Fragmenta in sancti Pauli epistulam ad Romanos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
185.1
Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ· εἰ γὰρ δὴ, φησὶ, τὸ ἐξ ἑνὸς, ἤτοι δι' ἑνὸς, κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ' ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν ὡς ἔφην τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἂν γένοιτο καὶ πίστει παράδεκτον καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἢ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μωυσέως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται Χριστὸς ὁ δεύτερος Ἀδὰμ, ὁδῷ τῇ πρώτῃ βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δέ φαμεν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προήκοντα γεμὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν, ἀλλ' ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς" οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στό" ματι αὐτοῦ." Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς κ. τ. λ. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν· οὐ γὰρ δὴ, φησὶ, φαίη τις ἂν ὡς ἦν εἰκὸς κατισχῦσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι' ἑνὸς θάνατον, εὐσθενείας γεμὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ. 186 Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα κ. τ. λ. Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέσιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα καί φησιν Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος καὶ τὰ ἑξῆς. κατακεκρίμεθα μὲν γὰρ, ὡς προεῖπον, ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥίζης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς, γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος· δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προσκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς· κατώλισθε γὰρ εἰς φθοράν· τότε καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. Ἀλλ' εἴποι τις ἄν Ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο· εἶτα πῶς ἁμαρτωλοὶ δι' αὐτὸν κατεστάθησαν οἱ πολλοί; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ; καίτοι Θεοῦ λέγοντος" Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων," οὔτε τέκνα ὑπὲρ πατέρων," ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται·" τίς οὖν ἂν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται· ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον· πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ὅλος ἦν καὶ διὰ παντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτῷ· ἐπειδὴ δὲ πέπτωκεν ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων 187 νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πώποτε, ἀλλ' ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας. ὥσπερ τοίνυν ἠῤῥώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Διαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνό που καὶ λέγει" Τύπος ἦν τοῦ μέλλοντος" ὁ Ἀδὰμ, καὶ ὥσπερ ἐν ἐκείνῳ κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι' ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι· εἶτα ποία γέγονε τῶν διὰ Μωυσέως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία; πρὸς δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· τὸ δέ Παρεισῆλθεν, ἀντὶ τοῦ παρεισβέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως καὶ τὴς ἐν Χριστῷ δικαιοσύνης. καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος Ἵνα πλεονάσῃ τὸ παράπτωμα. τί φῂς, ὦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος, καὶ πεπλήθυνται δι' αὐτοῦ τὸ παράπτωμα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρῦναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαυεὶδ ὅτι" πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρη" στότητα, οὐκ ἦν ἕως ἑνός·" διεφθάρκασι μὲν γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃτοι καὶ ἐκολάζοντο, κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμὸν, ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ' οὖν 188 καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. πεπραχότας δὴ οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπτετο· ἀλλὰ δεῖν ᾠήθη καὶ μάλα ὀρθῶς πολὺ νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γάρ φαμεν οὐ τὸν ἤδη δίκαιον, ἀλλ' εἴ τις ἐστὶν ἁμαρτίαις ἔνοχος· πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἵνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο τὸ παράπτωμα, μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενὲς, ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα· ταύτῃτοί φησιν Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις· ἔδει γὰρ εἶναι τοσαύτην ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου. Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν; Βεβαπτίσμεθα μὲν ὁμολογουμένως εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐρεῖ· μάλιστα μὲν γὰρ ὀνόμασί τε καὶ ὑποστάσεσι καὶ προσώπων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πως Πατὴρ πρὸς Υἱὸν καὶ πρὸς ἄμφω τὸ Πνεῦμα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς δ' αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ καὶ οὐ Πατὴρ, Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἁγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας