Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ad Romanos
Cyril of AlexandriaRoma 219 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
219.1
" Οὕτως οὖν ὑμεῖς προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ" ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου," γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·" καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν καθ' ὃν ἂν πρέποι τρόπον ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσευχόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρό γε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο βιῶναί τε ὀρθῶς καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν·" τὴν δὲ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ" αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν" ἀπολύτρωσιν τοῦ σώματος·" καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει, τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν· εἰ γὰρ" ὀφθαλμὸς" οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ" ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν," τί προσιόντες αἰτήσομεν; ἢ πῶς ἂν εἰδείημεν ἃ μὴ τεθεάμεθα, μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ' ἂν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις, ἢ τίς ὁ μεταπλασμὸς, ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας" Αἰτεῖτε, καὶ οὐ λαμ" βάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν" δαπανήσητε." οὐκοῦν πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τό Τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδα 220 μεν· ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν, τίνα δὲ τρόπον ἀγνοοῦμεν παντελῶς. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι Θεὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι· κατὰ πρόθεσιν δὲ ἄρα τὴν τίνων; τί δ' ἂν νοοῖτο τὸ κατὰ πρόθεσιν; οὐκοῦν τὸ κατὰ πρόθεσιν εἴη ἂν τὸ κατὰ βούλησιν· κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος κατὰ βούλησιν τίνων; πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ' ἂν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἔφη γάρ που ὁ Χριστός" Οὐ" δεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας" με ἑλκύσῃ αὐτόν·" πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγων, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους κ. τ. λ. Πολλοὶ μὲν, φησὶν, οἱ κατὰ πρόθεσιν κλητοὶ, οὐ μὴν ἅπαντες ἐκλεκτοὶ, μόνοι δὲ οὗτοι τετίμηνται οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ τίς ἂν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος" Ὥσπερ γὰρ ἐφορέσαμεν" τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ" ἐπουρανίου." οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ τουτέστι τὴν ἐν 221 ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναί φαμεν, οὕτω καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὗτοι καὶ κέκληνται. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τού τους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαί τινας τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους καὶ λέγοντας Εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν· οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα· πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλεν συναγεῖραι τοὺς κεκλημένους, οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν· εἰσῆλθον δὲ μετ' ἐκείνους οἱ κλητοὶ κατ' ἰδίαν πρόθεσιν, πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν· ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον, πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν· διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα 222" Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι," κἀγὼ ἀναπαύσω ὑμᾶς." ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν· ἀμοιρήσειε δ' ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῖς ἀγαθοεργεῖν ᾑρημένοις πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος· ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία τοῦ θείου νόμου παράβασιν ἔχει καὶ κατακρίνει τὸν ῥαθυμοῦντα, ἀλλ' εἰ καὶ αὐτὸς ὁ τοῦ νόμου Κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκότα; 223 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ἰσραὴλ, καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει· ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτῃτοι διολώλασι, γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξεῤῥιμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσιν τὸν Ἰησοῦν, ἄνω τε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων, καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν καί φησιν Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, καὶ τὰ ἑξῆς. ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τούτῳ λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις· καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον εἴη ἂν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει· τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν· οὐ γὰρ ἂν ἕλοιτό τις εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ, καὶ ποιεῖσθαι μὲν παρ' οὐδὲν τὴν ἑαυτοῦ ζωὴν, ἑτέροις γεμὴν τὸ χρῆμα ἐνεῖναι ἑλεῖν.

Intertext edge

Open linked passage

Note