Fragmenta in sancti Pauli epistulam ad Romanos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
209.1
Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον καλεῖ διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν, καὶ ἵν' εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστὸν, ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν· δι' αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ θανάτου τῆς σαρκός· οὐκ ἀποθάνοντες, ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου, τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθερωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. Μακρὸς μὲν αὐτῷ ἐκπεποίηται λόγος, βασανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος, ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τὸ γεμὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος εἰ τῷ μὲν νοῒ δουλεύειν τῷ θείῳ διισχυρίσαιτο νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη" Τὸ γὰρ" θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ." 210 πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ, κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν· ἀλλ' ἐν Χριστῷ πέπαυται τὸ κατακρίνον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ. Ἀναγκαῖον δὲ οἶμαι πρὸς ἀκριβῆ διασάφησιν τῶν ἐν τούτοις ἐννοιῶν ἐκεῖνο εἰπεῖν· ὥσπερ γὰρ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικὸν, τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν· ἀλλ'" ὁ μὲν σπείρων εἰς τὴν σάρκα ἐκ τῆς" σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ" τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον." οὐκοῦν ὁ μὲν νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ νόμῳ Θεοῦ· ἀλλ' ἠῤῥώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐῤῥώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι' αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν" ἐξ ὕψους δύναμιν" ἠμφιέσμεθα, ταύτῃτοι καὶ λελυτρώμεθα, καὶ ὑπεζεύγμεθα μὲν οὐκ ἔτι τῷ κακῷ· κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθουργίαν καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀρχαίας ἀσθενείας 211 ἀπήλλακται, τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, ἠλευθέρωσέ με, φησί· καὶ οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδοὺς, γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πως ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἠλευθερωμένους τε διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίας, ἰδιώτης δὲ εἶναί φησι τῷ λόγῳ. ταύτῃτοί φαμεν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τι βραχὺ πρὸς ἐντελῆ διασάφησιν· ἔδει γὰρ εἰπεῖν Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς λέλυται τυχὸν ἢ πέπαυται· εἶτα προσεπενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὧδε τῆς τῶν λέξεων συνθήκης, κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον, πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου, καὶ ποῖον ἂν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου, καὶ ποίου νόμου· λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθὸν, κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνα 212 σθαι δρᾶν αὐτό· ἔφη γὰρ ὅτι" Τὸ γὰρ θέλειν παράκειταί" μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·" πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντα τὸν νοῦν· κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον νοοῖτ' ἂν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦ τε ἐν γράμμασι καὶ διὰ Μωυσέως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ' ὃν καὶ τὰ ἔθνη, καίτοι τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα φαίνεται, καὶ νόμος εἰσὶν ἑαυτοῖς·" ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς" καρδίαις αὐτῶν," καθὰ γέγραπται. ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός· ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητὴς, δεδικαίωκε δὲ παντελῶς οὐδένα· ὁ γεμὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ' οὐδένα τρόπον ὁ τοῦ πνεύματος ἤτοι τοῦ νοὸς ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι· ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἂν λέγοιντο τῆς ἁμαρτίας, διά τοι τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τις ἂν οὐχ ἁμαρτίας εἶναι σάρκα· μὴ γένοιτο· ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι 213 προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς. καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἂν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἂν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα· ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατωρθωμένον· μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς· ὅταν γὰρ καὶ ἡμῖν ἐναυλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. Ἀληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς πέπαυται διὰ Χριστοῦ κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν· πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου, τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου, ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετὴν, τοῦ ἐν ἡμῖν ὄντος νόμου κατ' οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος ἔτι διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη. Θάνατον μὲν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς· τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην· θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς· εἰ γὰρ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, ὡς 214 οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις, οὐδὲ γὰρ δύναται· πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς κατὰ τὸ δυνατὸν τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας τῆς γεώδους ἡδονῆς, ἐν σαρκί τις ἐστὶν ὡς τὰ τῆς σαρκὸς φρονῶν· καὶ ὁ τοιοῦτος οὐκ ἂν ἀρέσῃ Θεῷ· καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος· οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ εὐκόλως ποιεῖ τὰ ἀρεστὰ τῷ Θεῷ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ, μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς· ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ καθ' ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμόν τε καὶ ἀκαθαρσίαν. πνεῦμα δέ φαμεν τὸ ἀνθρώπινον· ἐν δὲ τῷ Τὸ πνεῦμα ζωὴ, τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην· οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί· ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν. Ἐγήγερται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ 215 Πατρὸς, ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος, ὅ ἐστιν αὐτοῦ· ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίει ναὸν, λέγει πρὸς Ἰουδαίους" Λύσατε τὸν" ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν·" οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ' οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς διὰ τοῦ Ἁγίου Πνεύματος· πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς διὰ Υἱοῦ ἐν Πνεύματι· ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ. Οἱ δὲ πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται, διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι, καὶ δουλείας μὲν ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι, ὅτι τε εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας πνεύματι διακεκράγασιν Ἀββᾶ ὁ πατήρ. Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Κατορθοῦται μὲν οὐ [κ ἄνευ πόνου] τὸ ἀγαθὸν, πλὴν ἐπὶ μεγάλαις ἐλπίσι τοῖς ἁγίοις ὁ πόνος· τῶν γὰρ ἐπιγείων οὐδὲν αὐτοῖς ἐπήγγελται, ἀλλὰ δόξα ἀμήρυτος, καὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπεπονηκότες ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς· μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν. δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῷ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει. 216 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Ἀποκαραδοκία μέν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία τε καὶ ἐπιτήρησις· ἐκδέχεται γεμὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ, οὐκ αὐτή που πάντως εἰδυῖα τὸ ἐσόμενον, πῶς γὰρ ἢ πόθεν; ἀλλ' ὅτι ταῖς ἀποῤῥήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος· μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, τῶν τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατωρθωκότων ζωὴν, καὶ αὐτή που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ εἰπὼν ὅτι" καινοὺς" οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ" προσδοκῶμεν." Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη. Ματαιότητα ἐνθάδε φησὶ τοὺς ζῶντας ἐν ματαιότητι, τουτέστιν ἐν φρονήματι σαρκικῷ· περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως" Ἄνθρωπος ματαιότητι ὡμοιώθη·" καὶ μὴν καὶ ὅτι" παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη" αὐτοῖς·" ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα· πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτό φαμεν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ' ἡμᾶς οὐδὲν ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις· οὐ γάρ ἐστι λογική· ἀλλ' εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἂν ἠνέσχετό φησι τῆς οὕτως αἰσχρᾶς δουλείας, 217 οὐδ' ἂν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις· ἀλλ' ἐπ' ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν, ὑποτέτακται τέως, καταζευγνύντος αὐτὴν τοῦ Θεοῦ καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπό γε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτὸν, ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ' ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ" τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ." Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός· αὐτοὶ γὰρ ἡμεῖς φησιν οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι" φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ" γεῶδες σκῆνος νοῦν πολυφρόντιδα." γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία, καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃτοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι· δεδιψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν, οὔτε μὴν ταύτην εἶναί φαμεν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν 218 τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημα τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον· τοῦτο εἶναί φαμεν τὸ σῶμα τὸ πνευματικόν. Εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαντείτωσαν ἡμῖν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνεσίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθήσεσθαι λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν, ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἰσχνόν φημι καὶ ἀερῶδες· νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Πιστεύομεν ὅτι μέλλει καὶ τὰ ἡμῶν σώματα κρείττω γίνεσθαι φθορᾶς καὶ θανάτου· ἀπόκειται δὲ τοῦτο ἡμῖν ἐν ἐλπίσιν, οὐχ ὡς ἤδη παρὸν, ἀλλ' ὡς πάντη τε καὶ πάντως ἐσόμενον· καὶ ἐκδεχόμεθα δι' ὑπομονῆς τληπαθοῦντες, ἵνα τύχωμεν τῆς οὕτω σεπτῆς δωρεᾶς. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν κ. τ. λ. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γάρ ἐσθ' ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες. οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι καὶ τοῦτο μανθάνομεν· σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ Υἱός. ἐπειδὴ δέ φησι Τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἐκεῖνο ζητήσωμεν· καίτοι τὸ τίνα δὴ τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς