Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ii ad Corinthios
Cyril of AlexandriaCori 1 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
ΛΟΓΟΣ Α.
1.2
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.
1.3
Ὁ ΣΟΦΩΤΑΤΟΣ ἀπόστολος Παῦλος προκεχειρισμένος εἰς διακονίαν τὴν ἐπὶ Χριστῷ διὰ
1.4
θελήματος Θεοῦ παρῆχθαί φησιν, τὴν τῶν ψευδοπροφητῶν καὶ ψευδαποστόλων δόξαν
1.5
ὡς δυσσεβῆ παρωθούμενος, λαλῶν δὲ ἐν Πνεύματι, καὶ αὐτὸν ἔχων ἐνηυλισμένον ἐν
1.6
ἰδίᾳ ψυχῇ τὸν Ἰησοῦν· ὡς φάσκειν πῆ μέν" Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν," πῆ δέ" Εἰ
1.7
" δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." δοῦλον ἑαυτὸν εἶναί φησιν αὐτοῦ,
1.8
καίτοι τῶν ὅλων κατεξουσιάζοντος τοῦ Θεοῦ καὶ κατάρχοντος μόνου· εἴρηται γὰρ πρὸς
1.9
αὐτόν" Οτι τὰ σύμπαντα δοῦλα σά·" πῶς οὖν οὐκ ἐναργῶς φυσικήν τε αὐτῷ καὶ ἀληθῶς
1.10
θεοπρεπεστάτην τῆς κυριότητος ἀπονέμει δόξαν; 321 Ἐξ ὧν ἀπόστολον ἑαυτὸν λέγει
1.11
τοῦ Ἰησοῦ, Θεὸν φύσει καὶ ἀληθῶς καταγγέλλει τὸν Ἰησοῦν· οὐδεὶς γὰρ ἀπόστολον εἴη
1.12
ἂν ἀνθρώπων ἀλλὰ Θεοῦ μᾶλλον τοῦ κατὰ φύσιν· καὶ δείκνυσιν ὅτι οὐ παρὰ γνώμην
1.13
τοῦ Πατρὸς ἐκλήθη πρὸς τὴν ἀποστολὴν, οὔτε ἀπὸ καρδίας λαλεῖ ὡς οἱ ψευδομάντεις,
1.14
ἀλλὰ Θεοῦ λόγια διακονεῖται. κοινωνὸν δὲ ποιεῖ τῆς ἐπιστολῆς τὸν Τιμόθεον, ὡς
1.15
δόκιμον καὶ ἀκολουθοῦντα τοῖς αὐτοῦ ἴχνεσιν, ἵνα γοργότερον πείσῃ διὰ τῆς
1.16
συμφωνίας, ἐπείπερ ὁ νόμος λέγει" Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν" σταθήσεται
1.17
πᾶν ῥῆμα." Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Γράφουσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ
1.18
τῇ οὔσῃ ἐν Κορίνθῳ, καίτοι Χριστοῦ λεγομένης εἶναι τῆς Ἐκκλησίας· αὐτὸς γὰρ αὐτὴν
1.19
ἑαυτῷ παρέστησε παρθένον ἁγνήν· εἴπερ οὖν ἐστιν ἡ Ἐκκλησία Θεοῦ, Χριστὸς δὲ ὁ
1.20
ταύτην ἑαυτῷ παραστήσας, Θεὸς ἄρα κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας καὶ θεοτόκου
1.21
Μαρίας. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἴπερ
1.22
οὐκ ὄντα Θεὸν κατὰ φύσιν ἠπίστατο τὸν Υἱὸν, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Χάρις ὑμῖν
1.23
καὶ εἰρήνη παρὰ μόνου τοῦ Θεοῦ καὶ Πατρός; νυνὶ δὲ συνεισδεχόμενος καὶ συνδοτῆρα
1.24
τιθεὶς τὸν Χριστὸν ὧν ἂν ἡ θεία χαρίσαιτο φύσις, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἠγνοηκὼς
1.25
ὄντα κατὰ φύσιν Θεόν· 322 ἀναγκαίως τοιγαροῦν συνεισδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ τὸν
1.26
Υἱὸν εἰς τὸν τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος λόγον, ἵνα καὶ Θεὸς εἷς χορηγὸς
1.27
ὑπάρχων νοῆται τῶν πνευματικῶν ἀγαθῶν. Χριστὸν δὲ Ἰησοῦν ὀνομάζων, τὸν ἐκ Θεοῦ
1.28
Λόγον ἐν σαρκὶ πεφηνότα δηλοῖ· εἰ δέ ἐστι χορηγὸς ὧν ἂν καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ
1.29
Θεὸς κατὰ φύσιν καθ' ἕνωσιν οἰκονομικὴν μετὰ τῆς ἰδίας σαρκὸς νοεῖται Χριστός; οὕτω
1.30
καὶ ὁ σοφώτατος Παῦλος περὶ τῶν ἐξ Ἰσραήλ που φησίν" Ὧν" οἱ πατέρες, καὶ ἐξ ὧν ὁ
1.31
Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ" πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν."
1.2
ΛΟΓΟΣ Β.
1.3
Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς
1.4
λέγει" Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ·" τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια, κατὰ τὸ
1.5
γεγραμμένον· ἔμπλεων δὴ οὖν ἀληθείας, ἤτοι τοῦ Ἁγίου Πνεύματος, τὴν διάνοιαν
1.6
ἔχοντες οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων κήρυκες, οὐκ ἂν νοοῖντο ψευδοεπεῖς· ἃ δ' ἂν
1.7
λέγοιεν περὶ Χριστοῦ, ταῦτα δὴ πάντως ἐστὶν ὀρθῶς τε καὶ ἀραρότως ἔχοντα· καὶ
1.8
πιστώσεται λέγων αὐτὸς ὁ Χριστός" Οὐ γὰρ ὑμεῖς ἐστε οἱ" λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα
1.9
τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν" ἐν ὑμῖν." διὸ οὐ λέγει τοῦτό ἐστιν ὡς πρὸς τοὺς
1.10
διαβάλλειν αὐτὸν πειρωμένους ὡς τὰ ἐναντία ἑαυτῷ λέγοντα διάτοι τὸ ποτὲ μὲν, ὡς
1.11
Θεὸν κατὰ φύσιν κηρύττειν τὸν Ἰησοῦν, ὅτε δὲ καὶ ὡς ἄνθρωπον. ἀναγκαίως τοίνυν
1.12
ταῖς ἐκείνων ἀνεπιεικείαις οἱονείπως ἐπιπηδῶν, ὅτι μὴ γέγονεν αὐτῷ διττός τε καὶ
1.13
ἀσαφὴς ὁ λόγος, ἁπλοῦς δὲ μᾶλλον καὶ ἀληθὴς, πληρο 323 φορεῖ λέγων Ὁ λόγος ἡμῶν
1.14
ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ· τουτέστιν οὐκ αὐτὸς ἑαυτῷ μαχόμενος καὶ
1.15
νενοσηκὼς τὸ ἀσύμβατον, ποτὲ μὲν τοῦτο ἐπαινεῖν, ποτὲ δὲ ψέγειν, ἀλλ' ἀληθεύων ἐν
1.16
τῷ κηρύγματι· πιστὸς οὖν ἐστιν ὁ Θεὸς, τουτέστιν ἀψευδής τε καὶ ἀληθής. Ἑλλήνων οἱ
1.17
λογάδες περὶ τῶν παρ' αὐτοῖς ὑπειλημμένων θεῶν δοξάσουσι διαφόρως, ναί τε καὶ οὔ
1.18
λέγοντες· οὐ γάρ ἐστι παρ' αὐτοῖς ἡ ἀλήθεια ἀλλὰ μᾶλλον τὸ ψεῦδος· διὸ καὶ διαφόροις
1.19
σαλεύονται δόξαις· ὁ δὲ ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸς τοῦ πάντα ἰσχύοντος Θεοῦ, πῶς ἂν
1.20
γένοιτο ναὶ καὶ οὔ;.... ἀναγκαίως δὲ καὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς ὁ ἐν ὑμῖν δι' ἡμῶν
1.21
κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ· πᾶς γὰρ ἐπ'
1.22
αὐτῷ λόγος ἀληθὴς διὰ τῆς τῶν θεηγόρων γέγονε φωνῆς. καὶ ὅσαι δή φησιν ἐπαγγελίαι
1.23
τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, τουτέστι φιλοτιμίαν τε καὶ ὑπόσχεσιν ἅπασαν ἐν αὐτῷ παρὰ
1.24
τοῦ Θεοῦ καὶ Πατρὸς ἐσχήκαμεν· καὶ τοῦτο ἐν τῷ Ναὶ, τουτέστιν ἐν ἀληθείᾳ· ἥκει γὰρ
1.25
ταῦτα πρὸς πέρας διὰ Χριστοῦ·" κατεπόθη γὰρ ὁ" θάνατος εἰς νῖκος," καὶ τὸ τῆς φθορᾶς
1.26
κατεσείσθη κράτος, παύσεται δὲ καὶ τὸ ἄναλκι καὶ πρὸς τούτοις ἡ ἀτιμία· καθὰ ἔφη καὶ ὁ
1.27
σοφώτατος Παῦλος καὶ ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἀποδεδείγμεθα δὲ καὶ αὐτῆς τῆς τῶν
1.28
ἁγίων βασιλείας κληρονόμοι καὶ μέτοχοι· ἐρεῖ γὰρ ἡμῖν αὐτὸς ἐπὶ τοῦ θείου βήματος ὁ
1.29
ἐν ᾧ τὸ ναί" Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός" μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
1.30
ὑμῖν βασιλείαν" ἀπὸ καταβολῆς κόσμου." οἰκέται μὲν γὰρ ἡμεῖς τό γε ἧκον εἰς τὴν
1.31
φύσιν· ἀλλ' ἀπὸ δούλων εἰς ἐλεύθερον ἐκλήθημεν ἀξίωμα δι' αὐτοῦ, ἀπὸ φθορᾶς εἰς
1.32
ἀφθαρσίαν, ἀπὸ τοῦ δουλεύειν τῷ διαβόλῳ ἀπαλλάγημεν. πᾶσα τοίνυν ἐπαγγελία 324
1.32
τοῦ Θεοῦ διὰ Χριστοῦ μόνον ἔχουσα τὸ ναί· ἀπαράδεκτον δὲ παντελῶς τὸ οὔ· ὅπερ ἐστὶν
1.33
ἡ ἄρνησις· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. προσαποδείκνυσι δὲ καὶ τοῦτον ἑνικῶς ὅτι
1.34
κατὰ φύσιν ἐστὶ Θεός· εἰ γὰρ οὐκ ἂν διαψεύσαιτο τὰς ἐπαγγελίας, ἀποπερανεῖ δὲ μᾶλλον
1.35
τοῖς ἁγίοις αὐτὰς, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἀγαθὰ διανέμοντος, πῶς οὐκ ἂν εἴη
1.36
φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, ὁ ἐν ᾧ" πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν
1.37
δώρημα τέλειον" οὐ διεψευσμένως;
1.38
Ὅτι δέ ἐστιν ἀψευδὴς ὁ λόγος, προσεμπεδοῖ λέγων Διὸ καὶ δι' αὐτοῦ τῷ Θεῷ τὸ
1.39
ἀμὴν πρὸς δόξαν δι' ἡμῶν· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ὁ μεσίτης, ὁ δι' οὗ καὶ μόνου
1.40
προσιτὸς ὁ Πατὴρ, ὁ ἐν ᾧ πᾶσα δόσις πνευματικὴ, δι' αὐτοῦ δὴ πάντως καὶ πᾶν ἔσται
1.41
πέρας εὐχῆς· καὶ τοῦτό ἐστι τὸ ἀμήν· καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Υἱὸς
1.42
πεπαιδαγώγηκε λέγων τοῖς ἁγίοις ἀποστόλοις" Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ
1.43
ἐρωτήσετε" οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα," δώσει ὑμῖν ἐν
1.44
τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν" ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε,
1.45
ἵνα ἡ χαρὰ ὑμῶν" ᾖ πεπληρωμένη." δι' αὐτοῦ μὲν οὖν τὸ ἀμὴν τῷ Θεῷ Πατρὶ πρὸς
1.46
δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ.
1.47
ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ
1.48
μακαρίου προφητεύοντος Ἰακώβ" Ἰούδα, σὲ αἰνέσαισαν οἱ" ἀδελφοί σου·" ἀνέφυ γὰρ ἐκ
1.49
τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος" Εἶδον
1.50
" τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ 325" ἐπηρμένου," περιεστηκότα
1.51
δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε
1.52
λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ὅτι δὲ αὐτὸν τεθέαται τὸν
1.53
Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ Ἰωάννης" Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν
1.54
" αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ." οὐκοῦν καὶ εἰ ὁ Πατὴρ δοξάζοιτο δι' αὐτοῦ, καὶ
1.55
ἐπειδὴ δὲ τέθειται" διὰ πίστεως ἱλαστήριον," γέγονε δὲ καὶ" τῶν ἁγίων λειτουργὸς" διὰ
1.56
τὸ ἀνθρώπινον, ὡς θυσίαν πνευματικὴν τὴν ἑκάστου τῶν ἁγίων ἱερουργεῖ προσευχήν·
1.57
δι' αὐτοῦ γὰρ ἡμῶν τὸ ἀμήν· καὶ οὐκ ἂν ἔξω νοοῖτο τοῦ καὶ προσκυνεῖσθαι δεῖν καὶ
1.58
συνδοξάζεσθαι τῷ γεγεννηκότι παρά γε ἡμῶν αὐτῶν καὶ τῆς ἄνω πληθύος τῶν ἁγίων
1.59
πνευμάτων. ἔφη δέ που θεσπέσιος Παῦλος" Οταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον
1.60
εἰς τὴν οἰκουμένην", λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι" Θεοῦ·" καίτοι
1.61
τίνι τῶν ὄντων ἀσυμφανὲς ὡς ἔστι Μονογενὴς καθ' ὃ ἂν νοοῖτο Θεός; μόνος γὰρ ἐκ
1.62
μόνου γεγέννηται τοῦ Πατρός· ἐπειδὴ δὲ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς ἐν πολλοῖς
1.63
γέγονεν ἀδελφοῖς, τότε τέθειται πρωτεύων αὐτός· καὶ πρός γε τῷ εἶναι Μονογενὴς ὡς
1.64
Θεὸς, κεχρημάτικε καὶ πρωτότοκος διὰ τὸ ἀνθρώπινον. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς
1.65
Χριστὸν κ. τ. λ. Βεβαιοῖ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς Χριστὸν, ὀρθὴν καὶ ἀκατάσειστον
1.66
ἐνιδρυσάμενος πίστιν ταῖς ἁπάντων ψυχαῖς, φρονεῖν ἀναπείθων ὡς ἔστι φύσει τε καὶ
1.67
ἀληθείᾳ Θεὸς, κἂν εἰ ἐν τῷ καθ' ἡμᾶς ὁρῷτο σχήματι, γεννηθεὶς κατὰ σάρκα ἐκ
1.68
γυναικὸς ὁ ὑπὲρ πᾶσαν κτίσιν· καὶ γοῦν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς
1.69
ὁμολογοῦντι τῷ Πέτρῳ τὴν πίστιν, λέγοντί τε σαφῶς" Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ
1.70
τοῦ" ζῶντος," ἀντανεφώνει λέγων" Μακάριος εἶ σὺ Σίμων 326" βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ
1.71
αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ" Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." ἐπειδὴ γὰρ
1.72
παμμέγεθες τὸ μυστήριον, δέοιτ' ἂν εἰκότως μυσταγωγίας τῆς ἄνωθεν καὶ παρὰ Πατρός·
1.73
βεβαιοῖ τοιγαροῦν ἡμᾶς αὐτὸς εἰς Χριστὸν ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ χρίσας Θεὸς
1.74
καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. εἴη δ' ἂν οὐκ ἀσυμφανὲς καὶ διά γε τούτων
1.75
ἡμῖν, ὅτι μὴ γέγονεν ὁ Υἱὸς" ναὶ καὶ οὔ·" Θεὸς δὲ μᾶλλον ἀληθινὸς, καὶ ἐφ' ἅπασι τοῖς
1.76
ἀγαθοῖς" ἐν αὐτῷ" τὸ ναί·" Θεοῦ γὰρ ἡμᾶς σφραγίσαι τε καὶ χρίσαι λεγομένου, δόντος τε
1.77
τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, Χριστὸς ἂν εἴη πάλιν ὁ ταῦτα πληρῶν ἐν ἡμῖν, οὐχ
1.78
ὑπουργικῶς, οὔτε μὴν ἀλλοτρίῳ καταχρίων τε ἡμᾶς καὶ σφραγίζων Πνεύματι, ἀλλ'
1.79
αὐτῷ τῷ ἰδίῳ καὶ τῷ τοῦ Πατρός· ἐν γὰρ ἀμφοῖν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τὴν ταυτότητα
1.80
τῆς οὐσίας οὐ μεμερισμένως, ἀλλ' ὡς ἐκ Πατρὸς δι' Υἱοῦ διῆκον ἐπὶ τὴν κτίσιν·
1.81
ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων" Λάβετε" Πνεῦμα Ἅγιον·" δι' αὐτοῦ τε καὶ
1.82
ἐν αὐτῷ πρὸς εἰκόνα κατεσφραγίσμεθα τὴν θείαν καὶ νοητήν· ἔφη γὰρ αὐτὸς ὁ θεῖος
1.83
ἀπόστολος Γαλάταις ἐπιστέλλων" Τεκνία μου, οὓς" πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ
1.84
Χριστὸς ἐν ὑμῖν·" εἰ δὲ εἰς Χριστὸν μορφούμενοι, τὸν θεῖον ἐν ἑαυτοῖς πλουτοῦμεν
1.85
εἰκονισμὸν, αὐτὸς ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ ἀκριβὴς ἐμφέρεια, καὶ
1.86
οὐ καθάπερ ἡμεῖς κατὰ μέθεξιν ἁγιασμοῦ πρὸς ὁμοιότητα κεκλημένοι, φύσει δὲ μᾶλλον
1.87
καὶ οὐσιωδῶς· Θεὸς γὰρ ὁ φύσει πρὸς τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ ἐκ τῆς αὐτοῦ
1.88
γεγενημένον οὐσίας, οὐδὲν ἂν ἔχοι τὸ ἀπεοικός· ἐσφραγίσθαι δὲ καὶ αὐτὸν παρὰ τοῦ
1.89
Θεοῦ καὶ Πατρὸς, Ἰωάννης φησὶν ὁ σοφώτατος·" Ὁ λαβὼν γὰρ" αὐτοῦ τὴν μαρτυρίαν
1.90
ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής 327" ἐστιν·" ἐσφράγισται δὲ πάλιν οὐκ ἐν ἴσῳ τρόπῳ καθ'
1.91
ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς
1.92
καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν" Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν
1.93
Πατέρα." Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χρι στῷ καὶ τὴν ὀσμὴ
1.94
γνώσεως αὐτοῦ φανεροῦντι δ' ἡμῶν ἐν παντὶ τόπῳ. Εὐχαριστοῦσιν οἱ ἀπόστολοι
1.95
δοκιμαζόμενοι καὶ πονοῦντες καὶ καυχῶνται τοῖς ἀγῶσιν τοῖς διὰ Χριστόν· ὥσπερ γὰρ
1.96
ὑπὲρ ἡμῶν τεθριάμβευται Χριστὸς τὸν ἐπὶ ξύλου θάνατον ἀνατλὰς, καὶ τελειωθεὶς διὰ
1.97
παθημάτων, οὕτω καὶ αὐτοὶ θριαμβεύεσθαί φασιν ὑπὲρ αὐτοῦ, τουτέστι γνωρίζεσθαι
1.98
τοῖς ἁπανταχῆ καὶ καταλαμπρύνεσθαι διὰ πειρασμῶν καὶ νικᾶν τὸν κόσμον, διά γε τοῦ
1.99
πάντα παθεῖν ἑτοίμως ἔχειν καὶ λίαν ἀσμένως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ· εἰσὶ γάρ
1.100
εἰσι μέτοχοι τῶν αὐτοῦ παθημάτων, ὡς φησὶ," καὶ τῆς μελλού" σης ἀποκαλύπτεσθαι
1.101
δόξης" κοινωνοί· Θεὸν δὲ εἶναί φασι τὸν θριαμβεύοντα αὐτοὺς, οὐχ ὡς ἐνιέντα τῷ
1.102
πάσχειν αὐτοὺς οὔτε μὴν ὡς θλίψεις ἐπισωρεύοντα, ἀλλ' ὅτι κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς
1.103
ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν διακηρύττοντες τὸν Ἰησοῦν, τοῖς ὑπὲρ αὐτοῦ περιπίπτουσι
1.104
πειρασμοῖς· ἄνευ γὰρ πειρασμῶν εὐδοκιμεῖν ἀδύνατον· ὁ δὲ τούτων καρπὸς ὅτι
1.105
πάσχουσιν ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν, ὅπερ ἐστὶν εὐκλεὲς καὶ ἐλπίδων
1.106
ἀνάμεστον ἀγαθῶν. Ποία δέ τις ἄρα ἐστὶν ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ
1.107
τῶν ἁγίων ἀποστόλων τῷ κόσμῳ φανερουμένη καὶ ἐν 328 παντὶ τόπῳ, καθά φασιν
1.108
αὐτοὶ, διδάξει πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος ἐκεῖνο λέγων" Οὐ γὰρ ἑαυτοὺς
1.109
κηρύσσομεν," ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν" διὰ Ἰησοῦ
1.110
Χριστοῦ·" καὶ πάλιν" Οὐ γὰρ ἔκρινά τι" εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ
1.111
τοῦτον ἐσταυ" ρωμένον." εἶτα τίνα τρόπον ὁ γεννηθεὶς ἐκ γυναικὸς, ὁ σταυρὸν
1.112
ὑπομείνας καὶ θάνατον ὑποδὺς, εἰ καὶ ἀνεβίω πάλιν, ὀσμὴ τῆς γνώσεως ἔσται τοῦ Θεοῦ
1.113
καὶ Πατρὸς, εἰ καθάπερ οἴονταί τινες ψιλὸς καθ' ἡμᾶς, ἤγουν θεοφόρος, ἄνθρωπος
1.114
νοεῖται Χριστὸς, καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχων Θεὸς, κἂν εἰ νοοῖτο προλαβὼν τὸ
1.115
ἀνθρώπινον οἰκονομικῶς ὁ ἐκ Θεοῦ Λόγος; οὐ γὰρ ἔν γε τῷ εἶναι καθ' ἡμᾶς καὶ πέρα
1.116
τοῦ μηδὲν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάσει φύσιν, οὐδ' ἂν ὀσμὴ γένοιτο τοῦ μὴ
1.117
εἰδότος θάνατον ὁ θάνατον ἀνατλάς· πῶς οὖν ὀσμὴ τῆς γνώσεως τοῦ Πατρὸς ὁ Χριστός;
1.118
ἢ δῆλον ὅτι καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκὶ δι' ἡμᾶς; ἐπεὶ τίνα
1.119
τρόπον οἱ διακηρύσσοντες τὸν Χριστὸν καταγγέλλουσι τῷ κόσμῳ τὸν φύσει τε καὶ
1.120
ἀληθῶς ὄντα Θεόν; ἢ πῶς ἂν εἰδεῖεν τὸν Ἰησοῦν; τίνα δὲ τρόπον καὶ Θεὸς καὶ Πατὴρ ἐν
1.121
Χριστῷ τὸν κόσμον ἑαυτῷ καταλλάττειν λέγεται παρὰ τῶν ἁγίων μυσταγωγῶν, εἰ μὴ
1.122
συνεισδέξαιτό τις τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πρὸς ἕνωσιν τὸ ἀνθρώπινον, ἀπαιτούσης
1.123
τοῦτο τῆς σοφῆς οἰκονομίας; καταγγέλλουσι γὰρ οἱ θεσπέσιοι μαθηταὶ λαλοῦντες ἐν
1.124
πνεύματι, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσαντα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ' ὡς σάρκα
1.125
γεγονότα, τουτέστιν ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν· οὕτω γὰρ ἂν εἴη καὶ
1.126
τῆς δόξης κύριος ὁ ἐσταυ 329 ρωμένος· οὐκοῦν κἂν εἰ νοοῖτο μετὰ σαρκὸς, κἂν εἰ τοῦτο
1.127
μὲν οὐχὶ, καταμόνας δὲ ὥσπερ καὶ οὔπω καθ' ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Λόγος, ὀσμὴ τῆς
1.128
γνώσεώς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἰδίᾳ φύσει τὸν ἐξ οὗπέρ ἐστιν εὐωδιάζων εἰς
1.129
ἡμᾶς. καὶ εἴπερ ἐστὶν ἀληθὲς ὅ φημι, πῶς ἂν εἴη γενητὸς καὶ τοῖς ἐξ οὐκ ὄντων λαχοῦσι
1.130
γένεσιν ἐναρίθμιος; οὐκ ἂν γὰρ γένοιτο τοῦ μὴ κτισμένου ὀσμὴ, μήτε ὑπάρχοντος
1.131
γενητῶς· οὐ γὰρ ἔν γε τῷ ἀγενήτῳ τὸ γενητὸν ὀψόμεθα, οὐδὲ ἐν τῷ γενητῷ τὸ
1.132
ἀγένητον. ἀλλὰ μὴν ἔδειξεν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα· Θεὸς ἄρα κατὰ φύσιν ἐστὶ διὰ
1.133
τὸ τῆς οὐσίας ταὐτόν· ἀκουέτω τοίνυν καὶ πρὸς ἡμῶν ὁ Υἱός" Μύρον ἐκκενωθὲν ὄνομά
1.134
σου·" ἐγνώκαμεν γὰρ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐξ οὗ γεγέννηται Πατέρα καὶ Θεόν.
1.135
Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.
1.136
Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον
1.137
μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτι τοῖς
1.138
ἁπανταχοῦ διακηρύττοντές τε καὶ περιφέροντες τὸν ἐπ' αὐτῷ λόγον, καθάπερ τι τῶν
1.139
εὐοσμοτάτων θυμιαμάτων, προσεκόμιζον τῷ Θεῷ τὴν ἔν γε τούτῳ σπουδήν· κατὰ
1.140
τρίτον δὲ τρόπον, ὅτι καὶ σύμμορφοι γεγονότες αὐτῷ, διὰ τῶν ἴσων τετελείωνται
1.141
παθημάτων. εὐωδίαν γεμὴν ἑαυτοὺς εἶναί φασι τοῦ Χριστοῦ ἐν τοῖς σωζομένοις καὶ ἐν
1.142
τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ 330 θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς
1.143
ζωὴν, κατιδεῖν ἀκόλουθον. οὐκοῦν νοηθεῖεν πρὸς ἡμῶν εἰκότως οἱ σωζόμενοί τε καὶ
1.144
ἀπολλύμενοι, κατά γε τὸν πρέποντα ταῖς θεωρίαις σκοπὸν, οἱ πιστεύοντές τε καὶ οἱ τὴν
1.145
πίστιν παρωθούμενοι, καὶ οἱ μὲν οὔπω Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς ἐγνωκότες,
1.146
λελατρευκότες δὲ μᾶλλον τῇ κτίσει παρὰ τὸν κτίσαντα. οὗτοι τοῦ θείου κηρύγματος τὸν
1.147
λόγον οὐ προσιέμενοι, διαγελῶντες δὲ μᾶλλον καὶ μωρίαν εἶναι νομίσαντες τὸ Χριστοῦ
1.148
μυστήριον, δέχονται" τὴν ὀσμὴν τῆς γνώσεως" τοῦ Πατρὸς, ἐκ θανάτου πρὸς θάνατον·
1.149
ἐν θανάτῳ γὰρ ὄντες διά τοι τὴν ἐνοῦσαν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, μονονουχὶ καὶ
1.150
δευτέρῳ θανάτῳ περιπταίοντες ἁλοῖεν ἄν· οἱ γεμὴν διὰ τῆς νομικῆς παιδεύσεως πρὸς
1.151
ἀρχὰς ἐνηνεγμένοι τῆς γνώσεως τοῦ Θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, πλὴν εἰ
1.152
πιστεύσειαν παραδέξονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐκ ζωῆς εἰς ζωήν· φησὶ
1.153
γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν"
1.154
Αὕτη δέ ἐστιν αἰώνιος ζωὴ, ἵνα γινώ" σκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν
1.155
ἀπέστειλας"̓ Ιησοῦν Χριστόν." ἀλλὰ τίς ἂν γένοιτό φησι πρὸς ταῦτα ἱκανός; καὶ μάλα
1.156
εἰκότως· δυσεύρετος γὰρ ἀληθῶς ᾧπερ ἂν ἐνυπάρχοι τὸ δύνασθαι λαλεῖν ὀρθῶς τε καὶ
1.157
ἀπλανῶς τὸ Χριστοῦ μυστήριον, ὁποῖοί τινες ἦσαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ τὰς τῶν
1.158
ἑτεροφρόνων δυστροπίας διορθούμενοι, οἷς ἔθος ἐστὶ καὶ διὰ πλείστης τέθειται σπουδῆς
1.159
τὸ οἷον ἐκκαπηλεύειν τὸν τοῦ Θεοῦ λόγον, ἀπάτῃ τε καὶ ψεύδει συγκεκραμένην ἀεὶ
1.160
ποιεῖσθαι φιλεῖν τῆς πίστεως τὴν ἀπόδοσιν· οὐ γὰρ ἔστι παρ' αὐτοῖς ἄκρατον ὥσπερ καὶ
1.161
ἀνόθευτον εὑρεῖν τὴν ἀλήθειαν· ἀλλ' οἵ γε θεῖοι μυσταγωγοὶ λαλοῦντες ἐν Πνεύματι,
1.162
ὡς ἐξ εἰλικρινείας κατέναντι Θεοῦ πάντα τε δρῶσι καὶ λέγουσιν. 331 Ἡ ἐπιστολὴ ἡμῶν
1.163
ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Οὐ τῆς διὰ λόγων δεόμεθα μαρτυρίας,
1.164
αὐτοῖς γὰρ πράγμασιν εὐδοκιμοῦντες ὑμεῖς οἱ μαθηταὶ καὶ πιστοὶ δειχθέντες Χριστοῦ,
1.165
ἡμᾶς τοὺς διδασκάλους ὑμῶν στεφανοῦτε καὶ εὐδοκίμους ἐδείξατε. διὸ ἡ ἐπιστολὴ
1.166
ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, τουτέστιν ἀεὶ καὶ διαπαντὸς ἐν
1.167
μνήμῃ τῇ παρ' ἡμῖν κειμένῃ· ἀεὶ γὰρ σεμνυνόμεθα, φησὶν, ἐν ὑμῖν. Οὐκ ἐν πλαξὶ
1.168
λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπισφραγίζει καὶ προφητικῇ μαρτυρίᾳ τό
1.169
Οὐκ ἐν πλαξὶ λιθίναις ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις· ἔφη γάρ που, φησὶν, ὁ Θεὸς διὰ
1.170
φωνῆς προφήτου" Ἰδοὺ ἡμέραι ἔρχονται," λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ
1.171
Ἰσραὴλ καὶ τῷ" οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν" διεθέμην τοῖς
1.172
πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου" τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς
1.173
ἐκ γῆς Αἰγύπτου," ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ" λησα αὐτῶν,
1.174
φησὶ Κύριος· διδοὺς νόμους μου εἰς τὴν" διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν
1.175
ἐπιγράψω αὐτοὺς," ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ" τὰς
1.176
ἡμέρας ἐκείνας, φησὶ Κύριος·" πάλαι μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς νόμον ἐδέχετο τὸν
1.177
παιδαγωγὸν ἐν πλαξὶ λιθίναις, καθὰ γέγραπται· αἴνιγμα δὲ τοῦτο γεγενῆσθαί φαμεν τῆς
1.178
Ἰουδαίων σκληροκαρδίας· μᾶλλον γὰρ ἀπαράδεκτον ὥσπερ ταῖς σφῶν αὐτῶν διανοίαις
1.179
ἀποφαίνει τὸν νόμον, καὶ οἷον ἐν λίθοις βραχὺ μὲν καὶ μόλις ἐνιζηκότα, πλὴν
1.180
εὐαπόβλητον παντελῶς καὶ μάλα ῥᾳδίως ἀποπτυό 332 μενον. καὶ γοῦν ἔφη που Θεός
1.181
" Ἐγγίζει μοι ὁ λαὸς οὗτος" τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ" δὲ
1.182
καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβον" ταί με διδάσκοντες διδασκαλίας
1.183
ἐντάλματα ἀνθρώπων." ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πλαξὶ καρδίας σαρκίναις,
1.184
τουτέστιν αἰσθητικαῖς, τοὺς ἱεροὺς ἡμῖν καὶ θείους ἐγγράφει νόμους· τοιγάρτοι καὶ
1.185
ἔφασκεν διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου" Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν
1.186
" λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν" σαρκίνην, ὅπως ἐν τοῖς
1.187
προστάγμασί μου πορεύωνται." εἴ τις οὖν οὐ ταῖς διὰ Μωσέως προσερήρεισται σκιαῖς,
1.188
οὔτε μὴν μέλανι γεγραμμένον ἔχει τὸν νόμον ὡς ἐν πλαξὶ λιθίναις, ἀλλ' εἰς νοῦν ἔσω
1.189
διὰ τοῦ Πνεύματος, οὗτός ἐστιν ἐπιστολὴ Χριστοῦ γινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.

Intertext edge

Open linked passage

Note