Fragmenta in sancti Pauli epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
ΛΟΓΟΣ Γ.
4.1.2
Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην
4.1.3
ἦσαν. Παραγγείλας ὁ Παῦλος μὴ ἐσθίειν ἱερόθυτα τοῖς δῆθεν τελείαν ἔχουσι γνῶσιν,
4.1.4
πειρᾶται λοιπὸν ἀναπείθειν ἐκ τῶν τοῖς ἀρχαιοτέροις συμβάντων, ὅτι τὸ χρῆμα οὐκ
4.1.5
ἔστιν ἐπώφελες, ἀλλὰ μᾶλλον ἐπισφαλὲς, καὶ ὅτι τοῖς ἀδικεῖν εἰωθόσιν ἐπιπηδᾶν οὐκ
4.1.6
ἀζήμιον· ἀποκομίζει γὰρ εἰς τὸ δρᾶν ἃ μὴ θέμις, καταδονουμένης εὐκόλως τῆς
4.1.7
ἀνθρώπου διανοίας ἐφ' ἃ μὴ προσῆκε κατὰ βραχύ. δέχεται τοίνυν οὐκ ἀκαλλῆ τοῦ
4.1.8
πράγματος εἰκόνα, μᾶλλον δὲ καὶ λίαν ἐμφερεστάτην, τὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ
4.1.9
συμβεβηκότα κατὰ τὴν ἔρημον· ἀποδεικνύοι δὲ καὶ μάλα γοργῶς, ὅτι τὸ συζῆν ἐθέλειν
4.1.10
ἀπίστοις οὐδ' ἂν αὐτοῖς γένοιτο τοῖς ἐρηρεισμένοις ἀζήμιον. ὃ δὲ λέγει, τοῦτό ἐστιν·
4.1.11
ἐτελειοῦντο διὰ τῆς νεφέλης ἐν τῇ θαλάσσῃ, μέσης ἐπηρτημένης αὐτοῖς τῆς νεφέλης,
4.1.12
μεσιτεύοντος Μωσέως, οἱ τῆς δουλείας ἀπηλλαγμένοι· ἔφαγον τὸν ἄρτον τὸν ἐξ
4.1.13
οὐρανοῦ, ἔπιον τὸ πόμα τὸ ζωοποιόν· πεπότικε γὰρ αὐτοὺς ὁ Χριστὸς αὐτὸς ὢν ἡ πέτρα·
4.1.14
καὶ γάρ ἐστιν ἄθραυστος ὡς Θεὸς κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον.
4.1.15
πνευματικοῦ δὲ πράγματος προανατυπώσεις εἶναί φαμεν τὰ τοιαῦτα· καὶ τί μετὰ τοῦτο
4.1.16
τοῖς ἀρχαιοτέροις συνέβη; προσκεκρούκασι δὲ τίνα τρόπον; ἐβεβηλώθησαν ἐν Σαττὶ,
4.1.17
λελατρεύκασιν εἰδώλοις, ἐτελέσθησαν τῷ Βεελφεγώρ. ἄθρει δὴ οὖν ὅπως οἱ ἐν τῇ
4.1.18
νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ βεβαπτισμένοι, καίτοι φάγοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ
4.1.19
καὶ πόμα πίοντες τὸ πνευματικὸν συνεπλάκησαν μὲν τοῖς εἰδω 279 λολάτραις· ἐπειδὴ δὲ
4.1.20
συνέστιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης ἥπτοντο τῆς εἰδωλικῆς, εὐπαράφοροί τε ἦσαν
4.1.21
εὐθὺς καὶ παρώλισθον εἰς ἀπόστασιν, καὶ συνεχόρευον γυναιξίν" Καὶ" ὁ λαὸς συνιὼν
4.1.22
συνεπλέκετο μετὰ πόρνης," κατὰ τῆν τοῦ προφήτου φωνήν· τοῦτο γάρ ἐστι τὸ καὶ
4.1.23
ἀνέστησαν παίζειν· ἐπισφαλὲς οὖν ἄρα τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις· καὶ
4.1.24
γοῦν ἔφη που Σολομῶν" Ὁ συμπορευόμενος σοφοῖς" σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος
4.1.25
ἄφροσι γνωσθήσεται."
4.1.26
Καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις
4.1.27
ὑπεζευγμένοι δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τουτέστι τῷ ἀρχεκάκῳ σατανᾷ·
4.1.28
ἐπονοῦμεν αὐτῷ μάτην οἷα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβεβηκότες·
4.1.29
ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ" μεσίτης Θεοῦ καὶ ἀνθρώ" πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς
4.1.30
ἑαυτὸν ἀντίλυτρον" ὑπὲρ πάντων·" διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος
4.1.31
βίου τὸν κλύδωνα, τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος· αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε
4.1.32
καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιουμένη τὴν χορηγίαν·
4.1.33
ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν· καὶ γοῦν ἔφη ὁ Χριστός" Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν
4.1.34
ἡ" γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος" ζῶντος," διατρανῶν δὲ τὸ
4.1.35
εἰρημένον ὁ θεσπέσιος εὐαγγελιστὴς, προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις
4.1.36
" Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἤμελλον λαμβάνειν" οἱ πιστεύοντες εἰς αὐτόν·"
4.1.37
ἐφάγομεν καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιὸν, ἐπίομεν πόμα τὸ πνευματικὸν,
4.1.38
καθάπερ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας· ἡ πέτρα δὲ ἦν ὁ 280 Χριστὸς, ὃς καὶ ἡμῖν
4.1.39
αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων
4.1.40
αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγει τὴν ἐν τοῖς
4.1.41
ἀριθμοῖς διδάσκων ὅτι ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ βεβαπτισμένοι, καὶ τῶν τροφῶν
4.1.42
τῶν πνευματικῶν ἀξιωθέντες, ἐπειδὴ συνέφαγον τοῖς εἰδωλολάτραις, ὠλίσθησαν. τὸ δὲ
4.1.43
ἀνέστησαν παίζειν, ἀντὶ τοῦ πορνεύειν μετὰ τῶν μαδιανιτῶν γυναικῶν.
4.1.44
Συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. Διὰ τὴν συνείδησιν
4.1.45
οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ· γνωστικὴ γάρ· ἀλλὰ
4.1.46
τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίαν μιμούμενος ὃ μὴ γινώκη
4.1.47
καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Δ. Θέλω δὲ ὑμᾶς εἰδέναι
4.1.48
ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἐπειδή τινες τῶν ἐν Κορίνθῳ νεοπαγεῖς
4.1.49
τὸν τῆς προσευχῆς ἀγνοοῦντες τρόπον εἰσοικισάμενοι μὲν τὴν πίστιν, οὐ μὴν ἔτι καὶ
4.1.50
ἠκριβωκότες τίνα χρὴ τρόπον εἰς οἶκον ἰέναι Θεοῦ· προσῄεσαν μὲν προσευξόμενοι τῷ
4.1.51
Θεῷ καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσκομίσαντες λιτὰς, εἶτα τοῦτο εὑρὼν ἐν
4.1.52
ἀκαλλεστάτῳ σχήματι· ἄνδρες γὰρ τῶν ἐξ ἔθους περιβλημάτων οὐκ ἀπογυμνοῦντες τὰς
4.1.53
κεφαλὰς ἐποιοῦντο τὴν πρόσοδον, γύναια δὲ ὁμοίως ἀκατασκίαστόν τε καὶ ἀναμφίε 281
4.1.54
στον ἔχοντα τὴν τρίχα προσῄεσαν τῷ Θεῷ, μονονουχὶ καταβοώσης ἀμφοῖν τῆς φύσεως·
4.1.55
δεδώρηται γὰρ ἀνδρὶ μὲν τὴν παῤῥησίαν, αἰδοῖ δὲ τὸ γύναιον συστέλλει πρὸς
4.1.56
εὐκοσμίαν. ἐπειδὴ δὲ ἦν ἀκόλουθον λογισμοῖς αὐτοὺς ἀναγκαίοις ἐκδυσωπεῖν εἴς γε τὸ
4.1.57
δεῖν ἑλέσθαι φρονεῖν ἃ χρὴ, καὶ οἱονεί τινα βραβευτὴν τοῦ ἑκατέρῳ πρέποντος τὸν τῆς
4.1.58
φύσεως ποιεῖσθαι νόμον, πειρᾶται ὁ Παῦλος ἐκ τοῦ φυσικοῦ νόμου πεῖσαι φρονεῖν ἃ
4.1.59
χρὴ, καὶ ἄνεισιν ἐπὶ τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν. κεφαλὴν ἐνθάδε φησὶ τὸ
4.1.60
ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ' ἂν
4.1.61
εἰκότως, καὶ οὐσιώδη πως τὸν τῆς εὐγενείας, εἴτ' οὖν ἑτέρως ὁμοφυΐας,
4.1.62
διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τουτέστιν Ἀδὰμ, κατ'
4.1.63
εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός" Ὅτι ἐν εἰκόνι
4.1.64
Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." οὐκοῦν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστὸς, ἀρχέτυπος μὲν ὡς
4.1.65
Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ' ἡμᾶς καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς
4.1.66
ὢν ὁ Λόγος, καὶ γοῦν υἱὸν ἑαυτὸν ἀνθρώπου κατονομάζεται πανταχοῦ καίτοι τὴν ἐκ
4.1.67
Θεοῦ Πατρὸς γέννησιν ἀπόῤῥητον ἔχων· γέγονε λοιπὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν
4.1.68
ἀνθρώπου τουτέστιν Ἀδὰμ ἡ γυνὴ, ἔκφυλος δὲ οὐδαμῶς, ὁμοφυὴς δὲ μᾶλλον καὶ
4.1.69
ὁμοειδὴς αὐτῷ· καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ φήσας
4.1.70
" Τοῦτο νῦν" ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου," καὶ τὰ ἑξῆς. Ἐπειδὴ
4.1.71
δέ τινες γενητὸν λέγουσι τὸν Υἱὸν, ὡς καὶ τὰ λοιπὰ κτίσματα, ὧν, φησὶν, ἐστὶ κεφαλὴ ὁ
4.1.72
Χριστός· κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός· διενθυμεῖσθαι δεῖ καὶ πρό γε 282 τῶν
4.1.73
ἄλλων αὐτοὺς ὅτι τῆς βλασφημίας ἡ δύναμις, οὐ τῆς ἐφ' Υἱῷ θεωρίας ἅψεται μόνης,
4.1.74
διελάσει δὲ ὥσπερ ἀσχέτῳ διάττουσα δρόμῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα· καὶ τίνα τρόπον,
4.1.75
ἐρῶ. Εἰ γὰρ εἶναι γενητόν φασιν, καὶ τοῖς κτίσμασιν ἐναρίθμιον ἡγεῖσθαι πρέπειν τὸν ἐκ
4.1.76
Θεοῦ Πατρὸς Λόγον, ἐπείπερ ἐστὶ κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἂν νοοῖτο κατὰ τὸν
4.1.77
ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἴπερ ἐστὶ κεφαλὴ
4.1.78
τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοί
4.1.79
φασι, πάντη τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι φυσικοῖς εἰς ταυτότητα
4.1.80
συνδεῖται νόμοις· οὐκοῦν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ
4.1.81
Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές· πῶς οὖν ἔτι τὴν τῶν γεγονότων ὑπερνήχεται
4.1.82
φύσιν; ἢ τίνα ζητήσωμεν τὸν ὅλων Δημιουργόν; ἀλλ' οὐ ταῖς ἐκείνων ἀβελτερίαις
4.1.83
ἑψόμεθα· πόθεν; ἀγένητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγενήτου Πατρὸς τὸν ἐξ αὐτοῦ
4.1.84
φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς
4.1.85
ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις
4.1.86
ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον εἰς" κεφαλὴν τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ" τὸ σῶμα αὐτοῦ·"
4.1.87
πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι κατὰ τὴν τοῦ Παύλου φωνήν. Πᾶς ἀνὴρ προσευχόμενος ἢ
4.1.88
προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ κ. τ. λ.
4.1.89
Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται 283 καὶ ὁριστὴν τὸν τῆς
4.1.90
φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παῤῥησία πρεπωδεστάτη, γυναικὶ γεμὴν τὸ
4.1.91
ἐγκαλύπτεσθαι κόσμος· οὐκοῦν ὕβρις εἰς τὸ ἀρχέτυπον εἴη ἂν καὶ μάλα εἰκότως, τῆς
4.1.92
εἰκόνος τὸ ἀκαλλές· εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς
4.1.93
γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παῤῥησίαν, ἀκατακάλυπτον ἔχων τὴν
4.1.94
κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν·
4.1.95
ἐλεύθερον γὰρ τὸ θεῖον καὶ πέρα μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ
4.1.96
τεθαυμασμένον. καὶ εἴπερ ἐστὶν ἡ γυνὴ καθ' ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος, καὶ
4.1.97
δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις, τί τὸ πρῶτον φιλονεικεῖ τὸ
4.1.98
ὑστερίζον ἐν χάριτι; κατ' εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ, πλὴν ὡς διὰ
4.1.99
μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν· οὐ γράψομαι αἰδοῖ
4.1.100
περιστέλλουσαν, ὡς ἔνι, τὸ ζῷον καὶ στεφανοῦσαν τῇ κόμῃ· τὸ γάρ τοι παῤῥησιάζεσθαι,
4.1.101
γυναιξὶν οὐκ ἀζήμιον. οὐκοῦν κατακαλυπτέσθω φησὶ διὰ τοὺς ἀγγέλους, δῆλον δὲ ὅτι
4.1.102
τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. οὐχ ὅτι πάσχουσί τι ἐν τῷ ὁρᾶν
4.1.103
γυναῖκας· ἄνθρωποι μὲν γὰρ τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς ἔχοντες σῶμα, καὶ ταῖς
4.1.104
ἐμφύτοις ἡδοναῖς πρὸς τὰ αἰσχίω κατωθούμενοι, πάθοιεν ἂν τὸ βλάβος, ταῖς γυναίων
4.1.105
ὥραις ἐφ' ἃ μὴ πρόσηκεν ἐρεθιζόμενοι· περὶ δέ γε τῶν ἁγίων ἀγγέλων, τί ἄν τις ἔχοι
4.1.106
τοιοῦτον ἢ νοεῖν ἢ φράσαι; ἅγιοι γάρ εἰσι καὶ ῥύπου παντὸς ἀμείνους ὅτι καὶ ἔξω σαρκὸς
4.1.107
λεπτοῖς τε καὶ νοητοῖς καὶ τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον κεχρημένοι σώμασιν· ἀλλ'
4.1.108
ὅτι δυσφοροῦσι λίαν εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. πρέποι δὲ γυναιξὶ
4.1.109
τὸ κατακαλύπτεσθαι· καὶ τούτου μάρτυς ἡ φύσις· ἡ γὰρ κόμη φησὶν ἀντὶ περιβολαίου
4.1.110
δέδοται 284 αὐτῇ. τηρείσθω τοίνυν καὶ ἐπ' αὐτῷ τὸ πρέπον διὰ τοὺς εἰδότας ὑπὲρ ἡμᾶς
4.1.111
τὴν τοῦ δημιουργήσαντος βούλησιν. Χρῆται γεμὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν
4.1.112
ἑτέρᾳ· ἔφη μὲν γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ
4.1.113
τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐῤῥίφθαι τὸ θῆλυ, διισχυρίσατο σαφῶς ἐπάγων τὸ
4.1.114
ἑξῆς Ἡ γυνὴ γάρ φησι δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ
4.1.115
γυνὴ διὰ τὸν ἄνδρα· εἶτα περιστέλλων εὖ μάλα ἐφ' οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ,
4.1.116
προσεπάγει καί φησι Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικός. γέγονε
4.1.117
μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ τοῦτό ἐστιν ἀληθές· εὕρηται γεμὴν εἰς
4.1.118
ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής· συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις, ἀλλήλων ἐν
4.1.119
χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην· Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ
4.1.120
δημιουργὸς, προσεμπεδοῖ λέγων Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, παρῆκται γὰρ εἰς τὸ εἶναι τὰ
4.1.121
πάντα διὰ Χριστοῦ.