Fragmenta in sancti Pauli epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
ΛΟΓΟΣ Α.
5.1.2
Οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν κ. τ. λ. Ὁ ΚΥΡΙΟΣ ἡμῶν
5.1.3
Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει
5.1.4
δὲ τούτοις τό" Ἐκεῖνος ἐμὲ δοξάσει." συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς ὅτι δοξάζει
5.1.5
Χριστὸν τὸ Πνεῦμα αὐτοῦ, καὶ σοφοὺς ἀποτελοῦν τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ αὐτὸν τοῖς
5.1.6
ἁγίοις ἐνοικίζον δι' ἑαυτοῦ· ἔστι γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος· δοξάζει δὲ καὶ
5.1.7
ἑτέρως, ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων· εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ
5.1.8
Πνεῦμα αὐτοῦ, πῶς ἂν εἰς αὐτὸν δυσφημήσειέν τις λαλῶν ἐν Πνεύματι; ἐρεῖ γὰρ μᾶλλον
5.1.9
ὅτι Κύριος Ἰησοῦς. οὐκοῦν οἱ τῇ κτίσει συντάττοντες τὸν δι' οὗ τὰ πάντα παρῆκται πρὸς
5.1.10
γένεσιν, ἀμέτοχοι παντελῶς εἶεν ἂν τοῦ Ἁγίου Πνεύματος· λέγουσι γὰρ ἐναργῶς
5.1.11
Ἀνάθεμα Ἰησοῦς· οἱ δὲ ὁμολογοῦντες ὅτι Θεὸς καὶ Κύριος Ἰησοῦς, εὐσεβῶς ἐξ αὐτοῦ
5.1.12
μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ' αὐτῷ θεοπτίας τὴν γνῶσιν
5.1.13
μεμυσταγώγηνται διὰ Πνεύματος·" τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ," καὶ τὰ βάθη τοῦ
5.1.14
Θεοῦ." εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει
5.1.15
ψυχαῖς, καὶ ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν. καὶ τούτου 286 μάρτυς αὐτὸς ὁ
5.1.16
θεσπέσιος Παῦλος προστιθείς τε καὶ λέγων Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ
5.1.17
Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων
5.1.18
εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς
5.1.19
κρατοῦντες πραγμάτων, καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς
5.1.20
τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως ἡ ἁγία τε καὶ ὁμοούσιος
5.1.21
Τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ
5.1.22
διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτῆσιν, δι' ἑνὸς τοῦ Πνεύματος ὡς διὰ Χριστοῦ παρὰ
5.1.23
τοῦ Πατρός· πάντα γὰρ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἑκάστῳ δίδοται ἡ
5.1.24
φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται
5.1.25
λόγος σοφίας κ. τ. λ.
5.1.26
Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ' αὐτοῦ δρωμένων," ἐν
5.1.27
ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς" σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι," κατὰ τὸ
5.1.28
γεγραμμένον· ποῖα γεμὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν
5.1.29
δυνάμεων ἐνεργήματα, διαλευκαίνει λέγων Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται
5.1.30
λόγος σοφίας· σοφίας δὲ λόγος, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ" ἐν ἀνοίξει" τοῦ
5.1.31
στόματος," ὁ πρόχειρός τε καὶ εὔρους καὶ ὡς ἀπὸ γλώσσης ἰὼν τῆς ἄγαν εὐτροχωτάτης.
5.1.32
ἄλλῳ δὲ λόγος γνώσεως· εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον μὲν εἰς λόγους οὐκ
5.1.33
ἔχοντες, καὶ τοῦ φράζειν εὐκόλως δύνασθαι τὴν παῤῥησίαν οὐ κεκτημένοι, βαθεῖς
5.1.34
γεμὴν ἄγαν εἰς σύνεσιν, νουνεχέστατά τε καὶ λίαν ἴσχνως τοῖς ἱεροῖς προσβάλλοντες
5.1.35
λόγοις, καὶ μυσταγωγεῖν ἑτέρους οἷοί τε καὶ τὰ τῶν θεωρημά 287 των
5.1.36
ἀντικαταψιλοῦντες εὐκόλως. ἀλλὰ καὶ τῆς σοφίας ὁ λόγος καὶ μέντοι τῆς γνώσεως δι'
5.1.37
ἑνὸς τοῦ Πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ· λόγος
5.1.38
γνώσεώς ἐστιν ὅταν τις οἶδε τὸν νοῦν τῶν θείων λογίων καὶ ἱκανὸς ἀναπτῦξαι
5.1.39
νοήματα, εὐφραδῶς δὲ ταῦτα διδάξαι οὐ δυνάμενος. καὶ τοῦτο δὲ κἀκεῖνο δι' ἑνὸς τοῦ
5.1.40
Πνεύματος τοῖς ἀξίοις χορηγεῖται παρὰ Πατρὸς δι' Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς
5.1.41
διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων ἀποστόλων διακηρύττειν ἐκέλευσε τοῖς ἐξ αἵματος
5.1.42
Ἰσραὴλ τὸν τῆς πίστεως λόγον· ἑτέρους δ' αὖ ταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις.
5.1.43
ἐνήργηκε δὲ καὶ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ γοῦν ἐν ταῖς πράξεσι τῶν ἁγίων
5.1.44
ἀποστόλων γεγραμμένον εὑρήσομεν ὅτι" Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ
5.1.45
νηστευ" όντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν" Βαρνάβαν καὶ τὸν
5.1.46
Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι" αὐτούς·" τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς
5.1.47
ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν· καὶ πιστώσεται γράφων αὐτός
5.1.48
" Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος," τὴν διακονίαν μου δοξάζω." οὐκοῦν
5.1.49
διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ'
5.1.50
ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι
5.1.51
τὰς διὰ τῶν ἁγίων θεοσημίας, ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός· πάντα γὰρ, ὡς ἔφην, παρὰ
5.1.52
Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι, καὶ ἐφ' ἅπασι τοῖς κατορθουμένοις ἡ ἁγία καὶ ὁμοούσιος
5.1.53
Τριὰς δοξάζεται. ἄθρει γὰρ 288 ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος ὡς ὄντος ἐν ἡμῖν
5.1.54
καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν· ἀναβιβάσας δὲ τὸν λόγον ἐπὶ
5.1.55
τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ
5.1.56
Πνεύματος ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ.
5.1.57
Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι. Πίστις ἐν τούτοις εἴη ἂν, καθάπερ ἐγῷμαι,
5.1.58
ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός· φαμὲν γὰρ οὕτω
5.1.59
γενέσθαι πιστὸν" ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ" τὸν ἱεροφάντην Μωσέα· οὐ γὰρ τὸ χρῆναι
5.1.60
πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστις ἂν νοοῖτο καὶ
5.1.61
λέγοιτο, ἀλλὰ τὸ εὖ βεβηκέναι κατὰ ψυχὴν," καὶ" ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ
5.1.62
Κυρίου τοῦ Θεοῦ" κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ
5.1.63
προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς" Πρόσθες" ἡμῖν πίστιν." δίδοται δὲ πρὸς
5.1.64
τούτῳ καὶ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι. καί μοι πάλιν ἐπιτήρει λεπτῶς· τοῦ
5.1.65
γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ
5.1.66
διδούς· δέδωκε γὰρ τοῖς ἁγίοις ἀποστόλοις" ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε
5.1.67
" ἐκβάλλειν αὐτά·" καὶ δὴ καὶ ἔφασκεν" Ἀσθενοῦντας θερα" πεύετε, καὶ νεκροὺς
5.1.68
ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαι" μόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε."
5.1.69
αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύματι τῷ ἑνί· οἷον
5.1.70
ἔῤῥιψεν ὁ Μωσῆς τὴν ῥάβδον εἰς γῆν καὶ γέγονεν ὄφις, μετεσκεύασεν εἰς αἷμα τοὺς
5.1.71
ποταμοὺς, ἐξήγαγεν ὕδωρ ἐκ πέτρας· τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα 289 λόγου καὶ
5.1.72
θαύματος οἱ μακάριοι προφῆται· ταῦτα δὲ εἶναί φαμεν τὰ τῶν δυνάμεων ἐνεργήματα δι'
5.1.73
ἑνὸς τοῦ Πνεύματος· ἀλλὰ καὶ προφητεύει τις ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύματος· ἔχει
5.1.74
δέ τις καὶ διακρίσεις πνευμάτων, πλὴν ἐν αὐτῷ τῷ Πνεύματι· ποίων δὲ πνευμάτων,
5.1.75
εἴρηται πρότερον· διδόναι γεμὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ
5.1.76
μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτό φαμεν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν
5.1.77
οἰκονομικῶς κεχορηγημένον. Ἀλλ' οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ
5.1.78
εἰδότες αὐτὰς, οἱ δὲ συνῆσαν διερμηνεύοντες καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν
5.1.79
ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γεμὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ
5.1.80
τηνικάδε διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ' ὡς ἐν
5.1.81
τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προφητικὸν παρετίθει λόγιον οὕτως ἔχον" Ὅτι ἐν
5.1.82
ἑτερογλώσσοις" καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ'" ὡς
5.1.83
πιστεύσουσιν." ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων
5.1.84
διανομήν. ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων,
5.1.85
οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων
5.1.86
πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελεωτάτην ἔχει τὴν σύστασιν. ταύτῃτοι καὶ ὁ
5.1.87
θεσπέσιος Δαυεὶδ περιεστάλθαι φησὶν αὐτὴν" ἐν ἱματισμῷ διαχρύσῳ"
5.1.88
περιπεποικιλμένῳ, τὸ τῶν χαρισμάτων οἶμαι πολυειδὲς καὶ τίμιον ὡς ἔν γε τούτῳ
5.1.89
σημαίνων. Ὅτι τοίνυν ἔμελλον οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοὶ γλώσσῃ 290 τε ἁπάσῃ καὶ
5.1.90
ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον
5.1.91
ἐδίδου τὰς γλώσσας αὐτοῖς· ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν
5.1.92
Ἰουδαίαν, Ἑβραῖοι τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις,
5.1.93
καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν
5.1.94
προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος
5.1.95
ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ ὅτι" ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ
5.1.96
πυρὸς" καὶ τὰ ἑξῆς· ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν, συνίεσαν δὲ οὐ
5.1.97
πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ
5.1.98
τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον,
5.1.99
ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς
5.1.100
εὐαγγελικοῖς συναγορεύειν δόγμασιν, ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου·
5.1.101
ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου
5.1.102
μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.
5.1.103
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ κ. τ. λ. Ἡνώμεθα γὰρ
5.1.104
ἀλλήλοις, σύσσωμοί τε γεγόναμεν ἐν Χριστῷ, συνεγείραντος ἡμᾶς καὶ μονονουχὶ
5.1.105
συνδέοντος διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος, ὃ καὶ ἐν πόματος τάξει
5.1.106
ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς ὅτε πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους
5.1.107
τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ" Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς" δ' ἂν πίῃ
5.1.108
ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται" ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς
5.1.109
ζωὴν αἰώνιον." ἔφη δέ που καὶ πρὸς Ἰουδαίους" Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς" εἶπεν ἡ
5.1.110
γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν 291" ὕδατος ζῶντος· τοῦτο δὲ εἶπεν,
5.1.111
φησὶ, περὶ τοῦ Πνεύματος" οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." καὶ μὴ
5.1.112
θαυμάσῃς· εἰ γάρ ἐστιν αὐτὸς" ὁ ποταμὸς τοῦ Θεοῦ," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ὁ
5.1.113
πλήρης ὑδάτων, ὁ χειμάῤῥους τῆς τρυφῆς, ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ
5.1.114
Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν;
5.1.115
οὐκοῦν εἰς ἑνότητα κεκλημένοι διὰ τοῦ Πνεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς
5.1.116
ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀῤῥαγῆ.
5.1.2
ΛΟΓΟΣ Β.
5.1.3
Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ κ. τ. λ. Ἐξίστησιν
5.1.4
αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλλον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν
5.1.5
τὰ προφητῶν, τὸ γλώσσαις λαλεῖν· προϋποκειμένων γὰρ ἐν ἡμῖν καὶ προτιμωμένων
5.1.6
πίστεώς τε καὶ ἐλπίδος καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἥτις καὶ
5.1.7
παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἕτερα· τότε γὰρ τότε καὶ λίαν
5.1.8
ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμάτων μεμεστωμένοι, καὶ τὰς διὰ
5.1.9
τοῦ Πνεύματος καταπλουτήσομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ
5.1.10
διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ Μονογενοῦς, παθόντος τε
5.1.11
καὶ ἐγηγερμένου, καὶ τῆς καθ' 292 ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἦν ἔτι
5.1.12
προφητείας καιρὸς, ἢ ποίων ἔτι πραγμάτων ἡ προαγόρευσις; οὐκοῦν τὸ προφητεύειν ἐν
5.1.13
τούτοις εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας·
5.1.14
καὶ τοῖς ἀκροωμένοις ὡς ἔνι καταλευκαίνοντες, εἶτα πρὸς ἀλήθειαν τὸν οἰκεῖον ἐξ
5.1.15
αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. ὁ
5.1.16
τοίνυν φησὶ γλώσσῃ λαλῶν οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἢ
5.1.17
τινὰ τρόπον; οὐδεὶς γὰρ ἀκούει, φησίν· εἰ γὰρ δέδοται τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν
5.1.18
τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων
5.1.19
προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλαις, τίς ὁ
5.1.20
ἀκουσόμενος, ἢ ποία τῶν λόγων ἡ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς, πλὴν μόνου τοῦ
5.1.21
πάντα εἰδότος Θεοῦ· τῷ γὰρ πνεύματι, φησὶ, λαλεῖ μυστήρια. ἄθρει δὲ ὅπως ὁ Θεῷ
5.1.22
λαλῶν πνεύματι λαλεῖ· Θεὸς οὖν ἄρα τὸ Πνεῦμα. οὐκοῦν ὁ γλώσσῃ λαλῶν Θεῷ μᾶλλον,
5.1.23
φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ
5.1.24
παράκλησιν καὶ παραμυθίαν. συνιεὶς οὖν ὅτι τὸ προφητεύειν ἐν τούτοις, τὸ
5.1.25
διερμηνεύειν ἐστὶ τὰ τῶν προφητῶν, δι' ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος καὶ ὁ
5.1.26
τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀλήθειαν τὴν ἐπὶ Χριστῷ,
5.1.27
προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὂν ἐν ἀμείνοσι τοῦ γλώσσῃ λαλεῖν, τὸ
5.1.28
διερμηνεύειν τὰ προφητῶν· ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ φησιν ὁ γλώσσῃ λαλῶν· συνίησι
5.1.29
γὰρ αὐτὸς, ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προφητῶν φωναῖς καὶ
5.1.30
προῤῥήσεσιν εἰς μαρτυρίαν χρώμενος, 293 ἐκκλησίαν οἰκοδομεῖ. μεῖζον οὖν ἄρα καὶ ἐν
5.1.31
ὑπερτάτοις αὐχήμασι τὸ προφητεύειν ἐστὶν καὶ ἐν ἐλπίσι λαμπραῖς· εἴπερ ἐστὶν ἄμεινον
5.1.32
ὁμολογουμένως τὸ ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι
5.1.33
γλώσσῃ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε κ. τ. λ.
5.1.34
Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων
5.1.35
λαλεῖν ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν ἀπόστολον καθορίζειν ἀβούλως
5.1.36
τοῦ γεγονότος τὸ εἰκαῖον εἶναι λέγειν τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας
5.1.37
δεδωρημένον, δέδοται γὰρ εἰς σημεῖον τοῖς πιστοῖς· ἀποδέχεται τὸ χρῆμα καί φησι Θέλω
5.1.38
δὲ πάντας λαλεῖν γλώσσαις. ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτω σπουδὴν,
5.1.39
καὶ μεθίστησι πρὸς τὸ ἄμεινον ἐπενεγκὼν εὐθύς Μᾶλλον δὲ ἵνα προφητεύητε, μείζονά
5.1.40
τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ
5.1.41
παντελῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέρων Ἐκτὸς εἰ μὴ
5.1.42
διερμηνεύῃ, τουτέστιν εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς
5.1.43
μυσταγωγουμένοις διερμηνεύοντα.
5.1.3
ΛΟΓΟΣ Γ.
5.1.4
Καὶ οὐδὲν αὐτῶν ἄφωνον. Εἰσεφοίτων ἐν ταῖς ἐκκλησίαις τινὲς τῇ τοῦ
5.1.5
Πνεύματος ἐνεργείᾳ πεπλουτηκότες τὸ δύνασθαι γλώσσαις λαλεῖν· εἶτα 294 δέον τὰς ἐν
5.1.6
αὐταῖς ποιεῖσθαι προσευχὰς, καὶ πρό γε τούτων λιτὰς ἤγουν ψαλμῳδίας, τῇ τῶν
5.1.7
παρόντων γλώσσῃ κεχρῆσθαι δυναμένους, τοῦτο μὲν οὐκ ἔδρων, ἐναβρυνόμενοι δὲ τῷ
5.1.8
τῶν γλωσσῶν χαρίσματι μόνῳ, οὔτε προσευχὰς ἢ ψαλμῳδίας ἐποιοῦντο· τοῦτο διδάσκει
5.1.9
ὁ Παῦλος ὅτι ἐὰν μή εἰσιν οἱ ἀκούοντες ἐπιστήμονες τῆς γλώσσης, ᾗ διαλέγοιτο ὁ τὸ
5.1.10
χάρισμα ἔχων, οὐδὲν ὄφελος ἐκ τοῦ πράγματος· μύρια γάρ εἰσιν ἔθνη καὶ πολλαὶ
5.1.11
γλώσσαι τῶν ἀνθρώπων· ἄφωνον δὲ οὐδὲν τῶν ἅπαξ τελούντων ἐν λογικοῖς ἢ ἐν
5.1.12
ἀνθρώποις. Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς ἤγουν ἐν
5.1.13
ἀνθρώποις· ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν εἰ μή τις εἰδείη τυχὸν, μήτε μὴν
5.1.14
ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης εἶεν ἐπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι, καίτοι
5.1.15
λαλοῦντες ὀρθῶς κατά γε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν
5.1.16
ἑτέρους ἐθέλοντας, τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον· εἰ δὲ ἄσημός τε ὁ
5.1.17
φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας
5.1.18
μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.
5.1.19
Δεῖ, φησὶ, τοὺς διδάσκειν ἐθέλοντας, συνήθη τοῖς ἀκροωμένοις λαλεῖν λόγον,
5.1.20
ἐπεὶ εἰς μάτην πονεῖ· οὐ γὰρ τὸ ἐν μόναις γλώσσαις λαλεῖν ἐκκλησίαν οἰκοδομεῖ. Ἐὰν
5.1.21
γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ
5.1.22
Πνεύματος ὀνομάζει χάριν, τουτέστι τὸ δύνασθαι γλώσσαις λαλεῖν. ἐὰν οὖν, φησὶ, τὰς
5.1.23
ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τουτέστιν 295 ἀποκεχρημένος τῇ
5.1.24
γλώσσῃ τῇ διὰ τοῦ πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς
5.1.25
συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν, οὐκ ἐναβρύνεσθαι
5.1.26
γλώσσῃ καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν
5.1.27
ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ὄνησιν. Προσεύξομαι τῷ πνεύματι,
5.1.28
προσεύξομαι δὲ καὶ τῷ νοΐ. Δεῖ με τοίνυν, φησὶν, εἴπερ ἑλοίμην προσεύχεσθαι γλώσσῃ
5.1.29
τουτέστιν εὐδοκιμεῖν ἐν τῷ λαλεῖν γλώσσῃ, πειρᾶσθαι σπουδαίως μὴ ἄκαρπον ἔχειν τὸν
5.1.30
νοῦν, μηδὲ μόνου γενέσθαι τῇ γλώσσῃ λαλεῖν ἀλλὰ διεγείρειν ἐν ἐμαυτῷ τὸν νοῦν. καὶ
5.1.31
εἰ ψάλοιμι τυχὸν ἐν γλώσσῃ ψάλλειν οὐδὲν ἧττον καὶ τῷ νοῒ ἐν τῷ νοεῖν τῆς
5.1.32
ψαλμῳδίας καὶ τῆς προφητείας τὴν δύναμιν, καὶ μὴ ἀζητήτους ἐᾶν τοὺς τοιούτους
5.1.33
λόγους. εἰ γὰρ εἰκαίας λέγοιμι φωνὰς," γέγονα χαλκὸς" ἠχῶν." διὸ ἄμεινον τὸ
5.1.34
προφητεύειν ἤτοι διερμηνεύειν τὰς θείας γραφὰς ἐν ἐκκλησίᾳ ἢ γλώσσαις ἁπλῶς
5.1.35
κατακεχρῆσθαι φιλεῖν. τί οὖν ἔσται τὸ ἄμεινον; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι
5.1.36
καὶ τῷ νοΐ. πνεύματι δὲ πάλιν ἐνθάδε, τῷ διὰ τοῦ Πνεύματος χαρίσματι λέγει. ἐπειδὴ δὲ
5.1.37
σκοπὸς αὐτῷ διὰ πλείστων ὅσων καὶ ἀναγκαίων ἐννοιῶν ἀνόνητον ἀποφῆναι τὸ
5.1.38
γλώσσῃ λαλεῖν, οὐχ ἑπομένου τοῦ δύνασθαι διατρανοῦν ἑτέροις τὰ προφητῶν,
5.1.39
προσεπάγει καὶ ἕτερα δι' ὧν ἄν τις εἴδοι λέγοντα σαφῶς. 296 Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ
5.1.40
πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν; Ὅταν, φησὶν, αὐτὸς
5.1.41
μὲν γλώσσῃ λαλῇς, ὁ γεμὴν ἐν τάξει τῇ τοῦ λαϊκοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη
5.1.42
φωνὴν, πῶς προσυπακούσεται τό Ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις ἤτοι προσευχαῖς; ὅτι
5.1.43
γὰρ ταῖς τῶν ἡγουμένων εὐχαῖς τὰς τῶν ὑπὸ χεῖρα συγκαταλήγειν ἔθος ἐν ἐκκλησίαις
5.1.44
παντί τῳ σαφές. προσυπακούουσι γὰρ τό Ἀμὴν ταῖς ἑαυτῶν πρὸς τὸν Θεὸν ἱκετείαις τὸ
5.1.44
πέρας ἐπάγοντες τῇ τοῦ ἱερέως φωνῇ, ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν
5.1.45
ἐλλείπειν, τοῖς τῶν λαῶν ἀναπληρῷτο μέτροις, καὶ οἱονεὶ" τοὺς μικροὺς μετὰ τῶν
5.1.46
" μεγάλων" ὡς ἐν ἑνότητι πνεύματος παραδέχοιτο Θεός. ταῖς γὰρ τῶν ἱερέων εὐχαῖς τὰς
5.1.47
ἑαυτῶν παραζευγνύντες οἱ ὑπὸ χεῖρα λαοὶ, δεκτὰς ἔσεσθαι πεπιστεύκασιν· τούτῳ τῷ
5.1.48
σκοπῷ καὶ πενιχρὰς θυσίας ὁ Θεὸς πρὸς τὸ θυσιαστήριον ἐκέλευσε προσάγεσθαι τῶν
5.1.49
ὁλοκαυτωμάτων, ἵνα τὸ βραχὺ τῷ τελείῳ συμμιγὲν, δεκτὸν γένηται τῷ Θεῷ· ἓν γὰρ οἱ
5.1.50
πάντες ἐσμὲν ἐν Κυρίῳ. ὅταν τοίνυν, φησὶ, σὺ μὲν γλώσσῃ λαλῇς· τοῦτο γάρ ἐστιν τὸ
5.1.51
εὐλογεῖν πνεύματι· ὁ μὴ εἰδὼς ὃ φῂς, πῶς ἐρεῖ τό Ἀμὴν ἐπὶ τῇ ἰδίᾳ εὐχαριστίᾳ; δράσεις
5.1.52
μὲν γὰρ ὀρθῶς αὐτὸς, κατά γε τὸν ἐνόντα σοι νοῦν, πλὴν ὁ ἕτερος οὐκ οἰκοδομεῖται. δεῖ
5.1.53
δὲ δὴ πάντα πράττεσθαι πρὸς ἡμῶν εἰς οἰκοδομὴν καὶ εἰς ὄνησιν ἀδελφῶν.
5.1.4
ΛΟΓΟΣ Δ.
5.1.5
Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. Ἐπὶ καιροῦ δὴ
5.1.6
λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα, καὶ
5.1.7
αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν
5.1.8
πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσθαι. τοῦ μὲν
5.1.9
ἑστάναι κατασημαίνοντος τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος καὶ τὸ ἐν καλῷ τῆς δόξης
5.1.10
γενέσθαι τοὺς πεπιστευκότας· τοῦ δέ γε σώζεσθαι, τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς
5.1.11
ἁμαρτίας ἀμείνους, καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν. Παρέδωκα γὰρ ὑμῖν
5.1.12
ἐν πρώτοις ὃ καὶ παρέλαβον.
5.1.13
Παραδεδωκέναι φησὶν αὐτοῖς οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς καὶ ἀβασανίστως
5.1.14
εἰσδεδεγμένον, ἀλλ' εὐαγγέλιον ὃ παρέλαβεν, ἐνιέντος αὐτῷ τὴν γνῶσιν τοῦ δι' ἡμᾶς
5.1.15
ἐνηνθρωπηκότος· ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ εὐαγγελίου" Οὐδὲ" γὰρ ἐγὼ παρὰ
5.1.16
ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην," ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ."
5.1.17
εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς, πῶς οὐκ ἀληθὲς τὸ δι' αὐτοῦ κηρυσσόμενον,
5.1.18
ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, δηλονότι τῆς τε
5.1.19
παλαιᾶς καὶ νέας; πολ 298 λοὶ γὰρ λίαν οἵ τε τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως
5.1.20
μάρτυρες· εἶναι λοιπὸν κατ' οὐδένα τρόπον ἐνδοίαστον τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν
5.1.21
κατὰ σάρκα Χριστὸν Ἰησοῦν, ἵν' ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἐγηγέρθαι τε αὖ
5.1.22
πατοῦντα τὸν θάνατον, ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν. ἀναγκαίως δὲ εἰς τὸ παρὸν
5.1.23
οὐ τεθνάναι μόνον, ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν· πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ
5.1.24
ἀλήθειαν ὁ Ἐμμανουὴλ, τέθειται ἐν μνημείῳ· πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως· διὰ
5.1.25
μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε σὰρξ, καίτοι Θεὸς ὢν ὁ Λόγος· διὰ δὲ
5.1.26
τοῦ πατῆσαι τὸν θάνατον, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων. πλὴν οὐκ
5.1.27
ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐδὲ τό τινος ἁπλῶς, σῶμα δὲ
5.1.28
μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται, ἵνα καὶ τὸ τῆς
5.1.29
ἀναστάσεως ἀγαθὸν ὑπὲρ ἡμῶν ἀληθῶς γεγονὸς εὑρεθῇ· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις
5.1.30
ἐν αὐτῷ πατοῦσα τὸν θάνατον· οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι
5.1.31
λεγόμεθα, συγκαθίσαι τε καὶ" ἐν τοῖς ἐπουρανίοις." οὐκοῦν ἐγηγέρθαι μέν φησι κατὰ
5.1.32
τὰς γραφὰς, ὦφθαι δὲ τοῖς ἁγίοις ἀποστόλοις, ἀνὰ μέρος τε τισὶν ὡς ἐξειλεγμένοις, καὶ
5.1.33
μὴν καὶ κατὰ πληθύν· ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν ἀποστόλων. μετριάζει
5.1.34
δὲ σφόδρα, διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται, πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ
5.1.35
κεκλῆσθαι πρὸς ἀποστολήν· ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, οὔτε τοῖς
5.1.36
ἀρχαίοις ἁγίοις ἠγνοημένον· προείρηται γάρ· οὔτε μὴν τοῖς 299 ἐξειλεγμένοις εἰς
5.1.37
ἀποστολὴν οἳ καὶ" αὐτόπται καὶ ὑπηρέται" γεγόνασι τοῦ λόγου." Εἰ δὲ Χριστὸς
5.1.38
κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν
5.1.39
οὐκ ἔστιν;
5.1.40
Καταπλήττεται τῶν οὐκ οἶδ' ὅπως ἀναπεπεισμένων ταῖς ἱεραῖς τε καὶ θείαις
5.1.41
ἀντιφέρεσθαι γραφαῖς, καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων· εἰ γὰρ
5.1.42
ἀπέθανεν ὁ Χριστὸς οὐχ ἵνα μένῃ νεκρὸς, ἀλλ' ἵνα κρείττων θανάτου καὶ φθορᾶς
5.1.43
εὑρεθεὶς, ὁδὸς ὥσπερ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου γένηται φύσει πρός τε τὸ δύνασθαι
5.1.44
καταθλεῖν τῆς φθορᾶς καὶ παλινδρομῆσαι πρὸς ζωὴν, πῶς, ἐγηγερμένου τοῦ δι' ἡμᾶς ἐν
5.1.45
νεκροῖς ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν, τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι
5.1.45
τοὺς δι' οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ;
5.1.46
τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν, καὶ τὸ τῆς μετὰ
5.1.47
σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας; εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν
5.1.48
κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ
5.1.49
λεῖπον αὐτῇ, καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν ἂν, καὶ μάλα εἰκότως, οἷόν περ ἂν
5.1.50
νοοῖτο πρωτότοκος. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος" Εἰ γὰρ
5.1.51
" σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ," ἀλλὰ καὶ τῆς ἀναστάσεως
5.1.52
ἐσόμεθα." οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς
5.1.53
ἐκ 300 νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως
5.1.54
τοῦ Μονογενοῦς τὸν σκοπόν· γέγονε γὰρ ἄνθρωπος οὐ δι' ἑαυτὸν ὁ Θεὸς Λόγος," ἀντὶ δὲ
5.1.54
τῆς προκειμένης" αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·" διὰ ποῖαν
5.1.55
αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος"̓ Επειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν
5.1.56
αἵματος καὶ σαρκὸς," καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ
5.1.57
" θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου," τουτέστι τὸν διάβολον, καὶ
5.1.58
ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ" θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας."
5.1.59
οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα, ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς
5.1.60
τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος·
5.1.61
κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης ὁ σοφός;
5.1.62
εἴπερ ἐστὶν ἀληθὲς ὡς" υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν,"
5.1.63
ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις, εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός; ἢ πῶς
5.1.64
" μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ" σεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης
5.1.65
αὐτοῦ;" ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς, εἰ μὴ ἀπρακτήσῃ θάνατος; ἢ ποῖος ἔσται
5.1.66
μετασχηματισμὸς, τοῖς ἐν ταυτότητι, μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις;
5.1.67
Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμολογίαν τοῦ χρῆναι
5.1.68
λέγειν ὡς ἀναβιώσονται κατὰ καιροὺς τὰ ἐκ γῆς ἡμῶν σώματα. εἰ γὰρ δὴ, φησὶ, διὰ
5.1.69
πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς, πῶς
5.1.70
λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ἀπέθανεν γὰρ, ὡς ἤδη
5.1.71
φθάσαντες εἴπομεν, οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν· ἵν' ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς
5.1.72
Θεὸς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον, ὡς 301 ἑψομένης αὐτῷ τῆς
5.1.73
ἀνθρώπου φύσεως· ἀνεβίω γὰρ καὶ γέγονεν ὥσπερ τις ἀνθρωπότητος ἀπαρχὴ
5.1.74
μεταφοιτώσης εἰς ζωὴν καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν καὶ νικώσης θάνατον· καινὴ
5.1.75
γὰρ κτίσις τὰ ἐν Χριστῷ· λαβόντος τοῦ πράγματος τὴν ἀρχὴν, πῶς ἀπομενοῦμεν ἐν γῇ; ἢ
5.1.76
πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς; Σαδδουκαῖοι δὲ
5.1.77
οὗτοι, κατά γε τὸ εἰκός· ἔφασκον γὰρ αὐτοὶ" μὴ" εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε
5.1.78
πνεῦμα·" σεσυκοφαντήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον καὶ Ὑμέναιος καὶ
5.1.79
Ἀλέξανδρος" λέγοντες ἀνάστασιν ἤδη γεγονέναι·" πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν
5.1.80
πίστιν, καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται. Εἰ δὲ Χριστὸς οὐκ
5.1.81
ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν. Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ
5.1.82
δεύτερον, καὶ τῷ δευτέρῳ συναναιρεῖται τὸ πρῶτον· οὗ δὴ γεγονότος, ἤγουν πρὸς ἡμῶν
5.1.83
παραδεχθέντος εἰς πίστιν, κενὸν καὶ ἀδρανὲς ἔσται τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα·
5.1.84
κενὴ καὶ ἡ πίστις· ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγωγοῦν
5.1.85
τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις· πῶς οὖν ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω
5.1.86
κατά τινας; εὑρισκόμεθα γάρ φησι καὶ ψευδομάρτυρες κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν
5.1.87
Χριστὸν, ὃν οὐκ ἤγειρεν εἴπερ νεκροὶ οὐκ ἐγείρονται. εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς
5.1.88
ἂν διαφύγοι συκοφαντίας γραφήν; οὐκοῦν εἶεν ἂν οὐδὲ ἅγιοι· πόθεν; οἷς ἂν εἴη τὸ
5.1.89
πλημμέλημα συκοφαντία κατὰ τοῦ Θεοῦ· ἀλλ' οὐχ ὧδε ταῦτα ἔχει, ἀψευδεῖς γὰρ οἱ
5.1.90
μυσταγωγοὶ Χριστὸν ἐγηγέρθαι λέγοντες.
5.1.91
Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Ἀληθέστατα καὶ λίαν ὀρθῶς
5.1.92
προσεπάγει τοῖς ἄλλοις καὶ τοῦτο· δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ' εἴ τις αὐτῇ καθαρίζει τὸ
5.1.93
μάταιον ὡς Χριστοῦ μὴ ἐγηγερμένου, τί τὸ διάφορόν ἐστι λοιπόν; οὐκοῦν ἐνεσχήμεθα
5.1.94
τοῖς ἀρχαίοις ἐγκλήμασιν, ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν· μάτην καὶ ὁ θεσπέσιος
5.1.95
ἔφη μελῳδός" Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς" ἀνομίας τῷ λαῷ σου,
5.1.96
ἐκάλυψας πάσας τὰς ἁμαρτίας" αὐτῶν·" καὶ πάλιν" Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
5.1.97
" καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ" μὴ λογίσηται Κύριος
5.1.98
ἁμαρτίαν·" καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν
5.1.99
κατευρύνεσθαι, φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους· δεδικαιώμεθα γὰρ ἐν
5.1.100
Χριστῷ," Ὃς παρεδόθη διὰ τὰ παρα" πτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν
5.1.101
ἡμῶν." Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Ἠπάτηνται γὰρ ὡς ἔοικεν καὶ
5.1.102
ἀμισθὶ τεθείκασιν ὑπὲρ αὐτοῦ τὴν ψυχὴν, εἴ γε μὴ ἐγήγερται Χριστός· εἰ μὴ ἀθανασίας
5.1.103
ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπὶς, εἰ μὴ προσδοκῶσι συμβασιλεύειν αὐτῷ, ἀπολώλασι
5.1.104
τάχα που, καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον ζημίαν
5.1.105
ἔχουσι πόνων· ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας·" ἀναστήσονται" γὰρ οἱ νεκροὶ, καὶ
5.1.106
ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ ταλαντεύει
5.1.107
ἑκάστῳ τὸ ὅτι 303 μάλιστα πρέπον αὐτῷ τῶν στεφάνων ὁ διανομεὺς, ἐποίσει δὲ πάντως
5.1.108
τοῖς δυσσεβοῦσιν τὴν κόλασιν· κρίτης γάρ ἐστιν τῶν ὅλων ὡς Θεός. Νυνὶ δὲ Χριστὸς
5.1.109
ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο κ. τ. λ.
5.1.110
Δέχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν, ὡς ἀνεβίω μὲν Χριστὸς,
5.1.111
καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, πρῶτος τῶν ἐπὶ τῆς γῆς πατήσας τὸν θάνατον·
5.1.112
καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν, καὶ γέγονεν ἀπαρχὴ
5.1.113
τῶν ὠλισθηκότων εἰς φθοράν· ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει καὶ ἡ τῶν
5.1.114
νεκρῶν, προσεπάγει λέγων Ὥσπερ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου
5.1.115
ἀνάστασις νεκρῶν. ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς
5.1.116
ἀνάμεστον εὐτεχνίας ἀποφαίνει πάλιν· ἔδει γὰρ ἔδει, φησὶν, ἄνθρωπον ὑπὲρ ἡμῶν
5.1.117
νικῆσαι τὸν θάνατον· ταύτης τε ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, οὐκ
5.1.117
ἀγγέλων ἐπελάβετο, καθά φησιν αὐτὸς, ἀλλὰ σπέρματος Ἁβραὰμ, ἵνα κατὰ πάντα τοῖς
5.1.118
ἀδελφοῖς ὁμοιωθῇ· ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠῤῥωστηκὸς, ἀναστῆναι τὸ
5.1.119
πεπτωκός· ἔδει καταθλῆσαι θανάτου δι' ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ' αὐτῷ γεγονὸς
5.1.120
διὰ παραβάσεως καὶ ἁμαρτίας· ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν ὁ
5.1.121
Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα, τῆς
5.1.122
ἀνθρώπου φύσεως παθούσης τὸν θάνατον, οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ
5.1.123
συναποδυσόμεθα τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον. 304 καὶ μαρτυρήσει
5.1.124
λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος" Ὥσπερ" γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου
5.1.125
ἁμαρτωλοὶ κατ" εστάθησαν οἱ πολλοί." οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες
5.1.126
ἀποθνήσκουσι, καταδεδικασμένης ὡς ἔφην ἐν αὐτῷ τῆς φύσεως διὰ τὴν παράβασιν,
5.1.127
οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ
5.1.128
τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν. λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα·" Παρεδόθη
5.1.129
γὰρ διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ" τὴν δικαίωσιν ἡμῶν·" ἐγηγερμένῳ δὴ
5.1.130
οὖν συνεγηγέρμεθα καὶ ἡμεῖς· ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος· οὐχὶ δήπου
5.1.131
μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωὴν, ἀλλ'
5.1.132
εἰς ὅλην αὐτὸ παραπέμπων τὴν τοῦ ἀνθρώπου φύσιν. ἐγήγερται μὲν γὰρ
5.1.133
ὁμολογουμένως ὡς ἀπαρχὴ Χριστὸς," ἵνα γένηται ἐν πᾶσιν αὐτὸς" πρωτεύων," κατὰ τὸ
5.1.134
γεγραμμένον· ἕψεται γεμὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους, πλὴν κατὰ τὸ εἰκὸς οὐ
5.1.135
χύδην, ἀλλ' ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι. μετὰ γάρ τοι τὴν
5.1.136
ἀπαρχὴν, τουτέστι Χριστὸν, τοὺς αὐτοῦ φησιν ἐγερθήσεσθαι· δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ
5.1.137
τῆς ἐπιδημίας, ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν, καὶ ὡς ἐν πίστει
5.1.138
κεκοιμημένους. ἦσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν
5.1.139
νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ,
5.1.140
δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ τῆς
5.1.141
υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα· κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ
5.1.142
κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ· καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς ὑπὸ νόμον,
5.1.143
κράζομεν δὲ ἡμεῖς" Ἀββᾶ ὁ πατήρ." οὐκοῦν 305 ἀμείνους, ὡς ἔφην, τῶν ἀρχαιοτέρων οἱ
5.1.144
ἐν Χριστῷ· τοιγάρτοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαί φησιν, οἷον ἰόντας κατ' ἴχνος
5.1.145
τῇ πάντων ἀρχῇ, διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ, καὶ προτετιμῆσθαι ταύτῃ τοι
5.1.146
τῶν ἄλλων. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν
5.1.147
παραβολαῖς εὐαγγελικαῖς· ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος·
5.1.148
οἰκοδεσπότης δὲ οὗτος·" ὀψίας γε" γενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς
5.1.149
ἐργάτας" καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων" ἕως τῶν
5.1.150
πρώτων . "
5.1.151
Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ
5.1.152
πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Παραδοθήσεσθαί φησιν τῷ Θεῷ καὶ
5.1.153
Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ, κατηργημένης ἀρχῆς ἁπάσης τῶν ἀκαθάρτων
5.1.154
πνευμάτων καὶ αὐτοῦ τοῦ θανάτου λοιπὸν ἀπρακτοῦντος εἰσάπαν. Ὅταν δὲ ὑποταγῇ
5.1.155
αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑπο ταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα
5.1.156
ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπειδή τινες ἐξευτελίζειν πειρῶνται τό γε ἐφ' ἑαυτοῖς τὸν
5.1.157
Υἱὸν λέγοντες παραδιδόναι τῷ Πατρὶ τὴν βασιλείαν καὶ ὑποτάττεσθαι ὡς μειζόνι,
5.1.158
λεκτέον ὅτι ὁ Υἱὸς ὑπέμεινεν τὴν ἐθελούσιον κένωσιν γεγονὼς καθ' ἡμᾶς, καὶ οἷον ἐξ
5.1.159
ὑψωμάτων ἑαυτὸν ταπεινώσας, σύμμορφος ὢν καὶ ἴσος τῷ Πατρί· καὶ κέκρυπται μὲν ἐν
5.1.160
Θεῷ, ἀποκαλυφθήσεται γεμὴν ἐν δόξῃ κατὰ τὸν τῆς συντελείας τοῦ νῦν αἰῶνος καιρὸν,
5.1.161
νῦν ἐν δεξίᾳ καθήμενος τοῦ Πατρός. εἰ δὲ καταβιβάζεται τῆς νῦν ἐνούσης αὐτῷ τιμῆς,
5.1.162
δευτέραν ἆρα κένωσιν ὑφίσταται; εἰ δὲ καὶ τὴν βασιλείαν παραδίδωσι, πῶς ἔρχεται
5.1.163
" μετὰ τῶν ἁγίων ἀγ" γέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;" οὐκοῦν καὶ ἀνεθέ 306 λητον
5.1.164
τῷ Υἱῷ τὸ" ὑπὸ τοὺς πόδας αὐτοῦ τεθῆναι τοὺς" ἐχθροὺς αὐτοῦ," εἴ γε νῦν μὲν
5.1.165
συμβασιλεύει τῷ Πατρὶ, τότε δὲ τῆς βασιλείας ἐκπίπτει. ὅμως κἂν ὑποτάσσεται ὁ Υἱὸς τῷ
5.1.166
Πατρὶ οὐ κατὰ τοῦτο ἥττων ἐστὶ τοῦ Πατρός· τὸ γὰρ τῆς ὑποταγῆς χρῆμα, οὐ φύσεως καὶ
5.1.167
οὐσίας ὅρος ἐστὶν, ἀλλὰ πράγματος ὑπεμφαίνει τρόπον. εἰ γένοιτο καὶ ἐφ' ἡμῶν οὐχ
5.1.168
ἑτεροουσίους ὄντας ἀλλήλοις ἀποφαίνει· πόθεν; ὑποτάττεται γὰρ πατρὶ μὲν ὁ υἱὸς,
5.1.169
δεσπότῃ δὲ δοῦλος, διδασκάλῳ δὲ μαθητὴς, ἡγουμένῳ δέ τις τῶν ὑπὸ χεῖρα καὶ
5.1.170
ὑπεζευγμένων. ἀλλ' οὐδὲν ἐν τούτοις ὁ τῆς ὁμοουσιότητος ἀδικεῖται λόγος· εἰσὶ γὰρ
5.1.171
ἀλλήλοις ὁμοειδεῖς, κἂν εἰ τοῦτον ἔχοιεν τὸν τρόπον, εἴκοντές τε ἀλλήλοις καὶ
5.1.172
ὑποταττόμενοι καὶ τὸ μὴ οὐκ ἀτιμάζοντες διὰ τὸ σύμφερον. τὸ τοίνυν καὶ ἐφ' ἡμῶν
5.1.173
ἀσθενοῦν πῶς ἐπὶ Θεοῦ κρατύνουσιν; εἰ γὰρ φύσεως ἰδιότης ἤτοι μέτρον καθά φασι τὸ
5.1.174
ὑποτάττεσθαί ἐστι τῷ Υἱῷ, τὸ μὴ ὑποτάττεσθαι φύσεως ἑτέρας ἰδιότης ἐστὶν αὐτῷ, τάχα
5.1.175
που τὸ ἄμεινον παρ' ἐκείνην ἐχούσης, εἴπερ ἐστὶν ἐν μείοσιν ἡ ὑποταγή· οἰκονομικῶς
5.1.176
γὰρ ὑποτάττεται δι' ἡμᾶς. ὁ δὲ τῶν ῥητῶν οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ἁμαρτήσας
5.1.177
γέγονεν ὑπὸ φθορὰν καὶ ὑπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἀποστὰς τοῦ φύσει Θεοῦ,
5.1.178
γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς καὶ κατήργηκε τοῦ θανάτου τὸ κράτος, ἐξῆρε
5.1.179
καὶ τὴν τοῦ θανάτου ῥίζαν τὴν ἁμαρτίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου.
5.1.180
ταῦτα δὲ πάντα πεποιηκὼς καὶ τῆς ὅλης οἰκονομίας συμπεπερασμένης, παραδίδωσι
5.1.181
τουτέστι προσκομίσει τῷ Πατρὶ τὴν βασιλείαν τὴν διηρπασμένην πάλαι καὶ ὑφ' ἑτέροις
5.1.182
γεγενημένην, τὸ κατεξουσιάζειν πάντων τῶν ἐπὶ γῆς ἀποκαταστήσας αὐτῷ,
5.1.183
κατηργημένου τοῦ θανάτου καὶ τοῦ τυραννήσαντος κατ' αὐτῶν σατανᾶ, ἕξει πάλιν ὁ
5.1.184
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.