Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ad Romanos
Cyril of AlexandriaRoma 224 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
224.1
Τί οὖν ἄρα φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης· ηὐχόμην γάρ φησιν ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· ὅμοιον γὰρ ὡς εἴπερ λέγοι Εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἂν αὐτὸς ἐγώ· ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπών" Οὐ γὰρ ἔκρινά τι" εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ" ρωμένον," ὁ πᾶσι διακηρύττων" Τίς ἡμᾶς χωρίσει ἀπὸ" τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς" ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;" τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μωυσέως ἀντιφέρεσθαι νόμοις· ταύτῃτοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων" Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν." οὐκοῦν ἑλοίμην ἂν ἔγωγε καὶ μάλα προθύμως, φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ· προσεπάγει δὲ, ὥσπερ τῆς ἐπ' αὐτοῖς λύπης τὴν αἰτίαν οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι, ἵνα μή τι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν, τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος· πρῶτον μὲν γὰρ, φησὶν, εἰσὶν Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα καὶ αὐτὸς ὁ Χριστός· ἀλλ' εἰ μέν τινες ἦσαν τῶν οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωυσέως γέγονε βραβευτὴς τῆς εἰς αὐτὸν 225 οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι, εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελετήκασι τρόπους, καὶ τὰς τῆς ἐπαγγελίας πεπλουτήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ' αὐτοῖς ἐποιήσατο λύπην. ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες, καὶ τὰ ἄλλα· μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν πραγμάτων ἰόντων, εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἀκριβὴς ὁ λόγος· ἥκιστα γὰρ διεψεῦσθαί φησιν, ἤγουν δύνασθαι τῆς ἀληθείας διαπεσεῖν τὸν τοῦ Θεοῦ λόγον· ἐπήγγελται μὲν γὰρ ὁμολογουμένως τῷ Ἁβραὰμ ἐν ἀρχαῖς ὁ τῶν ὅλων Θεὸς, ὅτι πατὴρ ἔσται πολλῶν· καὶ πάλιν" Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡσεὶ τὰ ἄστρα τοῦ" οὐρανοῦ τῷ πλήθει·" ἔδει τοίνυν οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ ἀναδειχθῆναι πατέρα τὸν Ἁβραάμ· ἔθνος γὰρ ἦν ἓν τὸ ἐξ αὐτοῦ πεφηνὸς, μυρία δὲ ὅσα κατὰ πᾶσαν τὴν γῆν, ἃ καὶ εἰς τέκνα τέθεινται τῷ Ἁβραὰμ, εἴπερ εἰσὶν ἐξ ἐπαγγελίας, καὶ" στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ" πίστεως" αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ὡς γὰρ αὐτός που φησὶν ὁ μακάριος Παῦλος" Οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ"̔ Αβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ" δικαιοσύνης πίστεως· εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ," κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία." ὅτε τοίνυν ὡς ἐν Ἰσαὰκ τὸ ἐξ Ἁβραὰμ λελόγισται σπέρμα, τουτέστιν καθ' ὑπόσχεσιν, ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, δῆλον ἂν εἴη δήπουθεν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς καταλογισθεῖεν ἂν πάντη τε καὶ πάντως εἰς τέκνα Θεοῦ, ἔχοιεν δ' ἂν 226 μᾶλλον ἐφ' ἑαυτοῖς τὴν ἐπὶ τῷδε δόξαν τὰ ἐκ τῆς ἐπαγγελίας, τουτέστιν τὰ διὰ πίστεως. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Ἰστέον ὅτι συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπὸς, ἀπήρτηται δὲ μᾶλλον, καὶ δεῖταί τινος βραχείας ἐπαγωγῆς, ἤγουν προσυπακουομένων, ἵνα μὴ σκάζων ὁρῶτο. ἔστι δὲ ὅ φημι τοιοῦτον· προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἁβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς, ταῦτα αὐτῷ καταλογισθεῖεν ἂν καὶ εἰς σπέρμα, πρέποι δ' ἂν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πίστεως καὶ ἐπαγγελίας· εἶτα δέχεται τὴν Ῥεβέκκαν καὶ τὰ ἐπ' αὐτῇ γεγονότα, καί φησιν Οὐ μόνον δὲ, τουτέστιν οὐ μέχρι δὴ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος, ἀλλὰ γὰρ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν, ἤγουν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς κατ' ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα ὅπως τοῦτο παρεὶς, ἐπ' αὐτὰ κεχώρηκεν εὐθὺς τὰ ἐπὶ τῇ γενέσει τῶν ἐξ Ἰσαὰκ εἰρημένα τε καὶ πεπραγμένα. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο κ. τ. λ. ἕως καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ἐπειδὴ ἦν εἰκὸς τῶν φιλεγκλημόνων οἴεσθαί τινας, ῥοπῆς 227 θελημάτων ἀβασανίστου τυχεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ τὸν μὲν ἠγαπῆσθαι ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ μεμισῆσθαι, προαναιρῶν ἀναγκαίως ὁ ἀπόστολος ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πως ἀντανιστάς· εἰ γὰρ δὴ, φησὶ, καὶ πρίν τι δράσαι τὰ βρέφη καὶ πρὸ πείρας αὐτῆς καὶ πραγμάτων, ὁ μὲν τῆς ἀγάπης ἠξίωτο, ὁ δὲ μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που, φησι, καὶ ἄδικος ὁ Θεός· εἶτα πῶς τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τις ἂν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν, καὶ ῥοπῆς εἰκαίας καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι τὰ ἐπ' ἀμφοῖν ὡρισμένα· ἐπειδὴ δὲ σκαιὸς μὲν ἦν λίαν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἂν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐδὲν, χαριζομένη καὶ πρὸ καιροῦ τῷ μὲν ἀγαθῷ τοὺς τρόπους τὸ ἀγαπᾶσθαι δεῖν, τῷ δὲ μὴ τοιούτῳ τὸ κατακρίνεσθαι· ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν χαλεπὸν οὐδὲν, ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ' ἐκλογὴν χάριτος καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃτοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνας Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαὰκ, ὡς εἷς τε καὶ μόνος ὑπάρχων ἐξ Ἁβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας καὶ ὡς ἐν πίστει κληθησομένων· εἰ δὲ δὴ κατὰ γνῶσιν οὓς ἂν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει πάλιν 228 ὡς Θεὸς, ἔφη γάρ που πρὸς Μωυσέα Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, πῶς οὐχ ἁπάσης ἔσται διαβολῆς ἐκτὸς τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ ἀπόστολος ὡς τάχα που οἰήσονταί τινες νεύμασι τοῖς θείοις τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας καί φησιν Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· εἰ γὰρ δὴ μεμίσηται μὲν ὁ Ἡσαῦ καὶ πρίν τι δράσαι τῶν φαύλων, τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακὼβ, ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἢ θέλων, τουτέστιν ὁ δράσαι τι τῶν ἀγαθῶν προθυμούμενος, ἀπήρτηται δὲ πάντα τὰ καθ' ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων; Εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν καί φησι Λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος καί φησιν Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· ἐρεῖς οὖν μοι Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ' ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν· πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ· διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ, κατοικτείρει τε καὶ ἐλεεῖ τοὺς οἷς ἂν ἁρμόσαι τὸ ἐλεεῖσθαι δεῖν, ὑποφέρει δὲ δίκαις τὸν ἀλιτήριον, οὐκ εὐθὺς καὶ κατὰ πόδα τῶν αἰτιαμάτων ἀκολουθούσης ὀργῆς, προεισβαλούσης δὲ μᾶλλον μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανίσταται, τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ τε φημὶ καὶ μέντοι καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν· εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναθήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τὸ κρίνειν ἕκαστα καθ' ὃν ἂν αὐτὸς εἰδείη τρόπον, ἐνδοιάσει δὲ κατ' οὐδὲν ὡς ἔστιν ὅσιον ὅπερ ἂν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ' ἐξουσίας τὰ ἐφ' ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν πότερον καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν, ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ· οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; Ἀλλ' ἴσως καὶ πρός γε τοῦτό τινες ἐκεῖνό φασιν Εἰ κεραμέως δίκην καθ' ὃν ἂν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν εἰς τιμὴν ποιῆσαι σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν, πῶς οὐχ ἁπαστισοῦν ἀναπείσει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τε καὶ πάντως τοιοῦτον ἔχειν τὸν τρόπον καθ' ὃν καὶ πεποίηται; ὥστε ὁ μέν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο, πεποίηται δέ τις ἕτερος ἤγουν ἐξεγήγερται σκληρὸς, ἵνα ὡς αὐτός φησι διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ· ποία τοίνυν ἔτι τοῖς πταίουσιν ἡ γραφή; γεγόνασι γὰρ εἰς τοῦτο. Πρὸς δὴ τὰ τοιαῦτα φαίη τις ἂν, ὅτι μάλιστα μὲν οὐκ ἂν ἔχοιεν εἰπεῖν ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν· οὐ γὰρ ἔφη πεποιῆσθαί τινας ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη τιμῆς τε καὶ ἀτιμίας, οὐδὲ φύσιν αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν 230 ὅλως· ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονταί τινες οἷά περ σκεύη κεραμικὰ, ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν· καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ἡμῖν πεπαίδευται λόγων· τίνα οὖν ἄρα τρόπον διαπλάττονταί τινες, οἷά περ ἐκ κεραμέως, οἱ μὲν εἰς τιμὴν οἱ δὲ εἰς ἀτιμίαν καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τις ἂν τοῖς Ἱερεμίου λόγοις ἐντυχών· γέγραπται δὲ οὕτως" Ἀνάστηθι" καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ" τοὺς λόγους μου· καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως," καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ ἔπεσε τὸ" ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν" αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον" αὐτοῦ τοῦ ποιῆσαι· καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς" μὲ λέγων Εἰ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆ" σαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως" ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου· πέρας λαλήσω ἐπὶ ἔθνος ἢ" ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἐπιστρέψουσι τὸ" ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω" περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ" πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδο" μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι καὶ ποιήσουσι τὰ πονηρὰ" ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετα" νοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς." ὁρᾷς πῶς πλάττονταί τινες εἰς τιμήν τε καὶ ἀτιμίαν, οὐ φύσιν λαχόντες τὴν ὧδε πεποιημένην, ἀλλ' οἷς ἂν δράσειαν τὴν ἰσοπαλῆ καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζει τῶν ὅλων ὁ ποιητὴς τὸν ἐκ τρόπων ἀγαθῶν μεταφοιτῶντα πρὸς τὰ αἰσχίω, καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς 231 εἰπεῖν ὡς ἥκιστα μὲν φαῦλοι γεγόνασι κατὰ φύσιν τινὲς, ἤγουν διαπλάττονται δι' αὐτοῦ, σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας, ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠῤῥωστήκασι τὴν εἰς τὰ φαῦλα ῥοπήν; Ἀλλ' ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; πῶς δὲ ἂν γέγονεν ἀγαθὸς ὁ παρ' αὐτοῦ σηληρυνόμενος; Τί οὖν ἂν ἔχοιμι πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἂν γένοιτό ποτε τῶν φαύλων δημιουργὸς ὁ Θεός· πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν· εἰ δὲ ἦν καθ' ἡμᾶς, ἢ τῆς θείας ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ οὕτως ἔχον· ἢ εἰ τοῦτο καταπεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ' αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα· οὕτω γὰρ τὴν προαλεστάτην ἀποκρούσονται δόξαν. τὸ δέ Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει οὐ τὸ ἔκτισα ἢ δεδημιούργηκα, κέκληκα δὲ μᾶλλον εἰς τὸ ἐθελῆσαι δεῖν ἀντιπράττειν ἐμοὶ, καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ' ὅτε Μωυσῆς ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ· καὶ ἐπὶ ποίοις τισὶν, ἢ καὶ ὅτου χάριν, ὁ πάνσοφος ἡμῖν διατρανώσει 232 Παῦλος· θέλων γάρ φησιν ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ τὰ ἑξῆς· πεπλάνητο ἡ σύμπασα γῆ κατά γε τοὺς ἄνωθεν ἔτι καιρούς· οἱ μὲν γὰρ τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ τὸ δοκοῦν ἐποιοῦντο σέβας· κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραὰμ, ἀνέφυ τε οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. Ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίφασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι θεοῖς· ἀλλ' ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μωυσῆς, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ· ἀλλ' ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ' αὐτῷ λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Ἑβραίων Θεὸς, ἀλλὰ γὰρ καὶ ταῖς ὑπεράγαν τερατουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ' αὐτῷ πίστιν καὶ δόξαν, ὅτι μὴ κατὰ τοὺς ἄλλους ἐστὶ θεοὺς ἄφωνός τε καὶ ἀναλκής· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτὸς, καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι κατασκήπτουσιν ὀργαί. ἀλλ' ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα· ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς, καὶ κατεσκληρύνετο τῆς θείας δυνάμεως· ταύτῃτοι ἐκολάζετο οὐκ ἀδίκως· ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης, κατῃκίζετό τε πηλῷ καὶ πλινθείᾳ τὸν Ἰσραὴλ, καὶ μισθὸν αὐτοῖς ἐπήρτησε πόνον· διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν, τουτέστιν εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τε καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς ὁρῷτο τοῦ 233 παθεῖν ἄξιος· ᾧ γε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς μῶμος καὶ φλυαρία κατὰ Θεοῦ· θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους, τουτέστι τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει. Ἀλλὰ καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς Θεὸν, οὐκ ἦμεν αὐτοῦ λαός· ἀλλ' ἠλεήθημεν διὰ πίστεως, καὶ ὑπ' αὐτὸν γεγόναμεν, καὶ κεκλήμεθα διὰ χάριτος, δεδικαιώμεθά τε καὶ ἡγιάσμεθα διὰ Χριστοῦ. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι· τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατηλεήσαντος. Λόγον γὰρ συντελῶν καὶ συντέμνων. Ἔσωσε δέ φησιν λόγον συντελῶν καὶ συντέμνων, τουτέστιν εὐφυὲς καὶ σύντομον καὶ ἵν' οὕτως εἴπω συντετμημένον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι· τὸ 234 δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημένος. Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καί φησιν Ὢ παραδόξου πράγματος· ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται, ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μωσέως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία, σαφής· οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. Λίθον προσκόμματος. Οὐ γὰρ δήπου φαμὲν ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως, ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιὼν, μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινὲς, καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποίειτο δὲ τὴν προαγόρευσιν χρησίμως, οὐχ ἵνα προσκόψειαν, ἀλλ' ἵνα προεγνωκότες ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος, πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία· τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος. Μαρτυρῶ γὰρ αὐτοῖς. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον· πλὴν ἐλέγχει πεπλανημένους· ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν 235 ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ ἔλεγον ὅτι" Περὶ καλοῦ ἔργου" οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω" πος ὢν ποιεῖς σεαυτὸν Θεόν·" ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι Χριστὸν, ἤτοι τὴν διὰ πίστεως τὴν εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μωσέως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς· οὐ ζητήσαντες τὸν υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην οἰκονομικῶς συστέλλοντα, ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς. Τέλος γὰρ νόμου Χριστός. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι' αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν τὸν Χριστὸν, καὶ μάλα ὀρθῶς. ἢ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ' ἂν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀναίρεσιν τῶν διὰ Μωσέως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις, ἀλλ' ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν. Μετεῤῥυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον, ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ' ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, ὃς οὐκ ἂν διαψεύσαιτο λέγων" Οὐκ ἦλθον καταλῦσαι" τὸν νόμον ἀλλὰ πληρῶσαι." ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς ἐν καιρῷ προσενηνεγμένον, ἥκιστα μὲν ἀναιρεῖ· μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν, κατὰ τὸν ἴσον τουτωΐ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν. 236 Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου κ. τ. λ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος·" Τίς γὰρ συνήσει" παραπτώματα;" οὐκοῦν ἀμείνων ἡ δικαιοῦσα χάρις καὶ γραφῆς ἡμᾶς ἀπαλλάττουσα τῆς ἐν νόμῳ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει. Ὁρίζεται χρησίμως καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἡ πίστις, εἰ τὸ ἀμώμητον ἔχοι παρὰ Θεῷ καὶ τό γε δὴ λίαν εὖ πεποιῆσθαι δοκεῖν· τὸ μὲν γὰρ ἐνδοιάζειν ὅλως καὶ καταδονεῖσθαι φιλεῖν εἰς ἀδρανῆ διψυχίαν, ἀπόβλητον παντελῶς· περιττὸν δὲ ἴσως καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων τὸ χρῆναι περιεργάζεσθαι τὰ καὶ λόγου πέρα παντὸς, νοῦ τε ἐστὶ τοῦ καθ' ἡμᾶς ἐν ἀμείνοσι· πῶς γὰρ ἂν εἶεν ἐμφανῆ τὰ ἀποῤῥήτως παρὰ Θεοῦ τεχνουργούμενα; καὶ μὴν καὶ καρδίας ὀφθαλμὸς τίς ἂν εἴη τοσοῦτος ὡς καταθρῆσαι δύνασθαι Θεὸν, μᾶλλον δὲ τίς ἄρα συνήσει, κἂν εἴ τις ἕλοιτο λέγειν καὶ ἀφηγοῖτο τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς Νικοδήμῳ ποτὲ τοὺς περὶ τῆς πνευματικῆς ἀναγεννήσεως παρετίθει λόγους καὶ δὴ καὶ ἔφασκεν" Ἀμὴν" ἀμὴν λέγω ὑμῖν ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται" εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·" [εἶτα τούτοις προσετίθει τὰ ἐφεξῆς]. συνιέντος δὲ αὐτοῦ παντελῶς οὐδὲν, τότε δὴ τότε Χριστὸς τῆς τῶν ἐννοιῶν ἰσχνότητος ὡς ἀπωτάτω τιθεὶς τῆς ἀνθρώπου διανοίας τὸ πάχος" Εἰ τὰ ἐπίγεια εἶπον 237" ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπου" ράνια πιστεύσετε;" προσετίθει δὲ τούτοις" Ἀμὴν ἀμὴν" λέγω ὑμῖν ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει." οὐκοῦν ἀβασάνιστα τὰ ὑπὲρ ἡμᾶς· εἰ γάρ ἐστιν ἀληθὲς ὅτι περ" τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ βίας," κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν, ὡς ἔν γε τοῖς ὑπὲρ λόγον, χρησιμωτάτη λίαν ἡ πίστις, οὐκ ἀκολουθούσης ἐρεύνης, οὐ ζητήσεως εἰκαίας ἐπενηνεγμένης; συνέσει γὰρ τὰ τοιάδε τῶν πραγμάτων τιμᾶται λαμπρῶς. Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται κ. τ. λ. Μὴ ποιείσθω ἴδιον ἀγαθὸν τὴν διὰ πίστεως σωτηρίαν ὁ Ἰσραήλ· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηταί φησι τὸ ὄνομα Κυρίου σωθήσεται, κἂν ἰουδαῖος ᾖ κἂν ἕλλην, κἂν δοῦλος κἂν ἐλεύθερος· ἀδιαφόρως σώζει ὁ Θεὸς τῶν ὅλων, αὐτοῦ γὰρ ἅπαντα· οὕτω φαμὲν ἀνακεφαλαιοῦσθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. Ἐμφρόνως ὁ Παῦλος καίτοι παθόντα τὸν σκοτισμὸν οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εἰς ἅπαν ἀπογνώσεσι, μέτεισι δὲ ὥσπερ ἐντέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ· ἐλπίδος γεμὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωσθῆναί φησι. καὶ σαφῆ τοῦ πράγματος ποιεῖται τὴν ἀπόδειξιν, ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην καὶ ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατά τε καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τό Μὴ γένοιτο τοῖς περὶ τοῦ ἀπεῶσθαι λόγοις. ταῦτα δὲ ἦν οἱονεὶ περισαίνοντος τοὺς 238 ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὖν ἐστιν ἐναργὲς ὡς κέκληται πρὸς ἀποστολὴν αὐτὸς, τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς, εἰς τὰ ἔθνη κήρυξ καὶ ἀπόστολος, καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; Ἐπικαιρότατα καθάπερ εἰκόνα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ τῷ Ἠλιοῦ· ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ' ἑαυτῷ πεπαροίνηκεν ὁ Ἰσραήλ· βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, ἐκτόπως ἐθρησκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραὴλ, θυσίαι τε ἦσαν καὶ τεμένη πανταχοῦ· ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι καὶ δύσοιστον οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων Τὰ θυσιαστήριά σου κατέσκαψαν, τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· ἀντήκουε δὲ πρὸς τοῦτο εὐθύς Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. ἀλλ' ὥσπερ τότε Θεὸς μὲν οὐκ ἦν ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸν Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοὶ, οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστὸν σωτηρίαν, διωθουμένου δὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, παρωσάμενοι τὸν λυτρωτήν. οὐκ 239 οῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, προὔθηκε γὰρ, ὡς ἔφην, τὸ εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. Εἰ δὲ χάριτι, οὐκ ἔτι ἐξ ἔργων κ. τ. λ. Εἰ δὲ χάριτί φησιν οὐκ ἔτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔτι γίνεται χάρις· ἔνθα, φησὶν, ἂν οἴοιτό τις ἐξ ἔργων εὐδοκιμεῖν, ἐκεῖ δὴ πάντως εἰκαῖον ἔσται καὶ περιττὸν τὸ τῆς χάριτος ὄνομά τε καὶ χρῆμα·" Τῷ γὰρ ἐργαζομένῳ, φησὶν," ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·" οὐκοῦν εἰ ἐξ ἔργων ἡ χάρις, οὐκ ἔτι γίνεται χάρις. Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν. Ἔφη μὲν ὅτι" οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ·" ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναί τινας, ἐκεῖνό που πάντως προϊσχομένους καὶ λέγοντας Καίτοι πῶς οὐκ ἀπώσατο τὸν λαὸν ὁ Θεὸς, εἴπερ ἀπώλισθεν ὁ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν καὶ ὁλοτελῶς, ἀλλ' οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται, καὶ τοῦτο κατ' ἐκλογήν· ὑπαντᾷ δὲ πάλιν καὶ μάλα ἐμφρόνως καί φησι Τί οὖν; τουτέστι, τί δὴ πρὸς ταῦτά φημι; Ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἐπεζήτει μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν· εἶτα πῶς ἦν δικαιοῦσθαι αὐτὸν, φησὶ, τετελειωκότος οὐδένα τοῦ νόμου; οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπεζήτει μὲν ὁ Ἰσραὴλ, οὐκ ἐπέτυχε δέ· ἀλλ' οἵ γε ἀπολέγδην καὶ τῶν ἄλλων ἐξῃρημένοι διὰ τὸ εὐπειθὲς ἐπέτυχον· δεδικαίωνται γὰρ διὰ πίστεως· πεπώρωνται δὲ οἱ λοιποὶ, τουτέστιν οἱ σκληροί τε καὶ ἀνουθέτητοι. 240 Καὶ Δαβὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν κ. τ. λ. Γενηθήτω φησὶν ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ τὰ ἑξῆς· παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν πρὸς σύστασιν," ἵνα ἐπὶ στό" ματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα." ἐπάρατος γὰρ καὶ μᾶλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα, τουτέστιν ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν· δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος χολῇ συμμιγές· διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν καὶ κάτω κεκύφασι μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς. Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο. Ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε, μεταχειρίζῃ γὰρ εὐτεχνῶς τῆς οἰκονομίας τοὺς λόγους· οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος, ἵνα εἰς ἅπαν ἀποπέσοι τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ οἷά τινι λίθῳ περιπταίσαντες Χριστῷ, ἀλλ' ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω, καὶ φρονεῖν ἄμεινον ἢ πρὶν, παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι· παῖδες μὲν γὰρ ἔσθ' ὅτε μικροί τε καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρέπουσας εἰσδέχονται λύπας· εἶτα πατρὸς ἢ μητρὸς ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον, λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας· φέρει γὰρ εἰς τοῦτο τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος· καὶ δὴ τῆς μικροψυχίας καὶ εἰκαιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσιν, αὐτῷ τε προσάγουσι τὰς παρὰ σφῶν τιμὰς, παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς 241 ἐπιστροφὰς καὶ ἀγάπησιν τὴν ἐφ' ἑαυτοῖς· τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου. Εἰ γὰρ πεπλούτηκε, φησὶν, ὁ κόσμος τὴν πρὸς Θεὸν οἰκειότητα διά γε τὸ προσκροῦσαι τὸν Ἰσραὴλ καὶ, ἐπείπερ εἰσὶν ἐν ἐνδείᾳ φρενὸς ἀγαθῆς, προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη λοιπὸν ἡ πρόσληψις αὐτῶν, ἢ μονονουχὶ καὶ θανάτου λύσις καὶ ζωὴ ἐκ νεκρῶν; Εἴ πως παραζηλώσω μου τὴν σάρκα. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται, ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν· δοξάζειν δέ φησι τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκαίας ἐπιθυμῶν· ἀλλ' ἵνα φησὶ παραζηλώσω μου τὴν σάρκα· σάρκα δὲ πάλιν ἰδίαν ἐν τούτοις ὀνομάζει τὸν Ἰσραὴλ, ἤτοι τὸ κατὰ σάρκα γένος. ὅμοιον οὖν ὡσεὶ λέγοι τυχόν Εὐκλεᾶ τε καὶ ἀξιόχρεων καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑφήλιον χρειωδεστάτην· οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλὴν, ἀλλ' ἵνα τὸ κατὰ σάρκα γένος ἀνασώσαιμι τὸ ἐμόν· μονονουχὶ διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, καὶ διανιστὰς εἰς τὸ ἑλέσθαι δεῖν τῇ διὰ Χριστοῦ χάριτι δικαιοῦσθαι. 242 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους, καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαί φησι τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι' ὧν προσκεκρούκασι, τάχα που καὶ εὐεργέται τοῦ κόσμου γεγόνασι, καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ· ζωὴν γὰρ εἶναί φησιν ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν, εἴ γε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν κόσμου καταλλαγή. Ἐὰν ἐπιμείνῃς. Εὐτέχνως ἄρα ὁ λόγος κατεσκευάσθη τῷ ἀποστόλῳ· ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ. λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ· ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης· εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης. Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ἐκεῖνο δὴ πάλιν ἄθρει καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ' εἴ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν Καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστίᾳ τεθνήκασι, πῶς οὖν εἰσβέβηκε τὸ 243 πλήρωμα τῶν ἐθνῶν; ἀλλ' οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἴπερ ἐστὶν ἀληθὲς ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται οἱ Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες· τοῦτο γὰρ αὐτὸς ἔφασκεν" Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ" οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ," ἐκεῖνον λήψεσθε·" καὶ ὁ σοφώτατος Παῦλος" Ἀνθ' ὧν" τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι" αὐτούς· διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης" εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει." τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀδιαφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν, τό γε ἧκον εἰς νοῦν καὶ σκοπὸν τὸν τοῦ κεκληκότος; οὐ γὰρ εἴ τινες ἐθελοντὶ παρώλισθον καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτῃτοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσομεν λόγον· ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ' ὅτου πεποίηνται τὴν ἀπόστασιν; οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκεν, σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς, βεβαιοῖ τὰ τῆς ἐλπίδος, λόγιον παρατιθεὶς ἱερόν· σωθήσεται γὰρ κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἔσχατος καλούμενος μετὰ τὴν τῶν ἐξ ἐθνῶν κλῆσιν. Ἐχθροὶ δι' ὑμᾶς. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, 244 γεγόνασιν ἐχθροί· προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν· διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι' ἐκείνους ἀγαπητοί· ὅμως ἐχθροὶ γεγόνασιν ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ κ. τ. λ. Ἴσα δείκνυσι τὰ ἀμφοῖν ἐγκλήματα, καὶ μιᾷ χάριτι τεθεραπευμένους τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ· κέκληται μὲν γὰρ κατὰ καιροὺς διὰ τοῦ Μωσέως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξῄρηται· ἀλλ' οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἰγυπτίων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ· οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μωσέως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ' ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης, ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς καὶ ἠπείθησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. ἴσα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτείροντος ἐπικουρίας ἐν ἴσῳ τρόπῳ δεδεημένα· συγκεκλεῖσθαι δέ φησι τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαί τινας, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο· συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν, ἐνόχους ὄντας ἀποφαίνων τοῖς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐληλεγμένους· ὡς εἰς τοῦτο λοιπὸν καθίκοντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαί τε καὶ ἐλεεῖσθαι. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ κ. τ. λ. Οἶδα καὶ πέπεισμαί φησιν ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, καὶ τὰ ἑξῆς. ἀξιόχρεως ὁ μάρτυς εἰδέναι καὶ πεπεῖσθαι διισχυριζόμενος· προσεπάγει δὲ τό Ἐν Κυρίῳ Ἰησοῦ πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθὲς, ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν ἐνδοιασμοῦ τινος δίχα· διαμέμνηται δὲ πάντως που εἰρηκότος τοῦ Χριστοῦ" Οὐ τὸ" εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον·" καὶ ὅτι πᾶν ἔδεσμα χωρεῖ μὲν εἰς τὴν κοιλίαν, ἐκπέμπεται δὲ καὶ εἰς ἀφεδρῶνα· καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἢ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφὰς," ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως·" μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, εἶδεν φησὶν ὅτι" καλὰ λίαν," καὶ εὐλόγησεν αὐτά. ἐπαινοῦντος γεμὴν Θεοῦ καὶ μὴν καὶ ἀπηυλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φάναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἶναι πρόξενα, καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάῤῥησιν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῇ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν· εἰ δὲ δή τις οἴοιτο κοινὸν εἶναί τι, κεκοίνωται διὰ τοῦτο καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν· πάντα μὲν γὰρ καθαρὰ, κοινοῖ δὲ τὸν ἄπιστον ἡ ἐπί τισιν ὀλιγοπιστία, καὶ οὐκ αὐτά που πάντως ἃ νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν εἷς ὁ φύσει Θεὸς καὶ οὐδεὶς ἐπ' αὐτῷ ἕτερος, ἀλλ' οὔτε εἴδωλόν τι ἐστὶν ἐν κόσμῳ, λελόγισται δὲ παρ' οὐδὲν καὶ τὸ εἰδωλόθυτον· ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἂν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γεμὴν οἰομένοις πολλοὺς εἶναι θεοὺς, ἔσται τι πάντως καὶ εἰδωλόθυτον· οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν· ἀνεῖται δὲ πάντως ἐπ' 246 ἐξουσίας τῶν ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ Μὴ κατεπαιρέσθω τῶν ἀσθενῶν ἡ τῶν εὐδοκιμούντων λαμπρότης, μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν, βλασφημείσθω πρός τινος· οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο, οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα, ἀλλ' ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς ἰουδαικῶς ζησάντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς καὶ ἀπείχετο βρωμάτων, ἀλλ' ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν· ἦν γὰρ ἐθνῶν διδάσκαλος. Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν καὶ οἶνον πιεῖν, ἀλλ' οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ καθ' ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι' ἑαυτοὺς ἀπεχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον"̓ Αγαπήσεις" τὸν πλήσιον σου ὡς σεαυτόν." 247 Διὸ προσλαμβάνετε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Ἓν σῶμα ἐσμὲν οἱ πολλοὶ, καὶ ἀλλήλων μέλη κατὰ τὸ γεγραμμένον, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ τοῖς τῆς ἀγάπης δεσμοῖς·" αὐτὸς γὰρ ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον" τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας." δεῖ δὴ οὖν ἄρα τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους," καὶ εἴ τι πάσχει ἓν μέλος," συμπάσχειν πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος," χαίρειν πάντα τὰ μέλη." διὸ προσλαμβάνεσθέ φησιν ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ· προσληψόμεθα δὲ ἀλλήλους, τὰ αὐτὰ φρονεῖν ᾑρημένοι, βαστάζοντες δὲ καὶ ἀλλήλων τὰ βάρη, καὶ τηροῦντες" τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης." οὕτως ἡμᾶς προσελάβετο καὶ ὁ Θεὸς ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὴς οὕτως ἠγαπῆσθαι τὸν κόσμον εἰπὼν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὥστε καὶ αὐτὸν ὑπὲρ ἡμῶν δεδόσθαι τὸν Υἱόν· δέδοται γὰρ τῆς ἁπάντων ἡμῶν ζωῆς ἀντάλλαγμα, καὶ θανάτου τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ θανάτου καὶ ἁμαρτίας ἐκλελυτρώμεθα. καὶ τόν γε τῆς οἰκονομίας σκοπὸν διαλευκαίνει λέγων Χριστὸν γεγενῆσθαι διάκονον περιτομῆς ὑπὲρ ἀληθείας, καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι καὶ εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα καὶ ὡσεὶ" τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ" πλήθει," ταύτῃτοι πέφηνεν ἐν σαρκὶ καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος, αὐτὸς ὢν ὁ πᾶσαν τὴν κτίσιν καὶ εἰς τὸ εἶναι συνέχων, καὶ τὸ εὖ εἶναι τοῖς οὖσιν ἀπονέμων ὡς Θεός· ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, πλὴν οὐ διακονηθῆναι μᾶλλον καθά φησιν αὐτὸς," ἀλλὰ δια" κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ 248" πολλῶν." ὡμολόγει γεμὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν· ἔφασκε γάρ" Οὐκ ἀπεστάλην" εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος διάκονον αὐτὸν γεγενῆσθαι ἐκ περιτομῆς εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τεθεῖσθαί τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλαιον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην τὸν Σωτῆρά τε καὶ λυτρωτήν. ἔδει γὰρ ἔδει διὰ πολλὴν ἀπείθειαν ὑβριζούσης αὐτὸν ἀνοσίως τῆς περιτομῆς, καὶ τὴν παρ' αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· ταύτῃτοι κατευρυνομένης ὥσπερ ἐφ' ἅπαντας τῆς ἄνωθεν γαληνότητος προσελήφθη τὰ ἔθνη, καὶ τῆς ἐν Χριστῷ σοφίας τὸ μυστήριον οὐχ ἡμαρτηκὸς ὁρᾶται τοῦ πρὸς ἡμερότητα βλέποντος σκοποῦ· σέσωσται γὰρ ἀντὶ τῶν ὠλισθηκότων ἡ ὑπ' οὐρανὸν, κατοικτείροντος Θεοῦ. ὅτι δὲ προαναπεφώνητο τὸ μυστήριον διὰ φωνῆς ἁγίων προεγνωκότων ἐν πνεύματι τὰ ἐσόμενα, καθίστησιν ἐναργεστάτῃ τῶν προφητειῶν παραθέσει.

Intertext edge

Open linked passage

Note