Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ad Romanos
Cyril of AlexandriaRoma 174 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
174.1
Περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ 175 σάρκα. ΤΟΝ γεμὴν ἐκ σπέρματος Δαυεὶδ γεγονότα, κατὰ τὴν σάρκα ὡρίσθαι φησὶν εἰς υἱὸν Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν. ὡρίσμεθα μὲν γὰρ καὶ ἡμεῖς εἰς υἱοὺς, ἀλλ' οὐκ ἐν δυνάμει μᾶλλον, ἀλλ' ὡς ἐν χάριτος μοίρᾳ, τῆς κλήσεως ἀξιούμενοι καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς τὸ χρῆμα κερδαίνοντες· ὁ δέ γε Ἐμμανουὴλ οὐκ ἂν ὧδε ἔχοι· πολλοῦ γε καὶ δεῖ· ἀλλ' εἰ καὶ γέγονεν ἐκ σπέρματος τοῦ Δαυεὶδ κατὰ σάρκα, καὶ ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν λογίζεται Θεοῦ διὰ τὸ ἀνθρώπινον, ἀλλ' οὖν ἐν δυνάμει καὶ ἀληθείᾳ κατὰ φύσιν Υἱός ἐστι, δι' οὗ καὶ ἡμεῖς υἱοποιούμεθα· εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς τὸ αὐτοῦ Πνεῦμα πεπλουτηκότες διὰ τοῦ ἁγίου 176 βαπτίσματος, τότε δὴ τότε καὶ ἀνεπιπλήκτως φαμέν" Ἀββὰ ὁ" πατήρ·" οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ πρὸς τὸν φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο. Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Πῶς δὲ γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις; ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσῃ; Ἐντιμότεροι τῶν ἄλλων οἱ προεγνωσμένοι καὶ νόμον λαχόντες παιδαγωγὸν, καὶ ὑποσχέσεις ἔχοντες ἐπὶ Χριστῷ, καὶ δὴ καὶ ἀπειληφότες καὶ προκεκλημένοι τῶν ἄλλων· ἔφασκεν γὰρ ὁ Σωτήρ" Οὐκ ἀπεστάλην εἰ μὴ πρὸς τὰ" πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·" καὶ τῶν διὰ πίστεως ἀνασεσωσμένων ἀπαρχὴ γεγονότες. οὐ γὰρ εἴ τινες ἐκ φρενοβλαβείας τοῦ πιστεύειν ἀπώλισθον, ταύτῃτοι, φησὶν, ἀφαμαρτήσειεν ἂν τοῦ καὶ ἀληθὴς εἶναι Θεός; οὐκοῦν πέπομφε μὲν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, πεπιστεύκασι γεμὴν οὐ πάντες αὐτῷ· ἆρ' οὖν ὅτι γεγόνασί τινες ὑβρισταί τε καὶ ἄπιστοι, οὐκ ἔσται ὁ Θεὸς ἀληθὴς διὰ τοῦτο; μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης· ἀντὶ τοῦ νοείσθω τε καὶ λεγέσθω πρὸς ἡμῶν ἀληθὴς, καθοριζέσθω δὲ ὥσπερ ἀνθρώπου παντὸς τοῦ ψεύδους τὸ κατηγόρημα. ἄτρεπτος μὲν γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἡ θεία φύσις ἐστίν· σεσάλευται δὲ λίαν ἡ ἀνθρώπου φύσις καὶ ὅσον ἧκεν εἰς τὸ ἐγχωροῦν πᾶς ἄνθρωπος 177 Ψεύστης· καταθλεῖ γὰρ ἔσθ' ὅτε τῆς ἀνθρώπου διανοίας ὡς ἁμαρτία τὸ ψεῦδος, καὶ δέχεταί πως ἡ φύσις καὶ τοῦ τοιοῦδε τὴν νόσον· ἐπὶ δέ γε τοῦ πάντων κρατοῦντος Θεοῦ, τοιοῦτόν τι νοεῖν ἢ λέγειν οὐ θέμις. οὐκοῦν τό γε δύνασθαι παθεῖν τὸ ψεῦδος τὴν ἀνθρώπου φύσιν, ἤγουν τὴν διάνοιαν, ἀληθὲς ἔσται τὸ κατηγόρημα· οὕτω που φησὶ καὶ ὁ μακάριος Δαυείδ"̓ Εγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης·" ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος περί τε Θεοῦ καὶ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου Γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ἄδικος. Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γεγενήται· μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευσθέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν καὶ πληροῦν εὐχὰς καὶ προσάγειν θυσίας, γεγόνασι ῥᾴθυμοι, προφασιζόμενοι πτωχείαν καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν· ταύτῃ συμμέτροις ἐσωφρονίζοντο παιδείαις, ἀφορίαις καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγοντας, καὶ ἔφασκον ἀμείνους ἑαυτῶν ὑπάρχειν ἐκείνους· καὶ γοῦν ἔφασκε πρὸς αὐτοὺς Μαλαχίας ὁ προφήτης" Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς" λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελα" λήσαμεν κατὰ σοῦ; εἴπατε, φησί Μάταιος ὁ δουλεύων" Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ," καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παν" τοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ" ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα· ἀντέστησαν Θεῷ καὶ" ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, 178" ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος" καὶ εἰσήκουσε." ταύτης ἕνεκα, φησὶ, τῆς αἰτίας ᾤοντό τινες τοὺς ἰουδαίους λέγειν Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά· ἔνδικον γεμὴν τὸ κρῖμα εἰπὼν, ἢ τῶν ἰουδαίοις ἐπιφημιζόντων ἐκεῖνα, ἤγουν τῶν λέγειν ἀποτολμώντων Ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι" ἦσαν δίκαιοι ἀμφό" τεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ" Χριστοῦ ἄμεμπτοι," καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς" κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἄμεμ" πτος." ἀλλ' ὁ ἐν τούτοις ἄμεμπτος, οὔπω πέπραχε τὰ δι' ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος· καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο· ζητοίη δὲ πάλιν" τὸ" ὑπερέχον τῆς γνώσεως Χριστοῦ." κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας· ταύτῃ τοι ἑτέρωθί φησιν" Εἰ" γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον" περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ·" πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσά πως ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου καθίστασθαι. καὶ ὅτι φορτικὸς ἀληθῶς, διωμολογήκασιν ἐναργῶς οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γάρ" Νῦν οὖν τί πειράζετε" τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν," ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;" ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ' ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δημιουργὸν, Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι, ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ" οὐκ ἐξ ἔργων τῶν ἐν" δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ 179" αὐτοῦ ἔλεος·" αὐτὸς γὰρ ἦν ὁ καὶ πάλαι λέγων διὰ φωνῆς προφητῶν" Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ" μὴ μνησθήσομαι·" διάττει γεμὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, ἰουδαίους τέ φημι καὶ ἕλληνας, ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δόξα Θεοῦ δὲ νοοῖτ' ἂν εἰκότως, τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν· κατόπιν δὲ πάντως τῶν τῆς θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις· παρώλισθον γὰρ καὶ τῶν ἀγγέλων τινές. πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ" ἀνακεφαλαιώ" σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ" τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι· τέθειται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι· ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα, σέσωκε τὴν ὑπ' οὐρανὸν, ἵλεών τε καὶ εὐμενῆ κατέστησεν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. Τίς γὰρ ὅλως ἢ ἐπὶ τίσιν καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν ἐξεκλείσθη φησὶν ἡ καύχησις, τουτέστιν ἐκβέβληται καὶ ἀνῄρηται, τόπον οὐκ ἔχουσα παρ' ἡμῖν οὐδένα· ἐξεκλείσθη δὲ τίνα τρόπον; τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν, ἐλέῳ καὶ χάριτι δικαιούμενοι δωρεὰν ἐν Χριστῷ. Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; Ἔφη τῷ θεσπεσίῳ Μωυσεῖ ὁ τῶν ὅλων Θεός" Προ" φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ" σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα" λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρω" πος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ ὅσα ἂν 180" λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ" αὐτοῦ." πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν παρ' αὐτοῦ προσιέμενοι λόγον; καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶται τῆς ἀληθείας τὴν μόρφωσιν· οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστέρους. Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα ἀλλ' οὐ πρὸς τὸν Θεόν. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν Εἴρηταί που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τό" Θέλεις δὲ" γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων" νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδι" καιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσια" στήριον;" ἆρ' οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τί οὖν πρὸς ταῦτά φαμεν; εἰς γῆρας ἐληλακότι λοιπὸν, ἀδοκήτως λίαν ἐπηγγέλλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύϊ 181 φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα· ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ, δεδικαίωται παρ' αὐτῷ, καὶ γέρας ἀντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστίαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἐπί γε τῷ Ἰσαὰκ χρησμῴδημα· ἀλλ' ἦν καὶ ἐπ' αὐτῷ πιστὸς καὶ φιλόθεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητής" Ἡ πίστις συνήργει τοῖς ἔργοις" καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη·" ἔφη δέ που καὶ αὐτὸς ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἁβραάμ" Πίστει προσενήνοχε τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν" μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος," πρὸς ὃν ἐλαλήθη Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·" λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός." οὐκοῦν κἂν εἰ λέγοιτο τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ' ἦν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐναργής. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων" Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν" υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς" αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." ἔδωκε γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον υἱόν· ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑτέρου τινὸς χάριν γέγονε" σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ἢ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας, καταργήσῃ δὲ καὶ αὐτὸν" τὸν τὸ κράτος

Intertext edge

Open linked passage

Note