν ἕτερον οὐδὲν πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς δόξης τοῦ Θεοῦ, κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνημένον τὸν ἴδιον λαόν. Βίβλοι ἠνεῴχθησαν. Ὅτε γὰρ ἐν εἴδει γέγονε τῷ καθ' ἡμᾶς ὁ Μονογενὴς, τότε καὶ βίβλους ἀνέῳξεν ὁ Πατήρ· καὶ ἀνῆκε μὲν τοῦ κρίνεσθαι τοὺς ἐνόχους ἁμαρτίαις, ἐφῆκε δὲ τοῖς ἀνδριζομένοις τὸ ἐγγράφεσθαί τε καὶ ἐναριθμεῖσθαι λοιπὸν τοῖς ἄνω χοροῖς καὶ ἐν μνήμῃ κεῖσθαι. Καὶ τί ἐστιν, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν; Ἆρα τοπικῶς; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; ὅτι μὴ ἐν τόπῳ τὸ Θεῖον· πληροῖ γὰρ τὰ πάντα. Τί οὖν ἐστι τὸ, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν; Εἰς τὴν δόξαν τοῦ Πατρὸς δηλονότι ἔφθασεν ὁ Υἱός. Καὶ πόθεν τοῦτο ἔστιν ἰδεῖν, ἔφη πάλιν αὐτὸς ἐφεξῆς· Αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ βασιλεία. Ἤκουσε γὰρ τοῦ Πατρὸς λέγοντος· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Intertext edge

Open linked passage

Note