Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ii ad Corinthios
Cyril of AlexandriaCori 2 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
ΛΟΓΟΣ Α.
2.1.2
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν κ. τ. λ. ΕΙΔΩΣ ὁ
2.1.3
Παῦλος τῆς ἀποστολῆς τὸ ἀξίωμα οὐκ ἀνθρωπίναις μᾶλλον ἀνάπτει δυνάμεσιν ἀλλὰ τῷ
2.1.4
πάντα ἰσχύοντι Θεῷ καὶ τοῖς τοῦ λαβεῖν ἀξίοις ὀρέγοντι διὰ μεσίτου Χριστοῦ. διό φησι
2.1.5
πάντα μὲν ἐν Χριστῷ τοῖς ἁγίοις τὰ ἀγαθά· καὶ γάρ" ἐστιν ἄνωθεν καὶ ἐκ τοῦ πατρὸς
2.1.6
τῶν φώτων πᾶν" δώρημα τέλειον·" ἀλλ' οὖν ὁ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα
2.1.7
Χριστός ἐστιν, μεσιτεύων μὲν ἡμᾶς καὶ Θεὸν διὰ τὴν οἰκονομίαν, πλὴν ἐνεργῶν τὰ
2.1.8
πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχων αὐτοσοφία τε καὶ δύναμις αὐτοῦ·
2.1.9
ποία δέ ἐστιν ἡ πεποίθησις ἡ διὰ Χριστοῦ πρὸς Θεὸν, ἄκουε δὴ προσεπάγοντός τε καὶ
2.1.10
λέγοντος Οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν·" πᾶσα γὰρ
2.1.11
σοφία" παρὰ Κυρίου," κατὰ τὸ γεγραμμένον· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ
2.1.12
ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ
2.1.13
γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ τί τὸ γράμμα ἐστίν; ὁ 334 ἐν νόμῳ
2.1.14
τύπος, τὰ ὡς ἐν σκιαῖς ἔτι πληρούμενα· πνεῦμα δὲ, τῆς ἐν Χριστῷ λατρείας ἡ δύναμις,
2.1.15
πνευματικοὺς ἀποφαίνουσα τοὺς προσιόντας αὐτῇ διὰ τῆς πίστεως· ὅσῳ δ' ἂν ἥττων τῆς
2.1.16
ἀληθείας ὁ τύπος, τοσοῦτον οἶμαι κατόπιν οἱ διακονοῦντες αὐτὸν τῶν ἱερουργούντων
2.1.17
τὴν ἀλήθειαν· ῥαντίζει γὰρ ἡμᾶς Χριστὸς αἵματι τῷ ἰδίῳ, καὶ οὐ πρὸς μόνην" τὴν" τῆς
2.1.18
σαρκὸς καθαρότητα," καθάπερ ἀμέλει καὶ τὰ ἐν νόμῳ, καθαρίζει δὲ μᾶλλον καὶ" τὴν
2.1.19
συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν" ἔργων," καὶ ἐξίστησι πλημμελήματος· χαρίζεται δὲ πρὸς
2.1.20
τούτῳ καὶ ζωῆς ἐλπίδα· καὶ γάρ ἐστιν ἀληθὲς ὡς" ὁ" πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν
2.1.21
αἰώνιον·" ἐπήγγελται γὰρ καὶ αὐτῶν τῶν σωμάτων τὴν ἀνάστασιν καὶ ἀναφοίτησιν τὴν
2.1.22
εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν
2.1.23
τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
2.1.24
Ἀναφέρει πάλιν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν τῆς θείας ἀποστολῆς τὸ ἀξίωμα
2.1.25
καὶ τῶν διακονιῶν τὴν σύγκρισιν ποιησάμενος καὶ τὸ ἑκατέρας ἴδιον εὖ μάλα
2.1.26
παρενεγκὼν διαφανεστέραν ἀποφαίνει τὴν ἐν Χριστῷ διὰ πνεύματος. καὶ ὁ μὲν τῆς
2.1.27
ἐννοίας αὐτῷ διὰ τούτων ἔρχεται σκόπος, πέφρασται γεμὴν οὐ σφόδρα σαφῶς τὸ ῥητόν·
2.1.28
ἔοικεν γὰρ εἶναί πως οὐ λίαν εὐκάτοπτον οὔτε μὴν τοῖς ἐθέλουσιν ἕτοιμον ἰδεῖν. τί 335
2.1.29
γάρ ἐστι τό Οὐ δεδόξασται τὸ δεδοξασμένον καὶ τὰ ἑξῆς; ἔστι δέ τι τοιοῦτον ὃ βούλεται
2.1.30
δηλοῦν. δεδόξασται μὲν γὰρ, φησὶν, ὁ Μωσῆς, ὡς διάκονος νόμου τοῦ καταργουμένου,
2.1.31
ἀλλ' ἡ τοῦ νέου καὶ ἐν Χριστῷ κηρύγματος δόξα νικῶσα τὴν πρώτην ἀπέφηνε τοιαύτην
2.1.32
αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ
2.1.33
κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν ὥσπερ τῆς
2.1.34
σελήνης ὁ κύκλος, δόξαν δὲ τὴν ἰδίαν ἔχει ὁ τῶν ἄστρων χορός· ἡλίου γεμὴν
2.1.35
ἀνίσχοντος καὶ τῆς ἑαυτοῦ μαρμαρυγῆς ἁπλοῦντος τὴν δόξαν, ἥτταται τῷ προὔχοντι
2.1.36
τῆς σελήνης τὸ φῶς, ἔοικε δέ πως μηδὲ πεφωτίσθαι δοκεῖν· κατὰ τὸν αὐτὸν οἶμαι
2.1.37
τρόπον, τὸν τῶν προκειμένων ἐκδέξῃ νοῦν. τὸ γάρ τοι δεδοξασμένον, φησὶ, τουτέστιν ἡ
2.1.38
τοῦ νόμου διακονία, καίτοι λαχοῦσα παρὰ Θεοῦ τὴν δόξαν, ἔοικέ πως μὴ δεδοξάσθαι
2.1.39
τὴν ἀρχὴν εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης, τῆς δεδωρημένης δηλονότι τοῖς
2.1.40
διακονοῦσι τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι· παραχωρεῖ γάρ πως ἀεὶ τὸ μεῖον τῷ
2.1.41
προὔχοντι. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τί τὸ
2.1.42
καταργούμενον; ἡ σκιὰ καὶ ὁ νόμος ἤγουν ὁ τύπος, τί δὲ τὸ μένον; τὰ τοῦ Θεοῦ
2.1.43
θεσπίσματα. οὐκοῦν καὶ ἐν δόξῃ ἦν ἡ σκιὰ, ἀλλ' ἐν δόξῃ διαφανεστέρᾳ τὰ Χριστοῦ· μένει
2.1.44
γὰρ εἰ κατακρατήσει τῆς ὑπ' οὐρανόν. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ
2.1.45
χρώμεθα. Ποίαν ἐλπίδα; τὸ ἱκανῶσθαι παρὰ Θεοῦ καὶ ἀρτίως ἔχειν διὰ τῆς χάριτος πρὸς
2.1.46
τὸ εἶναι" διακόνους καινῆς διαθήκης" οὐ γράμματος." πρέπει δὲ τοῖς τοιούτοις τὸ ἐν
2.1.47
πολλῇ παῤῥησίᾳ λαλεῖν, οὔτε τῶν τύπων αἰσχυνομένους τὸ ἀδρανὲς, 336 οὔτε τῶν
2.1.48
ἀκροατῶν τὸ ἄσοφον· καὶ γὰρ τὸ Ἅγιον Πνεῦμα ἐνιδρυθὲν ἐν ταῖς τῶν πιστῶν ψυχαῖς,
2.1.49
ποιεῖ αὐτοὺς νοεῖν εὐκόλως καὶ τοὺς βαθεῖς λόγους. Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει
2.1.50
κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ. Κἀν τούτῳ πάλιν οἱ Χριστοῦ μαθηταὶ διαφανέστεροι
2.1.51
δόξῃ, ὅτι γέγονεν αὐτοῖς ὁ τοῦ κηρύγματος λόγος σαφής τε καὶ ἀνυπόστατος καὶ οὐδὲν
2.1.52
ἔχων δύσκολον καθάπερ τὸ διὰ Μώσεως. ἐπειδὴ γὰρ ἦσαν ἀδόκιμοι οἱ υἱοὶ Ἰσραὴλ μετὰ
2.1.53
τοσαύτας τερατουργίας μοσχοποιήσαντες, προσωπεῖον ἐτίθει ἑαυτῷ Μωυσῆς καὶ τὸν
2.1.54
θεῖον αὐτοῖς λαλῶν νόμον ἐχρῆτο καλύμμασι, δι' αἰνιγμάτων διδάσκων ὡς τὸ ἀληθὲς
2.1.55
τοῦ νόμου πρόσωπον, τουτέστι Χριστὸν, οὐκ ἂν ἰσχύσειαν ἰδεῖν, δευτέρῳ δὲ ὥσπερ
2.1.56
προσβάλλουσι προσώπῳ μόλις, τῇ σκιᾷ δόξαν οὐδεμίαν ἐχούσῃ, ἥτις καὶ καταργεῖται ἡ
2.1.57
σκιὰ καὶ ὁ τύπος. πέπαυται γὰρ καινῆς διαθήκης εἰσκεκομισμένης, τέλος δὲ τοῦ
2.1.58
καταργουμένου νόμου ὁ Χριστός. οὐκοῦν ἡ κεκρυμμένη δόξα Μωσέως, ὁ Χριστὸς, ἦν τὸ
2.1.59
τέλος τοῦ καταργουμένου νόμου· εἰ γάρ τις ἀφέλῃ τὴν σκιὰν καὶ οἷον τὸ ἐμφανὲς καὶ
2.1.60
δεύτερον πρόσωπον τὸ ὡς ἐν γράμματι περιελεῖν αὐτὸ, ὄψεται τὸν Ἐμμανουὴλ
2.1.61
πολυτρόπως ἐφ' ἑκάστῳ διαμορφούμενον, καὶ τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν
2.1.62
ὑπομένοντα καὶ σώζοντα τὴν ὑπ' οὐρανὸν, ἵνα καὶ δοξάζηται πρὸς ἡμῶν καὶ τῶν ἁγίων
2.1.63
ἀγγέλων προσκυνούμενος. ἀπρόσιτον οὖν ταῖς Ἰουδαίων διανοίαις τῆς τοῦ Σωτῆρος
2.1.64
δόξης τὸ φῶς. ἐπειδὴ γὰρ πᾶσα θεωρία πνευματικὴ πρὸς τὸ Χριστοῦ βλέπει μυστήριον,
2.1.65
οὐ προσίενται δὲ τὴν εἰς αὐτὸν πίστιν οἱ τάλανες Ἰουδαῖοι, μεμένηκεν ἐπ' αὐτοῖς τὸ
2.1.66
κάλυμμα, καταργεῖται δὲ ἐν Χριστῷ. 337 Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον,
2.1.67
περιαιρεῖται τὸ κάλυμμα.
2.1.68
Αὐτὸς ὁ Κύριός ἐστι τὸ φῶς καὶ ἀποκαλύπτει" τὰ βαθέα" καὶ ἀπόκρυφα," καὶ τὸ
2.1.69
ἀληθὲς τοῦ νόμου πρόσωπον τὸ δεδοξασμένον δείκνυσι τοῖς σοφοῖς τοῖς ἡγιασμένοις ἐν
2.1.70
πνεύματι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως λελαμπρυσμένοις. παιδαγωγεῖ μὲν γὰρ ὁ
2.1.71
νόμος ἐπὶ Χριστὸν, ὁ δὲ ἐφ' ἕτερόν τινα παιδαγωγεῖν τεταγμένος, ἵστησι μὲν οὐκ ἐφ'
2.1.72
ἑαυτῶν τοὺς παιδευομένους, ἀποφέρει δὲ μᾶλλον ἐπί τι τῶν ἀμείνω καὶ μειζόνων ἢ
2.1.73
καθ' ἑαυτόν. ὅθεν τοι καὶ ὁ θεσπέσιος Παῦλος σκύβαλά φησιν ἡγήσασθαι τὰ ἐν νόμῳ
2.1.74
" διὰ τὸ" ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ." Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, οὗ δὲ τὸ
2.1.75
Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Δεῖ οὖν γενέσθαι πνευματικοὺς, οὐ γὰρ ἄλλως δυνατὸν
2.1.76
θεωρῆσαι Χριστὸν, ὅς ἐστι" τέλος τοῦ καταργουμένου," φημὶ δὴ τοῦ νόμου. τότε πάντη
2.1.77
τε καὶ πάντως" περιαιρεῖται τὸ" κάλυμμα," γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν
2.1.78
ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ ἐκ τῆς
2.1.79
ἐμφανοῦς ἱστορίας οὐκ ἔχοντα. εἰσὶ γὰρ ἐν τούτοις οἱ ἐν Χριστῷ τὴν ἐλευθέραν τοῦ
2.1.80
Πνεύματος ἀποκάλυψιν πλουσίως εἰσδεδεγμένοι. εἰ δὲ ἔνθα που πέρ ἐστι τὸ Πνεῦμα,
2.1.81
ἐκεῖ πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν
2.1.82
τῆς δουλείας ἀνῴκισται μέτρων, καὶ γενητὸν μὲν οὐκέτι, συντάττοιτο δ' ἂν εἰκότως τῇ
2.1.83
ἀνωτάτω τε καὶ ἐλευθέρᾳ φύσει, ᾗ τὸ κατὰ πάντων μετέστι κράτος· Πνεῦμα γάρ ἐστι τοῦ
2.1.84
Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. 338 Ἡμεῖς δὲ πάντες
2.1.85
ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα
2.1.86
μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος. Μωσῆς μὲν γὰρ
2.1.87
ἐπετίθει ἑαυτῷ κάλυμμα διά τοι τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ κατιδεῖν" τὴν δόξαν
2.1.88
τοῦ προσ" ώπου αὐτοῦ·" ψυχικοὶ γὰρ ἦσαν καὶ σαρκικοὶ καὶ ἀτελεῖς εἰς πίστιν· ἡμεῖς δὲ
2.1.89
οἱ πιστοὶ διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας πεφωτισμένην ἔχοντες τὴν καρδίαν καὶ
2.1.90
καθαρῶς βλέπειν εἰδότα τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνακεκαλυμμένῳ προσώπῳ
2.1.91
τεθεάμεθα τὸν Κύριον· λελάληκε γὰρ ἡμῖν καὶ ὤφθη ἐν δόξῃ καὶ ὑπεροχῇ τῇ
2.1.92
θεοπρεπεστάτῃ· Θεὸν γὰρ αὐτὸν ἐγνώκαμεν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρός. ὡς
2.1.93
ἐν ἐσόπτρῳ οὖν θεωροῦμεν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, μεταπλάττεται γὰρ ὥσπερ
2.1.94
τῶν πιστευόντων ὁ νοῦς ἐκ νομικῆς εὐμαθείας εἰς παίδευσιν εὐαγγελικὴν, καὶ
2.1.95
μεταμορφοῦται τρόπον τινὰ εἰς εἴδησιν τὴν πνευματικὴν, σκιᾶς ἢ τύπων οὐκ
2.1.96
ἀνεχόμενος, ἀλλ' ἐκ δόξης τῆς κατὰ τὸν νόμον εἰς δόξαν ἑτέραν τὴν ἐν Χριστῷ διὰ
2.1.97
Πνεύματος μεταφοιτᾶν ᾑρημένος. οὐκοῦν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα·
2.1.98
μεθιστάντες γὰρ τοὺς τύπους εἰς ἀλήθειαν, καὶ ἐκ τῆς κατὰ τὸν νόμον σκιᾶς τὸ Χριστοῦ
2.1.99
μυστήριον τῇ τῶν ἐννοιῶν ἰσχνότητι διαμορφοῦντες, ὡς ἐν εἴδει τὴν αὐτὴν εὑρήσομεν
2.1.100
δόξαν· εἰ γὰρ δέδοται δόξα τοῖς διακονοῦσι τὸν νόμον, μείζων καὶ ἀσυγκρίτως
2.1.101
ὑπερκειμένη τὴν πρώτην ἡ τῶν ἁγίων ἱερουργῶν, οἳ καὶ ἱκάνωνται παρὰ Θεοῦ διάκονοι
2.1.102
" καινῆς διαθήκης οὐ" γράμματος ἀλλὰ πνεύματος." πρόδηλον δήπου καὶ οὐδενὶ τῶν
2.1.103
ὄντων ἀσυμφανὲς, ὅτι πάντη τε καὶ πάντως οἱ ἐκ νομικῆς παιδεύσεως μεθιστάμενοι
2.1.104
πρὸς ἀκρίβειαν εὐαγγελικὴν, 339 ἐκ δόξης ὥσπερ τῆς πρώτης εἰς δόξαν ἰόντες ἑτέραν
2.1.105
νοηθεῖεν ἂν, καὶ οἷον πρὸς τὰ ἀμείνω μεταπλαττόμενοι. τὸ δὲ δὴ μεθιστᾶν εἰς τοῦτο
2.1.106
αὐτοὺς τὸ Πνεῦμά ἐστι, τὸ τῆς ἐκ νόμου δουλείας ἐλευθεροῦν· ἐν αὐτῷ γὰρ" κράζομεν
2.1.107
Ἀββᾶ ὁ" πατὴρ" ὡς υἱοὶ καὶ ἐλεύθεροι. ἔστι δὲ οὐχ ἑτέρως τῆς κατὰ τὸν νόμον
2.1.108
ἰσχνολογίας τὸ βάθος ἰδεῖν, πλὴν ὅτι διὰ μόνου τοῦ Ἁγίου Πνεύματος· αὐτὸ γάρ ἐστι καὶ
2.1.109
τὸ ἐρευνοῦν" καὶ" τὰ βάθη τοῦ Θεοῦ." βάθη δὲ Θεοῦ, τὴν ἐν τοῖς ἱεροῖς γράμμασι
2.1.110
τεθησαυρισμένην γνῶσιν ὠνομάσθαι φαμέν· ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰς πρὸς
2.1.111
Θεὸν ἐποιεῖτο λιτὰς οὕτω λέγων" Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα" νοήσω
2.1.112
τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·" ἐποιεῖτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ οὐκ ἀθαύμαστον τὸν
2.1.113
ἐκ νομικῆς εἰδήσεως ἀναβαίνοντα πρὸς πνευματικὴν τουτέστι τὴν εὐαγγελικήν· ἔφη
2.1.114
γὰρ ὅτι" Διὰ τοῦτο λέγω ὑμῖν ὅτι πᾶς γραμματεὺς" μαθητευθεὶς τῇ βασιλείᾳ τῶν
2.1.115
οὐρανῶν, ὅμοιός ἐστιν ἀν" θρώπῳ πλουσίῳ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ" νέα
2.1.116
καὶ παλαιά." παλαιὰ μὲν γὰρ, τὰ ἐν νόμῳ· νέα γεμὴν, τὰ ἐν Χριστῷ. εἰ δὲ δή τις βούλοιτο
2.1.117
καὶ καθ' ἕτερον νοεῖσθαι τρόπον τὴν ἐκ δόξης εἰς δόξαν μεταμόρφωσιν τῆς αὐτῆς ἡμῶν
2.1.118
εἰκόνος, παραδέξεταί τι τοιοῦτον εἰς νοῦν, ὅτι ὅσοι Χριστὸν ἐγνώκαμεν,
2.1.119
καταλελογίσμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, πάντη τε καὶ πάντως ἐσμὲν ἐν δόξῃ· κατὰ δέ
2.1.120
γε τὸν τῆς ἀναστάσεως καιρὸν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν
2.1.121
καθάπερ ἀπὸ κυρίου πνεύματος· αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς, ὁ" τὸν ἀῤῥαβῶνα τοῦ
2.1.122
Πνεύματος" χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει
2.1.123
δὲ καὶ" τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμ" μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ."
2.1.124
Ἐπειδὴ δέ φησιν ὁ μυσταγωγός Καθάπερ ἀπὸ κυρίου πνεύματος, καί" Οὗ δὲ τὸ
2.1.125
πνεῦμα Κυρίου, ἐλευθερία," τῆς τῶν ἀνοσίων αἱρετικῶν συκοφαντίας οὐκ ἀνεξόμεθα,
2.1.126
τοῖς γενητοῖς ἐναρίθμιον ποιεῖσθαι τὸ Πνεῦμα· εἰ γὰρ ἔνθα που ἐστὶ τὸ Πνεῦμα, ἐκεῖ που
2.1.127
πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς
2.1.128
δουλείας ἄνω κεῖται μέτρων· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν
2.1.129
κτίσιν ἐν Χριστῷ. Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ
2.1.130
Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ἐπειδὴ ἡλίου δίκην τὸ ἱερὸν ἀναλάμπει κήρυγμα καὶ
2.1.131
ἀνακεκαλυμμένῳ προσώπῳ πᾶς πιστὸς" τὴν δόξαν Κυρίου" κατοπτρίζεται, οὐκ ἄν τις
2.1.132
τῶν ὀρθὰ φρονούντων τὴν τινῶν ἀμάθιαν τῷ θείῳ καταγράψει κηρύγματι. τί γὰρ εἰ
2.1.133
ἐξὸν εἰδέναι ἀποσείονται τὴν γνῶσιν τινῶν πεπωρωμένοι τὸν νοῦν ἐξ ἀπάτης
2.1.134
διαβολικῆς; ἀλλ' οἵ γε τῆς ἐκείνου δυστροπίας ἀμείνους σοφοί τε καὶ νουνεχέστεροι
2.1.135
πεπλουτήκασι τὴν γνῶσιν. ἆρα γὰρ εἰ βαρβάρων τινὰς εἰρηκότων καὶ τοῖς τῆς δουλείας
2.1.136
ὑποθέντων ζυγῷ, προσθείη τις ἕτερος τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας τῶν
2.1.137
συμβεβηκότων αὐτοῖς τὴν ἀπαλλαγήν· εἶτα τῆς ἐλευθερίας ἐκεῖνοι προθέντες τὰ
2.1.138
ὑπόζυγα κεῖσθαι, ἀνεξίτητον ποιοῖντο τὴν συμφοράν· αἰτιάσαιτό τις εἰπέ μοι τὸν
2.1.139
προθέντα φιλαγάθως τῆς ἐλευθερίας αὐτοῖς τὴν ἄδειαν ἢ μᾶλλον ἐκείνους δυσβουλίας
2.1.140
γράψεται; οὐκοῦν προὔθηκεν μὲν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐθέλουσι πιστεύειν εἰς τὸν
2.1.141
Υἱὸν, τὸ γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ καταθεάσασθαι τὴν δόξαν αὐτοῦ·
2.1.142
διημαρτήκασι δὲ τῆς χάριτος οἱ 341 τοῦ διαβόλου τὸν σκοτισμὸν ἀπόβλητον ἔχοντες,
2.1.143
καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ φῶς ἀσυνέτως οὐ προσιέμενοι. διηύγασε γὰρ ἂν
2.1.144
καὶ αὐτοῖς ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
2.1.145
καὶ θεὸν μὲν τοῦ αἰῶνος τούτου κατονομάζει τὸν σατανᾶν, οὐχ ὅτι Θεὸς κατὰ φύσιν
2.1.146
ἐστὶν, ἀλλ' ὅτι τοῦτο εἶναι νενόμισται παρά γε τοῖς οὐκ εἰδόσι τίς ὁ φύσει καὶ ἀληθῶς
2.1.147
ἐστι Θεός· ἐκεῖνο γεμὴν ἄξιον καταθαυμάσαι πάλιν· θεολογεῖ γὰρ ὁ Παῦλος, καὶ τῆς
2.1.148
μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς διατρανοῖ τὸ μυστήριον. ἰδοὺ γὰρ σαφῶς
2.1.149
φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστοῦ τὸ ἀποστολικὸν ὀνομάζει κήρυγμα· καίτοι
2.1.150
Χριστοῦ κεκλημένου τοῦ ἐκ Θεοῦ κατὰ φύσιν ὄντος Υἱοῦ, κατὰ τὸν τῆς χρίσεως καιρὸν,
2.1.151
καθ' ὃν καίτοι τοῦ Ἁγίου Πνεύματος αὐτὸς ὑπάρχων χορηγὸς, κεχρίσθαι λέγεται παρὰ
2.1.152
τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. οὐκοῦν ἐν εἴδει τῷ καθ' ἡμᾶς γεγονὼς
2.1.153
καὶ ὀφθεὶς ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε δὴ τότε καὶ μάλα
2.1.154
ὀρθῶς Χριστὸς νοεῖται καὶ λέγεται. οὐκ εἰς ἕνα τοίνυν τῶν καθ' ἡμᾶς ἡ πίστις τῷ κόσμῳ
2.1.155
διακηρύττεται καὶ ψιλὸν ἄνθρωπον ὑπὸ τῶν πνευματοφόρων, καταγγέλλουσι δὲ
2.1.156
μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, καὶ ὡς πρωτότοκον ἐν
2.1.157
πολλοῖς ἀδελφοῖς τὸν Μονογενῆ. ἐπεὶ ποῖος ἂν νοοῖτο πρὸς ἡμῶν ὁ φωτισμὸς τοῦ
2.1.158
εὐαγγελίου τῆς δόξης αὐτοῦ, 342 εἰ μὴ ἔν γε τῷ νοεῖσθαι Θεὸς καὶ εἰκὼν τοῦ Πατρὸς, καὶ
2.1.159
οὐκ ἐν ἴσῳ τρόπῳ τοῖς καθ' ἡμᾶς, οὐσιωδῶς δὲ μᾶλλον καὶ φυσικῶς; καὶ οὔ τι που
2.1.160
φαμὲν ὡς ἄρα δεήσει καὶ αὐτὸν ἐν σαρκὶ γεγονότα νοεῖσθαι τὸν Πατέρα· οὐ γάρ ἐστιν ἐν
2.1.161
τούτοις τῆς εἰκόνος τὸ κάλλος· ἐκεῖνο δὲ μᾶλλον περινοεῖν ἄξιον, ὡς Θεὸς ἦν ὁ Λόγος
2.1.162
καὶ πρὸ σαρκὸς χαρακτὴρ καὶ ὁμοίωσις φυσικὴ τοῦ γεννήτορος· καὶ πάλιν καθ' ἡμᾶς
2.1.163
γεγονότι τὸ ἐν μορφῇ νοεῖσθαι τοῦ Πατρὸς, ἐνούσης αὐτῷ τῆς οἰκονομίας τὸ
2.1.164
ἀνθρώπινον· λελόγισται τοίνυν ὡς ἓν μετὰ τῆς ἰδίας σαρκός· ἔστι δὲ καὶ οὕτως εἰκῶν
2.1.165
τοῦ Πατρὸς καθ' ὃ καὶ ἔστι Θεὸς καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν. Ὃς ἔλαμψεν ἐν
2.1.166
ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώ σεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ
2.1.167
Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ,
2.1.168
σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖοί τε καὶ
2.1.169
Ἕλληνες πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, οἱ μὲν ὡς ἐκ πλάνης καὶ λατρείας ψευδοῦς εἰς
2.1.170
θεογνωσίαν τὴν ἀληθῆ, οἱ δὲ εἰς ἀκριβεστέραν εἴδησιν τῆς ἐν νόμῳ παιδαγωγούμενοι.
2.1.171
ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος" διὰ τὸ ὑπερέχον τῆς γνώσεως" τοῦ Χριστοῦ ὀλίγα
2.1.172
πεφροντικὼς τῶν ἐν νόμῳ μαθημάτων ὁρᾶται. ὅτε τοίνυν Χριστὸν κηρύττουσιν οἱ
2.1.173
μυσταγωγοὶ, καὶ οἱ πιστεύοντες εἰς Θεὸν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθῶς πιστεύουσιν, πῶς
2.1.174
οὐχὶ Θεὸς ὁ Χριστὸς οὐ νόθος, οὐ ψευδώνυμος, ἤγουν ἑτεροφυὴς παρὰ τὸν Πατέρα,
2.1.175
ἀληθὴς δὲ μᾶλλον ὡς ἐξ αὐτοῦ κατὰ φύσιν; ἀχλύος μὲν γὰρ νοητῆς καὶ δαιμονιώδους
2.1.176
ἀπάτης ὁ τῶν πλανωμένων μεμέστωται νοῦς, ἀλλ' ἐπηγγέλλετο Θεὸς ἐκ σκότους ἡμῖν
2.1.177
ἀναλάμψειν τὸ φῶς· ἔφη γάρ που διὰ φωνῆς Ἡσαΐου" Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδε
2.1.178
343" φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς" λάμψει ἐφ' ὑμᾶς·" καὶ
2.1.179
ὁ θεσπέσιος δὲ Δαυείδ φησιν, ὡς ἐκ προσώπου τῶν ἐν ἀχλύϊ καὶ σκότῳ" Ὅτι σὺ φωτιεῖς
2.1.180
" λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου." ἐπειδὴ δὲ πεπλήρωται λοιπὸν
2.1.181
ἐφ' ἡμῖν ἡ ὑπόσχεσις τοῦ Πατρὸς, καὶ τὸ θεῖον ἡμῖν καὶ νοητὸν διηύγασε φῶς,
2.1.182
ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν ἐν προσώπῳ Χριστοῦ· εἶτα εἴπερ ἐστὶν ὁ Χριστὸς οὐ φύσει
2.1.183
τε καὶ ἀληθῶς Θεὸς, τὴν τοῦ Πατρὸς δόξαν ἐν αὐτῷ τεθεάμεθα; καίτοι λέγοντος ἀκούω
2.1.184
σαφῶς τοῦ Θεοῦ καὶ Πατρός" Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·" ἀλλ' ἰδοὺ δέδωκεν αὐτὴν
2.1.185
τῷ Υἱῷ· οὐχ ἕτερος ἄρα παρ' αὐτόν ἐστιν, πλὴν ὅσον ἐν ὑποστάσει καὶ τὸ ὑπάρχειν
2.1.186
ἰδικῶς, ἵνα μὴ φαίνηται ψευδοεπήσας ὁ Πατὴρ τῷ προσώπῳ τοῦ Υἱοῦ τὴν ἰδίαν δόξαν
2.1.187
προθεὶς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ γινωσκόμενος·
2.1.188
πρόσωπος γάρ ἐστι καὶ εἰκὼν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ· καὶ ἀποκαλύπτεται
2.1.189
μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀποκαλύπτει δὲ καὶ αὐτὸς ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα.

Intertext edge

Open linked passage

Note