Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam i ad Corinthios
Cyril of AlexandriaCori 7 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; κ. τ. λ. Ὁ
7.1.2
ΠΡΟΦΗΤΗΣ Ἡσαΐας μετὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον ὡς ἔσται κατὰ
7.1.3
καιροὺς Θεοῦ κατανεύοντος, καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ
7.1.4
θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων" Ἀναστήσονται οἱ" νεκροὶ, καὶ
7.1.5
ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραν" θήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ
7.1.6
παρὰ σοῦ ἴαμα" αὐτοῖς ἐστιν·" δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν
7.1.7
τοῦ Θεοῦ, καθ' ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις
7.1.8
εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ, καθάπερ ἀμέλει καὶ
7.1.9
δι' αὐτοῦ παρήχθη πρὸς γένεσιν· ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἐπὶ γῆς
7.1.10
πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν" Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμ" παντα
7.1.11
πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου" τὸ πρόσωπον, ταραχθήσονται·
7.1.12
ἀντανελεῖς τὸ πνεῦμα αὐ" τῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου" σιν·
7.1.13
ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ" ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς."
7.1.14
πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ
7.1.15
τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται, καὶ εἰς τὸν ἴδιον
7.1.16
ὑπενόστησε χοῦν, κατεβιβάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν. ἐπειδὴ δὲ γέγονε καθ'
7.1.17
ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν
7.1.18
μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς
7.1.19
καινότητα ζωῆς, τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος. καὶ 308 μαρτυρήσει λέγων ὁ
7.1.20
σοφώτατος Παῦλος" Εἰ δὲ τὸ πνεῦμα" τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ
7.1.21
νεκρῶν" Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν" διὰ τοῦ ἐνοικοῦντος
7.1.22
αὐτοῦ Πνεύματος ἐν ὑμῖν." ὅτε τοίνυν ἀνεβίω μὲν ὁ Χριστὸς πατήσας τοῦ θανάτου τὸ
7.1.23
κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν
7.1.24
αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῆ τὸ κατά τι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς
7.1.25
ἀναστάσεως μυστήριον;
7.1.26
Εἴ τις ἕλοιτο τοῖς τῆς θεότητος ἔργοις περιεργότερον ἐνιεὶς τῆς ἑαυτοῦ διανοίας
7.1.27
τὸν ὀφθαλμὸν πειρᾶσθαι περιαθρεῖν τῆς ἑκάστου παραγωγῆς τὸν τρόπον καὶ τῆς
7.1.28
γενέσεως τὴν ἀρχὴν, καταλήξειεν ἂν οὐδαμῶς τό Πῶς δὴ τοῦτο ἀπόπληκτον λέγων.
7.1.29
πῶς γὰρ γέγονεν ὁ οὐρανὸς, ἐκ ποίας ὕλης ἢ πόθεν; ποίαν ἔχει τὴν ἕδραν; γῆ δὲ πῶς ἢ
7.1.30
πόθεν καὶ ὅποι ποτὲ διερήρεισται; παρήχθη δὲ ὅπως ὁ ἡλίου κύκλος, σελήνη καὶ ἄστρα
7.1.31
καὶ τὰ ἕτερα τῶν κτισμάτων; πῶς δὲ ὁ τῶν ὅλων Δημιουργὸς χοῦν ἀπὸ γῆς λαβὼν
7.1.32
ἔπλασε τὸν ἄνθρωπον; πῶς εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκας ἡ γῆ μετεπλάττετο; εἰ δὲ
7.1.33
εἴπερ οὐχ εὑρεθησόμεθα τὸν ἐφ' ἑκάστῳ τῶν πεποιημένων ἀποδοῦναι λόγον, ταύτῃ καὶ
7.1.34
ἀναιρήσομεν ὅτι καὶ γεγόνασιν ὅλως, ὅποι ποτὲ λοιπὸν ἐκτελευτήσειεν ἂν ἡ τῶν
7.1.35
ἐννοιῶν ἤτοι σκαιῶν ἐγχειρημάτων ἔκβασις; Τὸ μετὰ τὴν Χριστοῦ ἀνάστασιν
7.1.36
ἀμφιβάλλειν περὶ ἀναστάσεως, δυσβουλίας ἐστὶ καὶ ἀμαθίας καὶ ἀλαζονείας, τὸ λέγειν
7.1.37
ἐπὶ τῶν τοῦ Θεοῦ ἔργων τὸ πῶς, ἀλλὰ μὴν καὶ τὸ λέγειν Ποίῳ σώματι ἐγείρονται οἱ
7.1.38
νεκροὶ καὶ τοῦτο εὔηθες· εὔδηλον γὰρ ὅτι τῷ αὐτῷ. καὶ γὰρ καὶ ὁ Κύριος τὴν ἑαυτοῦ
7.1.39
σάρκα ἀνέστησεν ὡς ἦν. ἐπειδὴ δέ τινες λέγουσι προὐπεῖναι τὴν ψυχὴν, τιμωρίας δὲ
7.1.40
ἕνεκεν ἐνδεσμεῖσθαι τῷ σώματι, ἀθετοῦσιν οὐ μόνον τὸν τῆς δημιουργίας λόγον καθ' ὃν
7.1.41
ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ
7.1.42
τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ' ἴσως
7.1.43
ἐκεῖνο ἐρεῖς Ναὶ λέγεις ὀρθῶς· παρίημί τε λοιπὸν τὸ χρῆναι ζητεῖν Πῶς ἐγείρονται οἱ
7.1.44
νεκροί· διειδέναι γεμὴν ἀναγκαῖον ποίῳ σώματι ἔρχονται· ἆρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο
7.1.45
καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα, ἢ ἕτερόν τι παρ' αὐτὸ πλὴν ἐξ αὐτοῦ; φαίην
7.1.46
δ' ἂν ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περιίστησιν ἡμᾶς εἰς
7.1.47
τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χριστὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ
7.1.48
ἀρπαχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα, φέρε
7.1.49
παραθέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· (εἶτα παραθεὶς τῶν
7.1.50
προϋπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθολογίας φησίν)
7.1.51
Εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ; φησὶ γάρ που
7.1.52
πρὸς τὸν μακάριον Ἰώβ" Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν" αὐτὸ ἔθου
7.1.53
ἐπὶ τῆς γῆς;" πέρα γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι
7.1.54
ζῷον· πῶς δὲ γεγονότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ
7.1.55
Δημιουργός" Αὐξάνεσθε καὶ πληθύνεσθε λέγων καὶ πλη" ρώσατε τὴν γῆν;" (καὶ πολλὰ
7.1.56
ἕτερα πρὸς αὐτοὺς εἰπὼν, ἐπιφέρει) ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος,
7.1.57
πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων οἷά τινα κόκκον, οὐχ οὕτως ἀναστησόμενον καθὰ
7.1.58
καὶ ἐσπάρη γυμνὸν, ἀλλ' ὡς ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων
7.1.59
αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· δίδωσι γάρ φησιν ὁ Θεὸς ἑκάστῳ τῶν
7.1.60
σπερμάτων ἴδιον σῶμα. ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαί
7.1.61
φησιν ἐν δόξῃ, κἂν εἰ πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς 310 τῶν
7.1.62
φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως
7.1.63
διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ' ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ
7.1.64
ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ
7.1.65
γενησόμενον σπείρεις. Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Εἷς μὲν ὁ λόγος καθὸ
7.1.66
σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ' ἕτερόν τινα λόγον· καὶ
7.1.67
ἀναβιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται τις διαφορὰ περί γε τὴν
7.1.68
δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. Ἀλλ' ἑτέρα
7.1.69
μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἰστέον ὅτι δυσὶν ἀρτίως
7.1.70
παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ
7.1.71
διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως
7.1.72
πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ
7.1.73
ἑξῆς· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος
7.1.74
ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ
7.1.75
κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα
7.1.76
σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ
7.1.77
ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον. ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν
7.1.78
νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται
7.1.79
πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως 311 δὴ λίαν καὶ σοφῶς
7.1.80
πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ
7.1.81
παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ' εὖ μάλα περιεσταλμένον
7.1.82
τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τούτοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο
7.1.83
καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς
7.1.84
ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων Δημιουργοῦ πρὸς πᾶν
7.1.85
τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν
7.1.86
ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν
7.1.87
εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς,
7.1.88
κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ
7.1.89
θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν
7.1.90
ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπόθεσις,
7.1.91
ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις·
7.1.92
ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος" Θάρσει Σιὼν,
7.1.93
μὴ" παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ," δυνατὸς σῶσαί σε, καὶ
7.1.94
ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει" αὐτοῦ." ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε
7.1.95
δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ" καινὴ
7.1.96
κτίσις· καὶ τὰ μὲν ἀρχαῖα" παρῆλθε, γέγονε δὲ καινά." ποῖα δέ φησιν ἀρχαῖα; τὰ
7.1.97
παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ
7.1.98
ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα·
7.1.99
καινὰ 312 δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ
7.1.100
πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν.
7.1.101
Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται σὰρξ μὲν οὐκέτι,
7.1.102
συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι' ὧν ἂν ἡ
7.1.103
τοῦ καθ' ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ
7.1.104
σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ
7.1.105
αὐτό που πάντως ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ' ἕτερόν τι παρ' ἐκεῖνο, καὶ τῷ
7.1.106
πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ' ἂν εἶναι πνευματικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν
7.1.107
ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ
7.1.108
σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί φησι σῶμα ψυχικὸν, ἔστι καὶ
7.1.109
πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν,
7.1.110
περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν
7.1.111
δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν
7.1.112
νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον τὴν καθ' ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο
7.1.113
σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ
7.1.114
πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ
7.1.115
τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί τινες καὶ πνευματικοί; γέγραπται
7.1.116
γὰρ ὅτι" ψυχικὸς ἄνθρω" πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ 313
7.1.117
" αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς" δὲ ὑπ' οὐδενὸς
7.1.118
ἀνακρίνεται." ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων
7.1.119
ἐμπεδοῦν, προσεπάγει καί φησιν Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ
7.1.120
ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ
7.1.121
οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν, ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν
7.1.122
ἐπιθυμιῶν· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαί τε καὶ τετραμμέναι πάθη,
7.1.123
κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον, ἀλλ' οὖν εἶεν ἂν κατά γε τὸ ἀληθὲς σαρκικῆς
7.1.124
ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν. οἷον δή τι φημί
7.1.125
" Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·" ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ
7.1.126
τοῦ πάντων δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστᾶσα τὸ ζῷον εἰς παιδοποιΐας ἔφεσιν·
7.1.127
εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον" Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν·"
7.1.128
καὶ ὁ πλάσας δὲ, φησὶν, ἐν ἀρχῇ," ἄρσεν καὶ θῆλυ ἐποίησεν" αὐτούς." οὐκοῦν
7.1.129
ἀκαταιτίατος μὲν ἡ εἰς μόνον ὁρῶσα παιδοποιΐαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ
7.1.130
δρωμένου φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων
7.1.131
ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε
7.1.132
δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμα
7.1.133
γέγονε ζωοποιοῦν· ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς κατὰ
7.1.134
φύσιν Θεὸς Λόγος, οὐ τὴν καθ' ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θεῖάν τινα καὶ θεοπρεπῆ καὶ
7.1.135
ἀμώμητον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀνέπαφον μὲν ἡδοναῖς
7.1.136
ἐκτόποις ἔχων τὸν νοῦν, ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ
7.1.137
ὁρᾶται μετεσχηκὼς τροφῆς καὶ ποτοῦ, διά τοι τὸ πιστεύεσθαι κατὰ ἀλήθειαν εἶναι
7.1.138
ἄνθρωπος καθ' ἡμᾶς, ἀλλ' οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν· ἦν μὲν γὰρ ἐν σαρκὶ δι'
7.1.139
ἡμᾶς οἰκονομικῶς, ὑπὲρ σάρκα δὲ πάλιν· πνεῦμα γὰρ ἦν ζωοποιὸν ὡς Θεός· ὁ 314 δέ γε
7.1.140
προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο·
7.1.141
πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ
7.1.142
ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. Ὅτι τοίνυν ὁ ψυχικὸς
7.1.143
οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἂν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε καὶ τρόπων
7.1.144
ποιότητα, καθ' ἣν ὁ μέν τις ἐστὶ τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος, ὁ δὲ
7.1.145
τῇ τοῦ πνεύματος ἐλευθερίᾳ περιφανὴς, ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου
7.1.146
καὶ τοῦ δευτέρου· ἄμφω μὲν γὰρ γεγόνασιν ἐν γηΐνοις σώμασιν, ἀλλ' ἥ γε τοῦ
7.1.147
φρονήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι διαβιοῦν, τὸν μὲν ἀπέφηνε
7.1.148
ψυχικὸν, ἕτερον γεμὴν ἀσυγκρίτως ἐν ἀμείνοσι τουτέστι πνευματικόν.
7.1.149
Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν.
7.1.150
Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν καθ' οὓς γεγόνασι, καί φησιν Ἀλλ' οὐ
7.1.151
πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν· ἐπειδὴ ἔφη
7.1.152
σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικὸν, ἀποφαίνει λευκῶς ὡς ἔστιν οὐκ ἀπαράδεκτον
7.1.153
τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικὸν, καὶ ὅτι
7.1.154
πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἄν· καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ἡ
7.1.155
πίστις; Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός κ. τ. λ. Ὁ πρῶτός φησιν ἄνθρωπος τουτέστιν
7.1.156
Ἀδὰμ, εἰς ψυχὴν πεποίητο ζῶσαν, τουτέστι γεώδης καὶ σαρκικός· ὁ γεμὴν 315 δεύτερος
7.1.157
ἐξ οὐρανοῦ· εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος κατὰ τὰς γραφὰς, ἀλλ' ἠ... καὶ ὁ ἐξ
7.1.158
οὐρανοῦ καὶ" ἐπάνω πάντων," κατὰ τὴν Ἰωάννου φωνήν· οὐκοῦν ἄμφω μὲν ἤστην, ὡς
7.1.159
ἔφην, ἐν γηΐνοις σώμασιν, οὐ μὴν καὶ ἐν ἴσοις ἔτι κατά τε τὴν γνώμην ἤτοι τὸν τῆς ζωῆς
7.1.160
τρόπον· ἦν μὲν γὰρ ὁ πρῶτος ἐν φρονήματι σαρκικῷ, πνεῦμα δὲ ζωοποιοῦν ὁ δεύτερος
7.1.161
καὶ ἐξ οὐρανοῦ. καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τουτέστι τὴν πρὸς Ἀδὰμ
7.1.162
ὁμοίωσιν, καὶ παθῶν ἡττώμενοι καὶ ἀσθενοῦντες εἰς ἁμαρτίας, καίτοι τῆς φθορᾶς
7.1.163
ὑπενηνεγμένοι ζυγοῖς, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι
7.1.164
Χριστοῦ· καὶ φιλοσαρκίας ἀμείνους καὶ τοῦ πλημμελεῖν ἐθέλειν ἔτι γεγενημένοι, καὶ
7.1.165
αὐτὸν ἤδη νενικηκότες τὸν πάλαι δεινὸν καὶ δυσάντητον καὶ ἀγρίως καθ' ἡμῶν
7.1.166
τυραννήσαντα θάνατον. Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.
7.1.167
Συνίστησι τὸ τῆς ἀναστάσεως καὶ διὰ τούτου μυστήριον· ἕως μὲν γάρ ἐστι τὸ σῶμα τὸ
7.1.168
ἀνθρώπινον σὰρξ καὶ αἷμα, τουτέστι θνητὸν καὶ φθαρτὸν, Θεοῦ βασιλείαν, τουτέστι τὸ
7.1.169
εἶναι διηνεκῶς, οὐκ ἂν δύναιτο κληρονομεῖν. πᾶσα δὴ οὖν ἀνάγκη καταπίνεσθαι τὴν
7.1.170
φθορὰν καὶ ἀφανίζεσθαι τὸ εὐμάραντον, μεταπλάττεσθαι δὲ πρὸς ἀφθαρσίαν αὐτὸ, καὶ
7.1.171
θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δόξῃ καταφαιδρύνεσθαι· κληρονομήσει γὰρ τότε τὴν τοῦ Θεοῦ
7.1.172
βασιλείαν. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ
7.1.173
ἀλλαγησόμεθα. Μέγα καὶ οὐράνιον ἀληθῶς τὸ μυστήριον, καὶ ἀποκαλυφθὲν αὐτῷ
7.1.174
πάντως που διὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ," ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς
7.1.175
σοφίας καὶ γνώσεως" ἀπόκρυφοι." αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκωμένων
7.1.176
διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ
7.1.177
ἀπαλλάξει" δουλείας εἰς" τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." καὶ εἰ ταῦτα
7.1.178
ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συνκαινουργεῖσθαι τῇ κτίσει τὸν δι' ὃν ἡ
7.1.179
κτίσις, φημὶ δὲ τὸν ἄνθρωπον; ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινὸν, οὐ φθορᾷ τῇ πρώτῃ
7.1.180
τυραννούμενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον, ἐγηγερμένον δὲ
7.1.181
μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ ἐν εὐσθενείᾳ καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον.
7.1.182
ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας" Καὶ προπορεύσεται ἔμπροσθέν σου" ἡ δικαιοσύνη
7.1.183
σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·" καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς
7.1.184
διεβεβαιοῦτο· σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώσονται μὲν οἱ
7.1.185
νεκροὶ," οἱ γεμὴν συνιέντες ἐκλάμψουσιν ὡς" ἡ λαμπρότης τοῦ στερεώματος." πλὴν
7.1.186
οὐχ ἅπασιν ἀδιακρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προκείσεται χάρις· πρέποι δ' ἂν
7.1.187
μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, οἳ καὶ σύμμορφοι γεγόνασι" τῆς
7.1.188
εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ·" ἀναβιώσονται μὲν γὰρ ὁμολογουμένως τὰ πάντων σώματα τῇ
7.1.189
τῆς ἀφθαρσίας χάριτι κατημφιασμένα, ἀλλαχθήσονται δὲ οὐ πάντες· ἀλλ' οἱ μὲν φαῦλοι
7.1.190
ἀπομενοῦσιν ἐν τῷ τῆς ἀτιμίας σχήματι ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι, οἱ δέ γε δίκαιοι
7.1.191
ἀλλαχθήσονται μόνοι πρὸς τῷ τῆς ἀφθαρσίας ἀγαθῷ, καὶ τῆς θείας δόξης
7.1.192
καταπλουτήσαντες τὴν περιστολήν. αὐτὸς τοιγαροῦν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ
7.1.193
θεοπρεπεῖ" μετα" σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον" τῷ σώματι
7.1.194
τῆς δόξης αὐτοῦ." ποῖον δὲ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν; τουτὶ τὸ ἐκ γῆς, τὸ τῷ
7.1.195
θανάτῳ κατησχημένον ἐκ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς, ἣν λέλυκεν ὁ Χριστὸς 317
7.1.196
" γενόμενος ὑπὲρ ἡμῶν κατάρα·" ἔσται δὲ ὁ μετασχηματισμὸς οὐκ εἰς ἑτέραν τινὰ φύσιν
7.1.197
ἀποκομίζων ἡμᾶς, ἐσόμεθα γὰρ ὅπερ ἐσμὲν, τουτέστιν ἄνθρωποι, πλὴν ἀμείνους
7.1.198
ἀσυγκρίτως· ἄφθαρτοι γὰρ καὶ ἀνώλεθροι, καὶ πρός γε τούτῳ δεδοξασμένοι. τί δ' ἂν
7.1.199
βούλοιτο δηλοῦν ἡ ἐσχάτη σάλπιγξ ἣ διανιστᾷ τοὺς νεκροὺς, αὐτὸς ἡμῖν σαφηνιεῖ
7.1.200
λέγων ὁ θεσπέσιος Παῦλος" Οτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ" ἀρχαγγέλου
7.1.201
καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ" ρανοῦ·" καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.
7.1.202
οὐκοῦν παρεικάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ
7.1.203
φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς
7.1.204
ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ' οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ
7.1.205
γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ οὐχί που πάντως ἡ τοῦ
7.1.206
ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική· ποία
7.1.207
τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτό φαμεν ἀναβιώσεσθαι τὸ τῷ
7.1.208
θανάτῳ κατησχημένον; ἢ τίνα τρόπον ἐροῦμεν, μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς
7.1.209
Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὰ ἑξῆς; Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ
7.1.210
νῖκος; Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν
7.1.211
ἑβραίων ἔκδοσιν ἐποιήσατο· ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν
7.1.212
προφήταις" Ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;"
7.1.213
Πλὴν τὸ κέντρον τοῦ θανάτου φησὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ
7.1.214
νόμος· πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ 318 τὸ κέντρον ἔχων τοῦ θανάτου, τουτέστιν
7.1.215
ὁ σατανᾶς. πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας· ἀλλ' ἔδωκεν ἡμῖν ὁ Σωτὴρ
7.1.216
" ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ πᾶσαν" τὴν δύναμιν τοῦ ἐχθροῦ."
7.1.217
κατηφάνισται γὰρ τοῦ θανάτου τὸ κέντρον, ἐξῃρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι
7.1.218
δύναμιν ἐχούσης τὸν νόμον· κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτάνοντας· τοιγάρτοι
7.1.219
φησὶν ὁ θεσπέσιος Παῦλος δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ καὶ τοῦτο
7.1.220
ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν·
7.1.221
χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς
7.1.222
δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρόφασις,
7.1.223
εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ
7.1.224
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Intertext edge

Open linked passage

Note